Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 14

Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ⸀Ἔξεστιν1 τῷ σαββάτῳ ⸂θεραπεῦσαι ἢ οὔ2 ; οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. ⸀καὶ3 πρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ⸀πεσεῖται4 καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ⸀ἐν5 ἡμέρᾳ τοῦ σαββάτου; καὶ οὐκ ἴσχυσαν ⸀ἀνταποκριθῆναι6 πρὸς ταῦτα.

Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ⸀ἐρεῖ7 σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸀πάντων8 τῶν συνανακειμένων σοι. ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ⸂ἀντικαλέσωσίν σε9 καὶ γένηται ⸂ἀνταπόδομά σοι10. ἀλλʼ ὅταν ⸂δοχὴν ποιῇς11, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.

Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος ⸀ὅστις12 φάγεται ⸀ἄρτον13 ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ⸀ἐποίει14 δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ⸀ἐστιν15 καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸂πάντες παραιτεῖσθαι16. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ⸀ἐξελθὼν17 ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. καὶ παραγενόμενος ὁ ⸀δοῦλος18 ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ ⸂τυφλοὺς καὶ χωλοὺς19 εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ⸀ὃ20 ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸂μου ὁ οἶκος21 · λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ ⸀δείπνου22

Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ⸀ἑαυτοῦ23 καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι ⸀τε24 καὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ25, οὐ δύναται ⸂εἶναί μου μαθητής26. ⸀ὅστις27 οὐ βαστάζει τὸν σταυρὸν ⸀ἑαυτοῦ28 καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. τίς γὰρ ἐξ ⸀ὑμῶν29 θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ⸀ἔχει30 εἰς ἀπαρτισμόν; ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ⸂αὐτῷ ἐμπαίζειν31 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. ἢ τίς βασιλεὺς πορευόμενος ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν32 εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸀βουλεύσεται33 εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸀ὑπαντῆσαι34 τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν; εἰ δὲ μήγε, ἔτι ⸂αὐτοῦ πόρρω35 ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸀τὰ36 πρὸς εἰρήνην. οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου37 μαθητής.

Καλὸν ⸀οὖν38 τὸ ἅλας· ἐὰν δὲ ⸀καὶ39 τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Source notes (39)
  1. Footnote Ἔξεστιν WH Treg NA28 ] Εἰ ἔξεστιν RP
  2. Footnote θεραπεῦσαι ἢ οὔ WH Treg NA28 ] θεραπεύειν RP
  3. Footnote καὶ WH Treg NA28 ] + ἀποκριθεὶς RP
  4. Footnote πεσεῖται WH Treg NA28 ] ἐμπεσεῖται RP
  5. Footnote ἐν WH NA28 ] ἐν τῇ RP; τῇ Treg
  6. Footnote ἀνταποκριθῆναι WH Treg NA28 ] + αὐτῷ RP
  7. Footnote ἐρεῖ WH Treg NA28 ] εἴπῃ RP
  8. Footnote πάντων WH Treg NA28 ] – RP
  9. Footnote ἀντικαλέσωσίν σε WH Treg NA28 ] σε ἀντικαλέσωσιν RP
  10. Footnote ἀνταπόδομά σοι WH Treg NA28 ] σοι ἀνταπόδομα RP
  11. Footnote δοχὴν ποιῇς WH NA28 ] ποιῇς δοχήν Treg RP
  12. Footnote ὅστις WH Treg NA28 ] ὃς RP
  13. Footnote ἄρτον WH Treg NA28 ] ἄριστον NIV RP
  14. Footnote ἐποίει WH Treg NA28 ] ἐποίησεν RP
  15. Footnote ἐστιν WH NA28 ] + πάντα Treg RP
  16. Footnote πάντες παραιτεῖσθαι WH Treg NA28 ] παραιτεῖσθαι πάντες RP
  17. Footnote ἐξελθὼν WH Treg NA28 ] ἐξελθεῖν καὶ RP
  18. Footnote δοῦλος WH Treg NA28 ] + ἐκεῖνος RP
  19. Footnote τυφλοὺς καὶ χωλοὺς WH Treg NA28 ] χωλοὺς καὶ τυφλοὺς RP
  20. Footnote ὃ WH Treg NA28 ] ὡς RP
  21. Footnote μου ὁ οἶκος WH Treg NA28 ] ὁ οἶκος μου RP
  22. Footnote δείπνου WH Treg NA28 ] + Πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί RP
  23. Footnote ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP
  24. Footnote τε WH Treg NA28 ] δέ RP
  25. Footnote ψυχὴν ἑαυτοῦ WH NA28 ] ἑαυτοῦ ψυχήν Treg RP
  26. Footnote εἶναί μου μαθητής WH Treg NA28 ] μου μαθητὴς εἶναι RP
  27. Footnote ὅστις WH NA28 ] καὶ ὅστις Treg NIV RP
  28. Footnote ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg; αὑτοῦ RP
  29. Footnote ὑμῶν WH Treg NA28 ] + ὁ RP
  30. Footnote ἔχει WH Treg NA28 ] + τὰ RP
  31. Footnote αὐτῷ ἐμπαίζειν WH Treg NA28 ] ἐμπαίζειν αὐτῷ RP
  32. Footnote ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NA28 ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP
  33. Footnote βουλεύσεται WH NA28 ] βουλεύεται Treg RP
  34. Footnote ὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RP
  35. Footnote αὐτοῦ πόρρω WH Treg NA28 ] πόρρω αὐτοῦ RP
  36. Footnote τὰ Treg NA28 RP ] – WH
  37. Footnote εἶναί μου WH Treg NA28 ] μου εἶναι RP
  38. Footnote οὖν WH Treg NA28 ] – RP
  39. Footnote καὶ WH Treg NA28 ] – RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.