Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ⸀ἱερεῖς1 καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν ⸂τὴν ἐκ2 νεκρῶν, καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη. πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ⸀ὁ3 ἀριθμὸς τῶν ἀνδρῶν ⸀ὡς4 χιλιάδες πέντε.
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ ⸀τοὺς5 πρεσβυτέρους καὶ ⸁τοὺς6 γραμματεῖς ⸀ἐν7 Ἰερουσαλήμ (καὶ ⸂Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος8 καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ), καὶ στήσαντες αὐτοὺς ἐν ⸀τῷ9 μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ ⸀πρεσβύτεροι10 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ ὑμῶν τῶν ⸀οἰκοδόμων11 ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, ⸀οὐδὲ12 γὰρ ὄνομά ἐστιν ἕτερον ⸂ὑπὸ τὸν οὐρανὸν13 τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν, τόν ⸀τε14 ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν. κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους λέγοντες· Τί ⸀ποιήσωμεν15 τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸀ἀρνεῖσθαι16 ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ⸀ἀπειλησώμεθα17 αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν ⸀τὸ18 καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες ⸂εἶπον πρὸς αὐτούς19 · Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε, οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸀κολάσωνται20 αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι· ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφʼ ὃν ⸀γεγόνει21 τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν. οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, ⸀σὺ22 ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ ⸂τοῦ πατρὸς ἡμῶν23 διὰ ⸂πνεύματος ἁγίου24 στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ⸂ἐν τῇ πόλει ταύτῃ25 ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ ⸀βουλὴ26 προώρισεν γενέσθαι. καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, ἐν τῷ τὴν χεῖρά ⸀σου27 ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες ⸂τοῦ ἁγίου πνεύματος28, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ⸀καρδία29 καὶ ⸀ψυχὴ30 μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ⸀αὐτῷ31 ἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς ⸀πάντα32 κοινά. καὶ ⸂δυνάμει μεγάλῃ33 ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι ⸂τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ34, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. οὐδὲ γὰρ ἐνδεής τις ⸀ἦν35 ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. ⸀Ἰωσὴφ36 δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν ⸀παρὰ37 τοὺς πόδας τῶν ἀποστόλων.
Source notes (37)
- Footnote ἱερεῖς Treg NA28 RP ] ἀρχιερεῖς WH
- Footnote τὴν ἐκ WH Treg NA28 ] τῶν RP
- Footnote ὁ Treg NA28 RP ] – WH
- Footnote ὡς WH Treg NA28 ] ὡσεὶ RP
- Footnote ⸀τοὺς WH Treg NA28 ] – RP
- Footnote ⸁τοὺς WH Treg NA28 ] – RP
- Footnote ἐν WH Treg NA28 ] εἰς RP
- Footnote Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος WH Treg NA28 ] Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον RP
- Footnote τῷ WH Treg NA28 ] – RP
- Footnote πρεσβύτεροι WH Treg NA28 ] + τοῦ Ἰσραήλ RP
- Footnote οἰκοδόμων WH Treg NA28 ] οἰκοδομούντων RP
- Footnote οὐδὲ WH Treg NA28 ] οὔτε RP
- Footnote ὑπὸ τὸν οὐρανὸν WH Treg NA28 ] – RP
- Footnote τε WH Treg NA28 ] δὲ RP
- Footnote ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP
- Footnote ἀρνεῖσθαι WH Treg NA28 ] ἀρνήσασθαι RP
- Footnote ἀπειλησώμεθα WH Treg NA28 ] ἀπειλῇ ἀπειλησόμεθα RP
- Footnote τὸ Treg NA28 ] – WH; αὐτοῖς τὸ RP
- Footnote εἶπον πρὸς αὐτούς WH Treg NA28 ] πρὸς αὐτούς εἶπον RP
- Footnote κολάσωνται WH Treg NA28 ] κολάσονται RP
- Footnote γεγόνει WH Treg NA28 ] ἐγεγόνει RP
- Footnote σὺ WH Treg NA28 ] + ὁ θεὸς RP
- Footnote τοῦ πατρὸς ἡμῶν WH Treg NA28 ] – RP
- Footnote πνεύματος ἁγίου WH Treg NA28 ] – RP
- Footnote ἐν τῇ πόλει ταύτῃ WH Treg NA28 ] – RP
- Footnote βουλὴ WH ] + σου Treg NA28 RP
- Footnote σου NA28 RP ] – WH Treg
- Footnote τοῦ ἁγίου πνεύματος WH Treg NA28 ] πνεύματος ἁγίου RP
- Footnote καρδία WH Treg NA28 ] ἡ καρδία RP
- Footnote ψυχὴ WH Treg NA28 ] ἡ ψυχὴ RP
- Footnote αὐτῷ WH Treg NA28 ] αὐτῶν RP
- Footnote πάντα WH ] ἅπαντα Treg NA28 RP
- Footnote δυνάμει μεγάλῃ WH Treg NA28 ] μεγάλῃ δυνάμει RP
- Footnote τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ Treg NA28 RP ] τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως WH
- Footnote ἦν WH Treg NA28 ] ὑπῇρχεν RP
- Footnote Ἰωσὴφ WH Treg NA28 ] Ἰωσῆς RP
- Footnote παρὰ WH Treg RP ] πρὸς NA28
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.