Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 5
Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ ⸀καὶ1 ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, καὶ εἶδεν ⸂δύο πλοῖα2 ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς ⸂ἀπʼ αὐτῶν ἀποβάντες3 ⸀ἔπλυνον4 τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ⸀ἦν5 Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, ⸂καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν6 τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς ⸀Σίμων7 ⸀εἶπεν8 Ἐπιστάτα, διʼ ⸀ὅλης9 νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω ⸂τὰ δίκτυα10. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, ⸀διερρήσσετο11 δὲ ⸂τὰ δίκτυα12 αὐτῶν. καὶ κατένευσαν τοῖς ⸀μετόχοις13 ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπʼ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ⸀ὧν14 συνέλαβον, ὁ15 οίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ⸀ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ⸀πάντα16 ἠκολούθησαν αὐτῷ.
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ⸂καὶ ἰδὼν17 τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ⸀εἰπών18 Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπʼ αὐτοῦ. καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ ⸀θεραπεύεσθαι19 ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι ⸀αὐτόν20 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ ⸀θεῖναι21 ἐνώπιον αὐτοῦ. καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. καὶ ἰδὼν τὴν πίστιν αὐτῶν ⸀εἶπεν22 Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ⸂ἁμαρτίας ἀφεῖναι23 εἰ μὴ μόνος ὁ θεός; ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· ⸀Ἔγειρε24 καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ⸂ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει25 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω, ⸀ἔγειρε26 καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφʼ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. καὶ καταλιπὼν ⸀πάντα27 ἀναστὰς ⸀ἠκολούθει28 αὐτῷ.
Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος ⸂πολὺς τελωνῶν29 καὶ ἄλλων οἳ ἦσαν μετʼ αὐτῶν κατακείμενοι. καὶ ἐγόγγυζον οἱ ⸂Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν30 πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Οἱ31 δὲ εἶπαν πρὸς αὐτόν· ⸀Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. ὁ ⸀δὲ32 εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν ποιῆσαι ⸀νηστεῦσαι33 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ⸀ἀπὸ34 ἱματίου καινοῦ ⸀σχίσας35 ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν ⸀σχίσει36 καὶ τῷ παλαιῷ οὐ ⸂συμφωνήσει τὸ ἐπίβλημα37 τὸ ἀπὸ τοῦ καινοῦ. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ ⸂οἶνος ὁ νέος38 τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ⸀βλητέον39 ⸀καὶ40 οὐδεὶς πιὼν ⸀παλαιὸν41 θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς ⸀χρηστός42 ἐστιν.
Source notes (42)
- Footnote καὶ WH Treg NA28 ] τοῦ RP
- Footnote δύο πλοῖα Treg NA28 RP ] πλοῖα δύο WH
- Footnote ἀπʼ αὐτῶν ἀποβάντες WH Treg NA28 ] ἀποβάντες ἀπʼ αὐτῶν RP
- Footnote ἔπλυνον WH Treg NA28 ] ἀπέπλυναν RP
- Footnote ἦν WH Treg NA28 ] + τοῦ RP
- Footnote καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NA28 ] καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου Treg RP
- Footnote Σίμων WH Treg NA28 ] ὁ Σίμων RP
- Footnote εἶπεν WH NA28 ] + αὐτῷ Treg RP
- Footnote ὅλης WH Treg NA28 ] + τῆς RP
- Footnote τὰ δίκτυα WH Treg NA28 ] τὸ δίκτυον RP
- Footnote διερρήσσετο WH Treg NA28 ] διερρήγνυτο RP
- Footnote τὰ δίκτυα WH Treg NA28 ] τὸ δίκτυον RP
- Footnote μετόχοις WH Treg NA28 ] + τοῖς RP
- Footnote ὧν WH Treg NA28 ] ᾗ RP
- Footnote ὁ Treg NA28 RP ] – WH
- Footnote πάντα WH Treg NA28 ] ἅπαντα RP
- Footnote καὶ ἰδὼν Treg RP ] ἰδὼν δὲ WH NA28
- Footnote εἰπών RP ] λέγων WH Treg NA28
- Footnote θεραπεύεσθαι WH Treg NA28 ] + ὑπʼ αὐτοῦ RP
- Footnote αὐτόν WH NA28 ] αὐτούς Treg RP
- Footnote θεῖναι Treg RP ] + αὐτὸν WH NA28
- Footnote εἶπεν WH Treg NA28 ] + αὐτῷ RP
- Footnote ἁμαρτίας ἀφεῖναι WH Treg NA28 ] ἀφεῖναι ἁμαρτίας RP
- Footnote Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RP
- Footnote ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει WH Treg NA28 ] ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου RP
- Footnote ἔγειρε WH Treg NA28 ] ἔγειραι RP
- Footnote πάντα WH Treg NA28 ] ἅπαντα RP
- Footnote ἠκολούθει WH Treg NA28 ] ἠκολούθησεν RP
- Footnote πολὺς τελωνῶν WH Treg NA28 ] τελωνῶν πολὺς RP
- Footnote Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν WH Treg NA28 ] γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι RP
- Footnote Οἱ WH NA28 ] Διὰ τί οἱ Treg RP
- Footnote δὲ RP ] + Ἰησοῦς WH Treg NA28
- Footnote νηστεῦσαι WH Treg NA28 ] νηστεύειν RP
- Footnote ἀπὸ WH Treg NA28 ] – RP
- Footnote σχίσας WH Treg NA28 ] – RP
- Footnote σχίσει WH Treg NA28 ] σχίζει RP
- Footnote συμφωνήσει τὸ ἐπίβλημα WH Treg NA28 ] συμφωνεῖ RP
- Footnote οἶνος ὁ νέος WH Treg NA28 ] νέος οἶνος RP
- Footnote βλητέον WH NA28 ] + καὶ ἀμφότεροι συντηροῦνται Treg RP
- Footnote καὶ Treg NA28 RP ] – WH
- Footnote παλαιὸν WH Treg NA28 ] + εὐθέως RP
- Footnote χρηστός WH Treg NA28 ] χρηστότερός NIV RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.