The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΡΚΟΝ 1
The Preaching of John the Baptist
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, 1υἱοῦ τοῦ Θεοῦ. 2
Ὡς γέγραπται ἐν 3τοῖς προφήταις,
Ἰδού, 4ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου 5ἔμπροσθέν σου.
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
ἐγένετο 6Ἰωάννης 7βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ 8ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ 9Ἱεροσολυμῖται, 10καὶ ἐβαπτίζοντο πάντες 11ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 12Ἦν δὲ 13ὁ 14Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ 15ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ 16μὲν ἐβάπτισα ὑμᾶς 17ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς 18ἐν Πνεύματι Ἁγίῳ.
The Baptism of Jesus
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν 19Ἰησοῦς ἀπὸ 20Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη 21ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ 22εὐθέως ἀναβαίνων 23ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα 24ὡσεὶ περιστερὰν καταβαῖνον 25ἐπ᾽ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν 26ᾧ 27εὐδόκησα.
The Temptation of Jesus
Καὶ 28εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. Καὶ ἦν 29ἐκεῖ ἐν τῇ ἐρήμῳ 30ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Jesus Begins His Ministry
Μετὰ δὲ τὸ παραδοθῆναι 32τὸν 33Ἰωάννην, ἦλθεν 34ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον 35τῆς βασιλείας τοῦ Θεοῦ, καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
Jesus Calls His First Disciples
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν 37αὐτοῦ τοῦ Σίμωνος 38βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ 39ἁλιεῖς. Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι 40ἁλιεῖς ἀνθρώπων. Καὶ 41εὐθέως ἀφέντες τὰ δίκτυα 42αὐτῶν, ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς 43ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ 44Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. Καὶ 45εὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
Jesus Casts Out an Unclean Spirit
Καὶ εἰσπορεύονται εἰς 46Καπερναούμ· καὶ 47εὐθέως τοῖς σάββασιν 48εἰσελθὼν 49εἰς τὴν συναγωγήν, ἐδίδασκε. Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 50Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε, λέγων, 51Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ 52κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. Καὶ ἐθαμβήθησαν 53πάντες, ὥστε 54συζητεῖν 55πρὸς ἑαυτούς, λέγοντας, Τί ἐστι τοῦτο; 56Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 57Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ 58εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Jesus Heals Many
Καὶ 59εὐθέως ἐκ τῆς συναγωγῆς 60ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ 61Ἰωάννου. Ἡ δὲ πενθερὰ 62Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ 63εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς· καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς 64αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς 65εὐθέως, καὶ διηκόνει αὐτοῖς.
Ὀψίας δὲ γενομένης, ὅτε 66ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· καὶ 67ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν 68αὐτόν.
Jesus Preaches in Galilee
Καὶ πρωῒ 69ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ 70ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. Καὶ 71κατεδίωξαν αὐτὸν 72ὁ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ· καὶ 73εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες 74σε ζητοῦσι. Καὶ λέγει αὐτοῖς, 75Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα 76καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ 77ἐξελήλυθα. Καὶ 78ἦν κηρύσσων 79ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
Jesus Cleanses a Man with Leprosy
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν 80αὐτόν, 81καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 82Ὁ δὲ Ἰησοῦς 83σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα, 84ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. Καὶ 85εἰπόντος αὐτοῦ 86εὐθέως ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ 87ἐκαθαρίσθη. Καὶ ἐμβριμησάμενος αὐτῷ, 88εὐθέως ἐξέβαλεν αὐτόν, καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς· 89ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ 90προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε 91Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, 92ἀλλ᾽ ἔξω 93ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν 94πανταχόθεν.
