Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5

Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς ⸀γυναικός1 καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. εἶπεν δὲ ⸀ὁ2 Πέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ ⸀νοσφίσασθαι3 ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ. ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ⸀ἀκούοντας4 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.

Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. ἀπεκρίθη δὲ ⸂πρὸς αὐτὴν5 ⸀Πέτρος6 Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν· Ναί, τοσούτου. ὁ δὲ ⸀Πέτρος7 πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε. ἔπεσεν δὲ παραχρῆμα ⸀πρὸς8 τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. καὶ ἐγένετο φόβος μέγας ἐφʼ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.

Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ⸂πολλὰ ἐν τῷ λαῷ9 · καὶ ἦσαν ὁμοθυμαδὸν ⸀ἅπαντες10 ἐν τῇ Στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλʼ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός, μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε ⸂καὶ εἰς11 τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ ⸀κλιναρίων12 καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ⸀ἐπισκιάσῃ13 τινὶ αὐτῶν. συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ ⸀πόλεων14 Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.

Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς ⸀χεῖρας15 ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. ἄγγελος δὲ κυρίου ⸀διὰ16 νυκτὸς ⸀ἤνοιξε17 τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν· Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον.

Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. οἱ δὲ ⸂παραγενόμενοι ὑπηρέται18 οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν λέγοντες ὅτι ⸀Τὸ19 δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ⸀ἐπὶ20 τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ ⸀τε21 στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ⸀ἤγαγεν22 αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ⸀μὴ23 λιθασθῶσιν.

Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς ⸀λέγων24 Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφʼ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις. ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου· τοῦ25 ον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, ⸀τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν· καὶ ἡμεῖς ⸀ἐσμεν26 μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ ⸀πνεῦμα27 τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.

Οἱ δὲ ⸀ἀκούσαντες28 διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς. ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω ⸀βραχὺ29 τοὺς ⸀ἀνθρώπους30 ποιῆσαι, εἶπέν τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ ⸀προσεκλίθη31 ⸂ἀνδρῶν ἀριθμὸς ὡς32 τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε ⸀λαὸν33 ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ⸀ἄφετε34 αὐτούς· (ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ ⸀αὕτη35 ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται, εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ ⸀δυνήσεσθε36 καταλῦσαι ⸀αὐτούς37 ) μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ⸀ἀπέλυσαν38 οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι ⸂κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος39 ἀτιμασθῆναι· πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατʼ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι ⸂τὸν χριστὸν Ἰησοῦν40.

Source notes (40)
  1. Footnote γυναικός WH Treg NA28 ] + αὐτοῦ RP
  2. Footnote ὁ WH Treg NA28 ] – RP
  3. Footnote νοσφίσασθαι WH Treg NA28 ] + σε RP
  4. Footnote ἀκούοντας WH Treg NA28 ] + ταῦτα RP
  5. Footnote πρὸς αὐτὴν WH Treg NA28 ] αὐτῇ RP
  6. Footnote Πέτρος WH Treg NA28 ] ὁ Πέτρος RP
  7. Footnote Πέτρος WH Treg NA28 ] + εἶπεν RP
  8. Footnote πρὸς WH Treg NA28 ] παρὰ RP
  9. Footnote πολλὰ ἐν τῷ λαῷ WH Treg NA28 ] ἐν τῷ λαῷ πολλὰ RP
  10. Footnote ἅπαντες NA28 RP ] πάντες WH Treg
  11. Footnote καὶ εἰς WH Treg NA28 ] κατὰ RP
  12. Footnote κλιναρίων WH Treg NA28 ] κλινῶν RP
  13. Footnote ἐπισκιάσῃ NA28 RP ] ἐπισκιάσει WH Treg
  14. Footnote πόλεων WH Treg NA28 ] + εἰς RP
  15. Footnote χεῖρας WH Treg NA28 ] + αὐτῶν RP
  16. Footnote διὰ WH Treg NA28 ] + τῆς RP
  17. Footnote ἤνοιξε WH Treg RP ] ἀνοίξας NA28
  18. Footnote παραγενόμενοι ὑπηρέται WH Treg NA28 ] ὑπηρέται παραγενόμενοι RP
  19. Footnote Τὸ WH Treg NA28 ] + μὲν RP
  20. Footnote ἐπὶ WH Treg NA28 ] πρὸ RP
  21. Footnote τε WH Treg NA28 ] + ἱερεὺς καὶ ὁ RP
  22. Footnote ἤγαγεν Treg RP ] ἦγεν WH NA28
  23. Footnote μὴ WH Treg NA28 ] ἵνα μὴ RP
  24. Footnote λέγων WH Treg NIV ] + Οὐ RP NA28
  25. Footnote τοῦ WH NA28 ] – Treg RP
  26. Footnote ἐσμεν WH Treg NA28 ] + αὐτοῦ RP
  27. Footnote πνεῦμα WH Treg NA28 ] + δὲ RP
  28. Footnote ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP
  29. Footnote βραχὺ WH Treg NA28 ] + τι RP
  30. Footnote ἀνθρώπους WH Treg NA28 ] ἀποστόλους RP
  31. Footnote προσεκλίθη WH Treg NA28 ] προσεκλήθη RP
  32. Footnote ἀνδρῶν ἀριθμὸς ὡς WH Treg NA28 ] ἀριθμὸς ἀνδρῶν ὡσεὶ RP
  33. Footnote λαὸν WH Treg NA28 ] + ἱκανὸν RP
  34. Footnote ἄφετε WH Treg NA28 ] ἐάσατε RP
  35. Footnote αὕτη WH Treg NA28 ] – RP
  36. Footnote δυνήσεσθε WH Treg NA28 ] δύνασθε RP
  37. Footnote αὐτούς WH Treg NA28 ] αὐτό RP
  38. Footnote ἀπέλυσαν WH Treg NA28 ] + αὐτούς RP
  39. Footnote κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος WH Treg NA28 ] ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν RP
  40. Footnote τὸν χριστὸν Ἰησοῦν WH Treg NA28 ] Ἰησοῦν τὸν χριστὸν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.