Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΡΚΟΝ 3

Jesus Heals a Man with a Withered Hand

Καὶ εἰσῆλθε πάλιν εἰς 1τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ 2ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, 3Ἔγειραι εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς, Ἔξεστι τοῖς σάββασιν 4ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, 5συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά 6σου. Καὶ ἐξέτεινε, καὶ 7ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ 8ὑγιὴς ὡς ἡ ἄλλη. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι 9εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον 10ἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.

A Great Multitude Follows Jesus

Καὶ ὁ Ἰησοῦς 11ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας 12ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ 13οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, 14ἀκούσαντες ὅσα 15ἐποίει, 16ἦλθον πρὸς αὐτόν. Καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν 17ἐθεώρει, 18προσέπιπτεν αὐτῷ, καὶ 19ἔκραζε, 20λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ 21φανερὸν αὐτὸν ποιήσωσι.

The Twelve Apostles

Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. Καὶ ἐποίησε 22δώδεκα, ἵνα ὦσι μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν, καὶ ἔχειν ἐξουσίαν 23θεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια· 24καὶ ἐπέθηκε 25τῷ Σίμωνι ὄνομα Πέτρον· καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ 26Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς 27ὀνόματα 28Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς· καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ 29Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν 30Κανανίτην, καὶ Ἰούδαν 31Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.

Jesus and Beelzebul

Καὶ 32ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν 33ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς 34μήτε ἄρτον φαγεῖν. Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη. Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι 35Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ 36δύναται 37σταθῆναι ἡ οἰκία ἐκείνη. Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ 38μεμέρισται, οὐ δύναται 39σταθῆναι, ἀλλὰ τέλος ἔχει. 40Οὐδεὶς δύναται 41τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ 42διαρπάσῃ.

Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται 43τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ 44βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, 45ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου 46κρίσεως. Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.

Jesus' Mother and Brothers

47

Ἔρχονται οὖν 48οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω 49ἑστῶτες ἀπέστειλαν πρὸς αὐτόν, 50φωνοῦντες αὐτόν. Καὶ ἐκάθητο 51ὄχλος περὶ αὐτόν· 52εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου 53καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. Καὶ 54ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου 55ἢ οἱ ἀδελφοί 56μου; Καὶ περιβλεψάμενος 57κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, 58Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. Ὃς 59γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή 60μου καὶ 61μήτηρ ἐστί.