Source notes (94)
- Footnote υιου του θεου 98.2% ¦ υιου θεου NA TH 0.5% ¦ --- SBL WH 0.8%
- Footnote ως ¦ καθως ECM† NA SBL TH WH
- Footnote τοις προφηταις 96.2% ¦ τω ησαια τω προφητη CT 1.3%
- Footnote εγω ¦ --- NA SBL TH WH
- Footnote εμπροσθεν σου 96.6% ¦ --- ECM† NA SBL TH WH 3.3%
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote βαπτιζων εν τη ερημω και 98.2% ¦ ο βαπτιζων εν τη ερημω και NA TH 0.4% ¦ ο βαπτιζων εν τη ερημω SBL WH 0.2%
- Footnote εξεπορευετο KX(83) ¦ εξεπορευοντο KX(67)
- Footnote ιεροσολυμιται ¦ ιεροσολυμειται TH WH
- Footnote και εβαπτιζοντο παντες ¦ παντες και εβαπτιζοντο CT
- Footnote εν τω ιορδανη ποταμω υπ αυτου ¦ υπ αυτου εν τω ιορδανη ποταμω CT
- Footnote ην δε ¦ και ην CT
- Footnote ο ¦ --- TR
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote εσθιων ¦ εσθων SBL TH WH
- Footnote μεν ¦ --- CT
- Footnote εν 95% ¦ --- ECM NA SBL WH 4.3%
- Footnote εν 99.7% ¦ --- WH 0.2%
- Footnote ιησους 𝔐18 ¦ ο ιησους 𝔐7 ANT PCK
- Footnote ναζαρετ 𝔐17 ¦ ναζαρεθ 𝔐8 SCR
- Footnote υπο ιωαννου εις τον ιορδανην ¦ εις τον ιορδανην υπο ιωαννου ECM† NA SBL TH ¦ εις τον ιορδανην υπο ιωανου WH
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote απο ¦ εκ CT
- Footnote ωσει KX(93) ¦ ως KX(70) ANT CT
- Footnote επ ¦ εις ECM† NA SBL TH WH
- Footnote ω ¦ σοι ANT CT
- Footnote ευδοκησα ¦ ηυδοκησα ANT
- Footnote ευθυς 𝔐17 ¦ ευθεως 𝔐8 ANT PCK
- Footnote εκει ¦ --- CT
- Footnote ημερας τεσσαρακοντα ¦ τεσσερακοντα ημερας ECM† NA SBL TH WH ¦ ημερας τεσσερακοντα ECM†
- Footnote μετα δε 99.2% ¦ και μετα SBL WH 0.3%
- Footnote τον KX(104) ¦ --- KX(58) ANT
- Footnote ιωαννην ¦ ιωανην WH
- Footnote ο KX(79) ¦ --- KX(84)
- Footnote της βασιλειας 95.5% ¦ --- CT 2.1%
- Footnote περιπατων δε ¦ και παραγων CT
- Footnote αυτου του σιμωνος ¦ αυτου TR ¦ σιμωνος CT
- Footnote βαλλοντας αμφιβληστρον 82.8% ¦ αμφιβαλλοντας αμφιβληστρον MSS 10.6% ¦ αμφιβαλλοντας CT 0.3%
- Footnote αλιεις ¦ αλεεις TH WH
- Footnote αλιεις ¦ αλεεις TH WH
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote αυτων ¦ --- CT
- Footnote εκειθεν ¦ --- CT
- Footnote ιωαννην ¦ ιωανην WH
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote καπερναουμ ¦ καφαρναουμ CT
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote εισελθων 97.7% ¦ --- SBL 1%
- Footnote εις την συναγωγην εδιδασκε 97.7% ¦ εδιδασκεν εις την συναγωγην SBL 0.9%
- Footnote και ¦ και ευθυς CT
- Footnote εα ¦ --- ECM† NA SBL TH WH
- Footnote κραξαν ¦ φωνησαν CT
- Footnote παντες ¦ απαντες ECM† NA SBL TH WH
- Footnote συζητειν ¦ συνζητειν TH WH
- Footnote πρὸς ἑαυτοὺς λέγοντας 76.4% ¦ πρὸς ἑαυτοὺς λέγοντες MSS 18.3% ¦ πρὸς αὐτοὺς λέγοντας TR 2% ¦ αὐτοὺς λέγοντας WH 0.2%
- Footnote τις η διδαχη η καινη αυτη οτι ¦ διδαχη καινη CT
- Footnote εξηλθε δε ¦ και εξηλθεν ANT CT
- Footnote ευθυς ¦ ευθυς πανταχου ECM† NA SBL TH WH
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote εξελθοντες ηλθον 83.1% ¦ εξελθων ηλξεν εξελθοντες ηλθαν WH 0.1%
- Footnote ιωαννου ¦ ιωανου WH
- Footnote σιμωνος ¦ του σιμωνος PCK
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote αυτης ¦ --- ECM† NA SBL TH WH
- Footnote ευθεως ¦ --- CT
- Footnote εδυ ¦ εδυσεν WH
- Footnote η πολις ολη επισυνηγμενη ην ¦ ην η πολις ολη επισυνηγμενη ANT ¦ ην ολη η πολις επισυνηγμενη CT
- Footnote αυτον 57.6% ¦ αυτον χριστον ειναι ANT PCK WH 28.6% ¦ αυτον τον χριστον ειναι MSS 8.9%
- Footnote εννυχον ¦ εννυχα ANT CT
- Footnote απηλθεν 𝔐17 ¦ απηλθεν ο ιησους 𝔐8
- Footnote κατεδιωξαν ¦ κατεδιωξεν ECM† NA SBL TH WH
- Footnote ο 𝔐18 ¦ ο τε 𝔐7 ¦ --- ECM† NA SBL TH WH
- Footnote ευροντες αυτον ¦ ευρον αυτον και ECM† NA SBL TH WH
- Footnote σε ζητουσι ¦ ζητουσι σε CT TR
- Footnote αγωμεν ¦ αγωμεν αλλαχου ECM† NA SBL TH WH
- Footnote και εκει ¦ κακει TH TR
- Footnote εξεληλυθα 𝔐13 ¦ εληλυθα 𝔐12 PCK ¦ εξηλθον CT
- Footnote ην 99.4% ¦ ηλθε CT 0.5%
- Footnote εν ταις συναγωγαις ¦ εις τας συναγωγας CT
- Footnote αυτον 85.9% ¦ --- CT 6.1%
- Footnote και ¦ --- SBL WH
- Footnote ο δε ιησους ¦ και CT
- Footnote σπλαγχνισθεις 99.5% ¦ οργισθεις SBL 0.1%
- Footnote ηψατο αυτου ¦ αυτου ηψατο CT
- Footnote ειποντος αυτου 95.8% ¦ --- CT 2.3%
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote εκαθαρισθη ¦ εκαθερισθη TH WH
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote αλλ 𝔐13 ¦ αλλα 𝔐13 NA27 SBL TH WH
- Footnote προσενεγκε ¦ προσενεγκαι PCK
- Footnote μωσης 𝔐15 ¦ μωυσης 𝔐10 ANT CT
- Footnote αλλ ¦ αλλα SBL WH
- Footnote εν ¦ επ CT
- Footnote πανταχοθεν ¦ παντοθεν CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.