Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΡΚΟΝ 2

Jesus Heals a Paralytic

Καὶ 1εἰσῆλθε πάλιν εἰς 2Καπερναοὺμ δι᾽ ἡμερῶν· 3καὶ ἠκούσθη ὅτι 4εἰς οἶκόν ἐστι. Καὶ 5εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται 6πρὸς αὐτόν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. Καὶ μὴ δυνάμενοι 7προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν 8κράββατον 9ἐφ᾽ ᾧ ὁ παραλυτικὸς κατέκειτο. 10Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, 11ἀφέωνταί 12σοι αἱ ἁμαρτίαι σου.

Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, Τί οὗτος οὕτω λαλεῖ 13βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός; Καὶ 14εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως 15αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, 16εἶπεν αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, 17Ἀφέωνταί 18σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, 19Ἔγειραι, καὶ ἆρόν 20σου τὸν κράββατον, καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου 21ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—λέγει τῷ παραλυτικῷ— Σοὶ λέγω, 22ἔγειραι 23καὶ ἆρον τὸν 24κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἠγέρθη 25εὐθέως, καὶ ἄρας τὸν 26κράββατον, ἐξῆλθεν 27ἐναντίον πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι 28Οὐδέποτε οὕτως 29εἴδομεν.

Jesus Calls Levi

Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. Καὶ παράγων εἶδε 30Λευῒν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

Καὶ 31ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ 32ἠκολούθησαν αὐτῷ. Καὶ οἱ γραμματεῖς 33καὶ οἱ Φαρισαῖοι, ἰδόντες 34αὐτὸν ἐσθίοντα μετὰ τῶν 35τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, 36Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει 37καὶ πίνει; Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει 38αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, 39ἀλλὰ ἁμαρτωλοὺς 40εἰς μετάνοιαν.

A Question About Fasting

Καὶ ἦσαν οἱ μαθηταὶ 41Ἰωάννου καὶ οἱ 42τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ 43Ἰωάννου καὶ 44οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, νηστεύειν; Ὅσον χρόνον 45μεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν· ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν 46ἐκείναις ταῖς ἡμέραις. 47

Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου 48ἐπιρράπτει ἐπὶ 49ἱματίῳ παλαιῷ· εἰ δὲ 50μή, αἴρει τὸ πλήρωμα 51αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα 52γίνεται. Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, 53ῥήσσει ὁ οἶνος 54ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος 55ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 56ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς 57βλητέον.