Source notes (61)
  1. Footnote την ¦ --- SBL WH
  2. Footnote εξηραμμενην εχοντι την χειρα 93.3% ¦ την χειρα εχοντι ξηραν SBL WH 0.4% ¦ την ξηραν χειρα εχοντι ECM NA TH 0.2%
  3. Footnote εγειραι 𝔐13 ¦ εγειρε 𝔐11 ANT CT
  4. Footnote αγαθοποιησαι ¦ αγαθον ποιησαι ECM† NA
  5. Footnote συλλυπουμενος ¦ συνλυπουμενος TH WH
  6. Footnote σου ¦ --- ECM† NA SBL
  7. Footnote αποκατεσταθη 𝔐15 ¦ απεκατεσταθη 𝔐9 CT
  8. Footnote υγιης ως η αλλη 𝔐16 ¦ --- 𝔐8 CT
  9. Footnote ευθεως ¦ ευθυς CT
  10. Footnote εποιουν 92.5% ¦ εποιησαν MSS 5.2% ¦ εδιδουν CT 1.3%
  11. Footnote ανεχωρησε μετα των μαθητων αυτου ¦ μετα των μαθητων αυτου ανεχωρησε CT
  12. Footnote ηκολουθησαν αυτω 𝔐755 50.9% ¦ ηκολουθησεν αυτω 𝔐478 PCK 42.9% ¦ ηκολουθησε CT 0.2%
  13. Footnote οι ¦ --- CT
  14. Footnote ακουσαντες ¦ ακουοντες CT
  15. Footnote εποιει ¦ ποιει WH
  16. Footnote ηλθον ¦ ηλθαν WH
  17. Footnote εθεωρει ¦ εθεωρουν ANT CT
  18. Footnote προσεπιπτεν 𝔐14 ¦ προσεπιπτον 𝔐10 ANT CT
  19. Footnote εκραζε 𝔐17 ¦ εκραζον 𝔐6 ANT CT
  20. Footnote λεγοντα ¦ λεγοντες NA
  21. Footnote φανερον αυτον ¦ αυτον φανερον CT TR
  22. Footnote δωδεκα 97.1% ¦ δωδεκα ους και αποστολους ωνομασεν NA WH 1.5%
  23. Footnote θεραπευειν τας νοσους και ¦ --- CT
  24. Footnote και 98.8% ¦ και εποιησε τους δωδεκα και NA SBL WH 0.4%
  25. Footnote τω σιμωνι ονομα ¦ ονομα τω σιμωνι ANT CT
  26. Footnote ιωαννην ¦ ιωανην WH
  27. Footnote ονοματα ¦ ονομα WH
  28. Footnote βοανεργες ¦ βοανηργες CT
  29. Footnote ματθαιον ¦ μαθθαιον CT
  30. Footnote κανανιτην ¦ καναναιον CT
  31. Footnote ισκαριωτην 98% ¦ ισκαριωθ CT 0.8%
  32. Footnote ερχονται ¦ ερχεται ECM† NA SBL TH WH
  33. Footnote οχλος 89.5% ¦ ο οχλος NA SBL TH WH 7.4%
  34. Footnote μητε ¦ μηδε ANT ECM† NA PCK SBL TH WH
  35. Footnote βεελζεβουλ ¦ βεεζεβουλ WH
  36. Footnote δυναται ¦ δυνησεται CT
  37. Footnote σταθηναι η οικια εκεινη ¦ η οικια εκεινη σταθηναι ECM NA SBL ¦ η οικια εκεινη στηναι TH WH
  38. Footnote μεμερισται ¦ εμερισθη CT
  39. Footnote σταθηναι ¦ στηναι ECM† NA SBL TH WH
  40. Footnote ουδεις δυναται ¦ ου δυναται ουδεις TR ¦ αλλ ου δυναται ουδεις ECM NA TH WH ¦ αλλ ουδεις δυναται SBL
  41. Footnote τα σκευη του ισχυρου εισελθων εις την οικιαν ¦ εις την οικιαν του ισχυρου εισελθων τα σκευη ECM† NA SBL TH WH
  42. Footnote διαρπαση 𝔐18 ¦ διαρπασει 𝔐7 ANT CT TR
  43. Footnote τα αμαρτηματα τοις υιοις των ανθρωπων ¦ τοις υιοις των ανθρωπων τα αμαρτηματα ANT CT
  44. Footnote βλασφημιαι οσας αν ¦ αι βλασφημιαι οσας εαν ANT ECM† ¦ αι βλασφημιαι οσα εαν ECM† NA SBL TH WH
  45. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  46. Footnote κρισεως 97% ¦ αμαρτηματος CT 0.7%
  47. Footnote ερχονται ουν ¦ και ερχεται ECM† NA TH ¦ και ερχονται ECM† SBL WH
  48. Footnote οι αδελφοι και η μητηρ 80.8% ¦ οι αδελφοι αυτου και η μητηρ MSS 13.5% ¦ η μητηρ αυτου και οι αδελφοι ANT CT 2.7%
  49. Footnote εστωτες ¦ στηκοντες ECM† NA SBL TH WH ¦ εστηκοτες ECM†
  50. Footnote φωνουντες 94.6% ¦ καλουντες ECM† NA SBL TH WH 1.6%
  51. Footnote οχλος περι αυτον ¦ περι αυτον οχλος ANT CT
  52. Footnote ειπον δε ¦ και λεγουσιν CT
  53. Footnote και αι αδελφαι σου 𝔐891 70.2% ¦ --- 𝔐376 ANT ECM SBL TH TR WH 28.9%
  54. Footnote απεκριθη αυτοις λεγων ¦ αποκριθεις αυτοις λεγει ECM† NA SBL TH WH
  55. Footnote η KX(92) ¦ και KX(59) ECM NA TH WH
  56. Footnote μου ¦ --- WH
  57. Footnote κυκλω τους περι αυτον ¦ τους περι αυτον κυκλω CT
  58. Footnote ιδε ¦ ιδου PCK
  59. Footnote γαρ 99.4% ¦ --- WH 0.3%
  60. Footnote μου ¦ --- CT
  61. Footnote μητηρ ¦ μητηρ μου PCK

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.