Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3

⸂Πέτρος δὲ1 καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην, καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθʼ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν, ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην ⸀λαβεῖν2 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· Βλέψον εἰς ἡμᾶς. ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρʼ αὐτῶν λαβεῖν. εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ⸀περιπάτει3 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν ⸀αὐτόν4 παραχρῆμα δὲ ἐστερεώθησαν ⸂αἱ βάσεις αὐτοῦ5 καὶ τὰ ⸀σφυδρά6 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. καὶ εἶδεν ⸂πᾶς ὁ λαὸς αὐτὸν7 περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, ἐπεγίνωσκον ⸀δὲ8 αὐτὸν ὅτι ⸀οὗτος9 ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.

Κρατοῦντος δὲ ⸀αὐτοῦ10 τὸν11 Πέτρον καὶ ⸀τὸν Ἰωάννην συνέδραμεν ⸂πᾶς ὁ λαὸς πρὸς αὐτοὺς12 ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. ἰδὼν δὲ ⸀ὁ13 Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; ὁ θεὸς Ἀβραὰμ καὶ ⸂Ἰσαὰκ καὶ14 Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς ⸀μὲν15 παρεδώκατε καὶ ⸀ἠρνήσασθε16 κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. καὶ ⸀ἐπὶ17 τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ διʼ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.

Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν ⸀προφητῶν18 παθεῖν τὸν χριστὸν ⸀αὐτοῦ19 ἐπλήρωσεν οὕτως. μετανοήσατε οὖν καὶ ἐπιστρέψατε ⸀πρὸς20 τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ ⸀στόματος21 τῶν ἁγίων ⸂ἀπʼ αἰῶνος αὐτοῦ προφητῶν22. Μωϋσῆς ⸀μὲν23 εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ ⸀θεὸς24 ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ⸀ἂν25 μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. ὑμεῖς ἐστε ⸀οἱ26 υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ⸂διέθετο ὁ θεὸς27 πρὸς τοὺς πατέρας ⸀ὑμῶν28 λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου ⸀ἐνευλογηθήσονται29 πᾶσαι αἱ πατριαὶ τῆς γῆς. ὑμῖν πρῶτον ⸂ἀναστήσας ὁ θεὸς30 τὸν παῖδα ⸀αὐτοῦ31 ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

Source notes (31)
  1. Footnote Πέτρος δὲ WH Treg NA28 ] Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος RP
  2. Footnote λαβεῖν WH Treg NA28 ] – RP
  3. Footnote περιπάτει WH NIV ] ἔγειρε καὶ περιπάτει Treg NA28; ἔγειραι καὶ περιπάτει RP
  4. Footnote αὐτόν WH Treg NA28 ] – RP
  5. Footnote αἱ βάσεις αὐτοῦ WH Treg NA28 ] αὐτοῦ αἱ βάσεις RP
  6. Footnote σφυδρά WH NA28 ] σφυρά Treg RP
  7. Footnote πᾶς ὁ λαὸς αὐτὸν WH Treg NA28 ] αὐτὸν πᾶς ὁ λαὸς RP
  8. Footnote δὲ WH Treg NA28 ] τε RP
  9. Footnote οὗτος WH Treg RP ] αὐτὸς NA28
  10. Footnote αὐτοῦ WH Treg NA28 ] τοῦ ἰαθέντος χωλοῦ RP
  11. Footnote τὸν WH Treg NA28 ] – RP
  12. Footnote πᾶς ὁ λαὸς πρὸς αὐτοὺς WH Treg NA28 ] πρὸς αὐτοὺς πᾶς ὁ λαὸς RP
  13. Footnote ὁ WH Treg NA28 ] – RP
  14. Footnote Ἰσαὰκ καὶ WH Treg NIV RP ] ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς NA28
  15. Footnote μὲν WH Treg RP NA28 ] – NIV
  16. Footnote ἠρνήσασθε WH NA28 ] + αὐτὸν Treg RP
  17. Footnote ἐπὶ Treg NA28 RP ] – WH
  18. Footnote προφητῶν WH Treg NA28 ] + αὐτοῦ RP
  19. Footnote αὐτοῦ WH Treg NA28 ] – RP
  20. Footnote πρὸς WH ] εἰς Treg NA28 RP
  21. Footnote στόματος WH Treg NA28 ] + πάντων RP
  22. Footnote ἀπʼ αἰῶνος αὐτοῦ προφητῶν WH Treg NA28 ] αὐτοῦ προφητῶν ἀπʼ αἰῶνος RP
  23. Footnote μὲν WH Treg NA28 ] + γὰρ πρὸς τοὺς πατέρας RP
  24. Footnote θεὸς WH ] + ὑμῶν Treg NA28; + ἡμῶν RP
  25. Footnote ἂν WH Treg ] ἐὰν NA28 RP
  26. Footnote οἱ WH Treg NA28 ] – RP
  27. Footnote διέθετο ὁ θεὸς Treg NA28 RP ] ὁ θεὸς διέθετο WH
  28. Footnote ὑμῶν WH Treg NA28 ] ἡμῶν RP
  29. Footnote ἐνευλογηθήσονται Treg NA28 RP ] εὐλογηθήσονται WH
  30. Footnote ἀναστήσας ὁ θεὸς WH NA28 ] ὁ θεὸς ἀναστήσας Treg RP
  31. Footnote αὐτοῦ WH Treg NA28 ] + Ἰησοῦν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.