Jesus Is Lord of the Sabbath

Καὶ ἐγένετο 58παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ 59ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν 60ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι; Καὶ 61αὐτὸς ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε 62Δαυίδ, ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ 63ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ 64τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, 65οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Source notes (65)
  1. Footnote εισηλθε παλιν ¦ παλιν εισηλθεν TR ¦ εισελθων παλιν CT
  2. Footnote καπερναουμ ¦ καφαρναουμ CT
  3. Footnote και ¦ --- CT
  4. Footnote εις οικον 98.5% ¦ εν οικω CT 1%
  5. Footnote ευθεως ¦ --- CT
  6. Footnote προς αυτον παραλυτικον φεροντες ¦ φεροντες προς αυτον παραλυτικον ECM† NA SBL WH
  7. Footnote προσεγγισαι ¦ προσενεγκαι CT
  8. Footnote κραββατον 𝔐12 ¦ κραβαττον 𝔐12 ANT CT
  9. Footnote εφ ω ¦ οπου ECM† NA SBL TH WH
  10. Footnote ιδων δε ¦ και ιδων CT
  11. Footnote αφεωνται ¦ αφιενται ECM NA SBL WH
  12. Footnote σοι αι αμαρτιαι σου ¦ σου αι αμαρτιαι CT
  13. Footnote βλασφημιας ¦ βλασφημει CT
  14. Footnote ευθεως ¦ ευθυς CT
  15. Footnote αυτοι ¦ --- CT TR
  16. Footnote ειπεν ¦ λεγει CT
  17. Footnote αφεωνται ¦ αφιενται ECM NA SBL WH
  18. Footnote σου 𝔐15 ¦ σοι 𝔐9 TR
  19. Footnote εγειραι 𝔐14 ¦ εγειρε 𝔐12 ANT ECM NA SBL TH ¦ εγειρου WH
  20. Footnote σου τον κραββατον ¦ τον κραββατον σου PCK ¦ τον κραβαττον σου ANT CT
  21. Footnote αφιεναι επι της γης αμαρτιας 𝔐695 46.2% ¦ επι της γης αφιεναι αμαρτιας 𝔐487 ECM† PCK SBL 46.9% ¦ αφιεναι αμαρτιας επι της γης ECM† NA WH 3.2%
  22. Footnote εγειραι 𝔐11 ¦ εγειρε 𝔐14 ANT CT
  23. Footnote και ¦ --- CT
  24. Footnote κραββατον 𝔐13 ¦ κραβαττον 𝔐13 ANT CT
  25. Footnote ευθεως και ¦ και ευθυς CT
  26. Footnote κραββατον 𝔐12 ¦ κραβαττον 𝔐13 ANT CT
  27. Footnote εναντιον ¦ εμπροσθεν NA SBL TH WH
  28. Footnote ουδεποτε ουτως ¦ ουτως ουδεποτε CT
  29. Footnote ειδομεν ¦ ειδαμεν WH
  30. Footnote λευιν 𝔐27 ¦ λευι 𝔐17 RP ¦ λευειν TH WH
  31. Footnote εγενετο εν τω ¦ γινεται ECM NA SBL WH ¦ γεινεται TH
  32. Footnote ηκολουθησαν ¦ ηκολουθουν ECM† NA SBL TH WH
  33. Footnote και οι φαρισαιοι 96.6% ¦ των φαρισαιων CT 0.2%
  34. Footnote αυτον εσθιοντα 96.2% ¦ οτι ησθιε TH 0.3% ¦ οτι εσθιει ECM NA SBL WH 0.2%
  35. Footnote τελωνων και αμαρτωλων 97.7% ¦ αμαρτωλων και τελωνων CT 0.2%
  36. Footnote τι 95.9% ¦ --- ECM† NA SBL TH WH 1.8%
  37. Footnote και πινει 92.9% ¦ --- CT 0.7%
  38. Footnote αυτοις ¦ αυτοις οτι ECM NA SBL WH
  39. Footnote αλλα ¦ αλλ ECM NA28
  40. Footnote εις μετανοιαν 𝔐16 ¦ --- 𝔐9 CT
  41. Footnote ιωαννου ¦ ιωανου WH
  42. Footnote των φαρισαιων 92% ¦ φαρισαιοι CT 6.4%
  43. Footnote ιωαννου ¦ ιωανου WH
  44. Footnote οι ¦ οι μαθηται CT
  45. Footnote μεθ εαυτων εχουσι τον νυμφιον 89.6% ¦ εχουσι τον νυμφιον μετ αυτων CT 0.6%
  46. Footnote εκειναις ταις ημεραις ¦ εκεινη τη ημερα CT
  47. Footnote και ¦ --- ANT CT
  48. Footnote επιρραπτει ¦ επιραπτει CT
  49. Footnote ιματιω παλαιω ¦ ιματιον παλαιον CT
  50. Footnote μη ¦ μηγε ANT
  51. Footnote αυτου ¦ απ αυτου CT
  52. Footnote γινεται ¦ γεινεται TH
  53. Footnote ρησσει ¦ ρηξει CT
  54. Footnote ο νεος ¦ --- CT
  55. Footnote εκχειται και οι ασκοι απολουνται ¦ απολλυται και οι ασκοι ECM NA SBL WH
  56. Footnote αλλα ¦ αλλ ECM NA28
  57. Footnote βλητεον 97.5% ¦ --- CT 0.3%
  58. Footnote παραπορευεσθαι αυτον εν τοις σαββασι ¦ αυτον εν τοις σαββασι παραπορευεσθαι ECM NA SBL TH ¦ αυτον εν τοις σαββασι διαπορευεσθαι WH
  59. Footnote ηρξαντο οι μαθηται αυτου ¦ οι μαθηται αυτου ηρξαντο CT
  60. Footnote εν ¦ --- CT
  61. Footnote αυτος ελεγεν ¦ λεγει CT
  62. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  63. Footnote αρχιερεως 83% ¦ του αρχιερεως TR 16.2%
  64. Footnote τοις ιερευσι ¦ τους ιερεις ECM NA SBL WH
  65. Footnote ουχ 96.6% ¦ και ουχ CT 0.9%

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.