Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 13

Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. καὶ ⸀ἀποκριθεὶς1 εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ⸀ταῦτα2 πεπόνθασιν; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες ⸀ὁμοίως3 ἀπολεῖσθε. ἢ ἐκεῖνοι οἱ ⸀δεκαοκτὼ4 ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ⸀αὐτοὶ5 ὀφειλέται ἐγένοντο παρὰ πάντας ⸀τοὺς6 ἀνθρώπους τοὺς ⸀κατοικοῦντας7 Ἰερουσαλήμ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ ⸀μετανοῆτε8 πάντες ⸀ὡσαύτως9 ἀπολεῖσθε.

Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις ⸂πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ10, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ⸂ἀφʼ οὗ11 ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ⸀ἔκκοψον12 αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπὸν ⸂εἰς τὸ μέλλον— εἰ δὲ μήγε,⸃ ἐκκόψεις αὐτήν.13

Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. καὶ ἰδοὺ ⸀γυνὴ14 πνεῦμα ἔχουσα ἀσθενείας ἔτη ⸀δεκαοκτώ15 καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι16 τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ⸀ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ⸀αὐταῖς17 οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. ἀπεκρίθη ⸀δὲ18 αὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ⸀ἀπαγαγὼν19 ποτίζει; ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ.

Ἔλεγεν ⸀οὖν20 Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς ⸀δένδρον21 καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.

⸀Καὶ22 πάλιν εἶπεν· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ⸀ἔκρυψεν23 εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.

Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ⸀Ἱεροσόλυμα24 εἶπεν δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς ⸀θύρας25 ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν, ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· ⸀Κύριε26 ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ ⸀λέγων27 ὑμῖν· Οὐκ ⸀οἶδα28 πόθεν ἐστέ· ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ⸀ἐργάται29 ἀδικίας. ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ⸀ὄψησθε30 Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. καὶ ἥξουσιν ἀπὸ31 ἀνατολῶν καὶ δυσμῶν καὶ ⸀ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.

Ἐν αὐτῇ τῇ ⸀ὥρᾳ32 προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ⸀ἀποτελῶ33 σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ. Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ⸀ὑμῶν34 λέγω ⸀δὲ35 ⸀ὑμῖν36 οὐ μὴ ⸂ἴδητέ με37 ἕως ⸂ἥξει ὅτε38 εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

Source notes (38)
  1. Footnote ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  2. Footnote ταῦτα WH Treg NA28 ] τοιαῦτα RP
  3. Footnote ὁμοίως WH Treg NA28 ] ὡσαύτως RP
  4. Footnote δεκαοκτὼ WH NA28 ] δέκα καὶ ὀκτὼ RP Treg
  5. Footnote αὐτοὶ WH Treg NA28 ] οὗτοι RP
  6. Footnote τοὺς WH Treg NA28 ] – RP
  7. Footnote κατοικοῦντας WH Treg NA28 ] + ἐν RP
  8. Footnote μετανοῆτε NA28 RP ] μετανοήσητε WH Treg
  9. Footnote ὡσαύτως WH Treg NA28 ] ὁμοίως RP
  10. Footnote πεφυτευμένην ἐν … αὐτοῦ WH Treg NA28 ] ἐν … αὐτοῦ πεφυτευμένην RP
  11. Footnote ἀφʼ οὗ WH Treg NA28 ] – RP
  12. Footnote ἔκκοψον WH Treg NIV RP ] + οὖν NA28
  13. Footnote εἰς τὸ μέλλον — εἰ δὲ μήγε, WH Treg NA28 ] εἰ δὲ μήγε, εἰς τὸ μέλλον RP
  14. Footnote γυνὴ WH Treg NA28 ] + ἦν RP
  15. Footnote δεκαοκτώ WH NA28 ] δέκα καὶ ὀκτὼ RP Treg
  16. Footnote ὅτι WH NA28 ] – Treg RP
  17. Footnote αὐταῖς WH Treg NA28 ] ταύταις RP
  18. Footnote δὲ WH Treg NA28 ] οὖν RP
  19. Footnote ἀπαγαγὼν Treg NA28 RP ] ἀπάγων WH
  20. Footnote οὖν WH Treg NA28 ] δέ RP
  21. Footnote δένδρον WH NA28 ] + μέγα Treg RP
  22. Footnote Καὶ WH Treg NA28 ] – RP
  23. Footnote ἔκρυψεν WH Treg ] ἐνέκρυψεν NA28 RP
  24. Footnote Ἱεροσόλυμα WH NA28 ] Ἱερουσαλήμ Treg RP
  25. Footnote θύρας WH Treg NA28 ] πύλης RP
  26. Footnote Κύριε WH Treg NA28 ] + κύριε RP
  27. Footnote λέγων WH NA28 ] Λέγω Treg RP
  28. Footnote οἶδα WH Treg ] + ὑμᾶς NA28 RP
  29. Footnote ἐργάται WH Treg NA28 ] οἱ ἐργάται τῆς RP
  30. Footnote ὄψησθε WH NA28 RP ] ὄψεσθε Treg
  31. Footnote ἀπὸ WH Treg NA28 ] – RP
  32. Footnote ὥρᾳ WH NA28 ] ἡμέρᾳ Treg RP
  33. Footnote ἀποτελῶ WH Treg NA28 ] ἐπιτελῶ RP
  34. Footnote ὑμῶν WH Treg NA28 ] + ἔρημος NIV RP
  35. Footnote δὲ WH Treg RP NA28 ] – NIV
  36. Footnote ὑμῖν WH Treg NA28 ] + ὅτι RP
  37. Footnote ἴδητέ με WH Treg NA28 ] με ἴδητε RP
  38. Footnote ἥξει ὅτε Treg NA28 ] – WH NIV; ἄν ἥξει ὅτε RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.