Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 15
Ἦσαν δὲ ⸂αὐτῷ ἐγγίζοντες1 πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. καὶ διεγόγγυζον οἵ ⸀τε2 Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ⸀ἀπολέσας3 ⸂ἐξ αὐτῶν ἓν4 οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ⸀αὐτοῦ5 χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ⸂ἐν τῷ οὐρανῷ ἔσται6 ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ⸀οὗ7 εὕρῃ; καὶ εὑροῦσα ⸀συγκαλεῖ8 τὰς φίλας ⸀καὶ9 γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. οὕτως, λέγω ὑμῖν, ⸂γίνεται χαρὰ10 ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς. καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· ⸂ὁ δὲ11 διεῖλεν αὐτοῖς τὸν βίον. καὶ μετʼ οὐ πολλὰς ἡμέρας συναγαγὼν ⸀πάντα12 ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ⸀ἰσχυρὰ13 κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· καὶ ἐπεθύμει ⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ14 τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. εἰς ἑαυτὸν δὲ ἐλθὼν ⸀ἔφη15 Πόσοι μίσθιοι τοῦ πατρός μου ⸀περισσεύονται16 ἄρτων, ἐγὼ δὲ ⸂λιμῷ ὧδε17 ἀπόλλυμαι· ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ⸀οὐκέτι18 εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ⸀ἑαυτοῦ19 ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. εἶπεν δὲ ⸂ὁ υἱὸς αὐτῷ20 · Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ⸀οὐκέτι21 εἰμὶ ἄξιος κληθῆναι υἱός ⸀σου22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ⸀Ταχὺ23 ⸀ἐξενέγκατε24 στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ⸀φέρετε25 τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ⸂ἦν ἀπολωλὼς26 καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ⸀ἂν27 εἴη ταῦτα· ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. ὠργίσθη δὲ28 καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ ⸀δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ ⸀αὐτοῦ29 Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον ⸀μετὰ30 πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν ⸂σιτευτὸν μόσχον31. ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετʼ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ⸀ἔζησεν32 καὶ ⸀ἀπολωλὼς33 καὶ εὑρέθη.
Source notes (33)
- Footnote αὐτῷ ἐγγίζοντες WH Treg NA28 ] ἐγγίζοντες αὐτῷ RP
- Footnote τε WH Treg NA28 ] – RP
- Footnote ἀπολέσας WH NA28 RP ] ἀπολέσῃ Treg
- Footnote ἐξ αὐτῶν ἓν WH Treg NA28 ] ἓν ἐξ αὐτῶν RP
- Footnote αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP
- Footnote ἐν τῷ οὐρανῷ ἔσται WH NA28 ] ἔσται ἐν τῷ οὐρανῷ Treg RP
- Footnote οὗ WH Treg NA28 ] ὅτου RP
- Footnote συγκαλεῖ WH NA28 ] συγκαλεῖται Treg RP
- Footnote καὶ WH Treg NA28 ] + τὰς RP
- Footnote γίνεται χαρὰ WH Treg NA28 ] χαρὰ γίνεται RP
- Footnote ὁ δὲ WH Treg NA28 ] Καὶ RP
- Footnote πάντα WH Treg NA28 ] ἅπαντα RP
- Footnote ἰσχυρὰ WH Treg NA28 ] ἰσχυρὸς RP
- Footnote γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ Treg NIV RP ] χορτασθῆναι ἐκ WH NA28
- Footnote ἔφη WH NA28 ] εἶπεν Treg RP
- Footnote περισσεύονται WH Treg NA28 ] περισσεύουσιν RP
- Footnote λιμῷ ὧδε WH NA28 ] ὧδε λιμῷ Treg; λιμῷ RP
- Footnote οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP
- Footnote ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP
- Footnote ὁ υἱὸς αὐτῷ WH NA28 ] αὐτῷ ὁ υἱός Treg RP
- Footnote οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP
- Footnote σου Treg NA28 RP ] + ποίησόν με ὡς ἕνα τῶν μισθίων σου WH
- Footnote Ταχὺ WH Treg NA28 ] – RP
- Footnote ἐξενέγκατε WH Treg NA28 ] + τὴν RP
- Footnote φέρετε WH Treg NA28 ] ἐνέγκαντες RP
- Footnote ἦν ἀπολωλὼς WH Treg NA28 ] καὶ ἀπολωλὼς ἦν RP
- Footnote ἂν WH Treg NA28 ] – RP
- Footnote δὲ WH Treg NA28 ] οὖν RP
- Footnote αὐτοῦ WH Treg NA28 ] – RP
- Footnote μετὰ WH NA28 RP ] +τῶν Treg
- Footnote σιτευτὸν μόσχον WH Treg NA28 ] μόσχον τὸν σιτευτόν RP
- Footnote ἔζησεν WH Treg NA28 ] ἀνέζησεν NIV RP
- Footnote ἀπολωλὼς WH Treg NA28 ] + ἦν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.