Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2

Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ⸂πάντες ὁμοῦ1 ἐπὶ τὸ αὐτό, καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ⸂καὶ ἐκάθισεν2 ἐφʼ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ⸀πάντες3 πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ⸂ἀποφθέγγεσθαι αὐτοῖς4.

Ἦσαν δὲ ⸀ἐν5 Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ⸀ἤκουον6 εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν· ἐξίσταντο ⸀δὲ7 καὶ ἐθαύμαζον ⸀λέγοντες8 ⸀Οὐχ9 ἰδοὺ ⸀πάντες10 οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. ἐξίσταντο δὲ πάντες καὶ ⸀διηπόρουν11 ἄλλος πρὸς ἄλλον λέγοντες· Τί ⸀θέλει12 τοῦτο εἶναι; ἕτεροι δὲ ⸀διαχλευάζοντες13 ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.

Σταθεὶς δὲ ⸀ὁ14 Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ⸀πάντες15 τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ⸀ἐνυπνίοις16 ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ⸀ἢ17 ⸀ἐλθεῖν18 ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. καὶ ἔσται πᾶς ὃς ⸀ἐὰν19 ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ⸂ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ20 εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, ⸀καθὼς21 αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ⸀ἔκδοτον22 διὰ ⸀χειρὸς23 ἀνόμων προσπήξαντες ἀνείλατε, ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ· Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. διὰ τοῦτο ηὐφράνθη ⸂ἡ καρδία μου24 καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ⸀ᾅδην25 οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος ⸀αὐτοῦ26 καθίσαι ἐπὶ ⸂τὸν θρόνον27 αὐτοῦ, προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι ⸂οὔτε ἐγκατελείφθη28 εἰς ⸀ᾅδην29 ⸀οὔτε30 ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ ⸂πνεύματος τοῦ ἁγίου31 λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ⸀ὃ32 ⸀ὑμεῖς33 βλέπετε καὶ ἀκούετε. οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπεν ⸀ὁ34 κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον ⸂αὐτὸν καὶ χριστὸν35 ⸂ἐποίησεν ὁ θεός36, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

Ἀκούσαντες δὲ κατενύγησαν ⸂τὴν καρδίαν37, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ⸀ποιήσωμεν38 ἄνδρες ἀδελφοί; Πέτρος δὲ ⸂πρὸς αὐτούς· Μετανοήσατε39, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ⸀ἐπὶ40 τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ⸀τῶν41 ἁμαρτιῶν ⸀ὑμῶν42 καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει ⸀αὐτοὺς43 λέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. οἱ μὲν ⸀οὖν44 ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ⸀ἐν45 τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ ⸀κοινωνίᾳ46 τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

⸀Ἐγίνετο47 δὲ πάσῃ ψυχῇ φόβος, πολλά ⸀τε48 τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. πάντες δὲ οἱ ⸀πιστεύοντες49 ⸂ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ50 εἶχον ἅπαντα κοινά, καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθʼ ἡμέραν ⸂ἐπὶ τὸ αὐτό51.

Source notes (51)
  1. Footnote πάντες ὁμοῦ WH Treg NA28 ] ἅπαντες ὁμοθυμαδὸν RP
  2. Footnote καὶ ἐκάθισεν WH Treg NA28 ] ἐκάθισέν τε RP
  3. Footnote πάντες WH Treg NA28 ] ἅπαντες RP
  4. Footnote ἀποφθέγγεσθαι αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀποφθέγγεσθαι RP
  5. Footnote ἐν WH Treg RP ] εἰς NA28
  6. Footnote ἤκουον Treg NA28 RP ] ἤκουσεν WH
  7. Footnote δὲ WH NA28 ] + πάντες Treg RP
  8. Footnote λέγοντες WH Treg NA28 ] + πρὸς ἀλλήλους RP
  9. Footnote Οὐχ NA28 ] Οὐχὶ WH Treg; Οὐκ RP
  10. Footnote πάντες WH Treg RP ] ἅπαντες NA28
  11. Footnote διηπόρουν NA28 RP ] διηποροῦντο WH Treg
  12. Footnote θέλει WH Treg NA28 ] ἄν θέλοι RP
  13. Footnote διαχλευάζοντες WH Treg NA28 ] χλευάζοντες RP
  14. Footnote ὁ WH Treg NA28 ] – RP
  15. Footnote πάντες WH Treg NA28 ] ἅπαντες RP
  16. Footnote ἐνυπνίοις WH Treg NA28 ] ἐνύπνια RP
  17. Footnote ἢ RP ] – WH Treg NA28
  18. Footnote ἐλθεῖν WH Treg NA28 ] + τὴν RP
  19. Footnote ἐὰν WH Treg ] ἂν NA28 RP
  20. Footnote ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ WH Treg NA28 ] ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον RP
  21. Footnote καθὼς WH Treg NA28 ] + καὶ RP
  22. Footnote ἔκδοτον WH Treg NA28 ] + λαβόντες RP
  23. Footnote χειρὸς WH Treg NA28 ] χειρῶν RP
  24. Footnote ἡ καρδία μου NA28 RP ] μου ἡ καρδία WH Treg
  25. Footnote ᾅδην WH Treg NA28 ] ᾍδου RP
  26. Footnote αὐτοῦ WH Treg NA28 ] + τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν RP
  27. Footnote τὸν θρόνον WH Treg NA28 ] τοῦ θρόνου RP
  28. Footnote οὔτε ἐγκατελείφθη WH Treg NA28 ] οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ RP
  29. Footnote ᾅδην WH NA28 ] ᾅδου Treg; ᾍδου RP
  30. Footnote οὔτε WH Treg NA28 ] οὐδὲ RP
  31. Footnote πνεύματος τοῦ ἁγίου WH Treg NA28 ] ἁγίου πνεύματος RP
  32. Footnote ὃ WH Treg NA28 ] + νὺν RP
  33. Footnote ὑμεῖς Treg NIV RP ] + καὶ WH NA28
  34. Footnote ὁ NA28 RP ] – WH Treg
  35. Footnote αὐτὸν καὶ χριστὸν WH Treg NA28 ] καὶ χριστὸν αὐτὸν RP
  36. Footnote ἐποίησεν ὁ θεός WH NA28 ] ὁ θεὸς ἐποίησεν Treg RP
  37. Footnote τὴν καρδίαν WH Treg NA28 ] τῇ καρδίᾳ RP
  38. Footnote ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP
  39. Footnote πρὸς αὐτούς· Μετανοήσατε WH Treg ] πρὸς αὐτούς Μετανοήσατε φησίν NA28; ἔφη πρὸς αὐτούς Μετανοήσατε RP
  40. Footnote ἐπὶ NA28 RP ] ἐν WH Treg
  41. Footnote τῶν WH Treg NA28 ] – RP
  42. Footnote ὑμῶν WH Treg NA28 ] – RP
  43. Footnote αὐτοὺς WH Treg NA28 ] – RP
  44. Footnote οὖν WH Treg NA28 ] + ἀσμένως RP
  45. Footnote ἐν WH Treg NA28 ] – RP
  46. Footnote κοινωνίᾳ WH Treg NA28 ] + καὶ RP
  47. Footnote Ἐγίνετο WH Treg NA28 ] Ἐγένετο RP
  48. Footnote τε Treg NA28 RP ] δὲ WH
  49. Footnote πιστεύοντες Treg NA28 RP ] πιστεύσαντες WH
  50. Footnote ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ Treg NA28 RP ] ἐπὶ τὸ αὐτό WH
  51. Footnote ἐπὶ τὸ αὐτό WH Treg NA28 ] τῇ ἐκκλησία RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.