Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΡΚΟΝ 4

The Parable of the Sower

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ 1συνήχθη πρὸς αὐτὸν ὄχλος 2πολύς, ὥστε αὐτὸν 3ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς 4ἦν. Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων 5τοῦ σπεῖραι. Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε 6παρὰ τὴν ὁδόν, καὶ 7ἦλθε τὰ 8πετεινὰ καὶ κατέφαγεν αὐτό. 9Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, 10ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ 11εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 12ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε. Καὶ 13ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ 14αὐξάνοντα, καὶ ἔφερεν 15ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν. Καὶ 16ἔλεγεν, 17Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

The Purpose of Speaking in Parables

18

Ὅτε δὲ ἐγένετο καταμόνας, 19ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα 20τὴν παραβολήν. Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν 21δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα 22γίνεται· ἵνα

βλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι·

καὶ ἀκούοντες ἀκούωσι, καὶ μὴ συνιῶσι·

μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς 23τὰ ἁμαρτήματα.

The Parable of the Sower Explained

Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; Ὁ σπείρων τὸν λόγον σπείρει. Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, 24εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον 25ἐν ταῖς καρδίαις αὐτῶν. Καὶ οὗτοί 26εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσι τὸν λόγον, 27εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, 28εὐθέως σκανδαλίζονται. Καὶ 29οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, 30οἱ τὸν λόγον 31ἀκούοντες, καὶ αἱ μέριμναι τοῦ αἰῶνος 32τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι 33συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος 34γίνεται. Καὶ 35οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, 36ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.

A Lamp Under a Basket

Καὶ ἔλεγεν αὐτοῖς, 37Μήτι 38ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν 39κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν 40ἐπιτεθῇ; Οὐ γάρ ἐστί 41τι κρυπτόν, 42ὃ 43ἐὰν 44μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵνα 45εἰς φανερὸν ἔλθῃ. Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.

Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε 46μετρηθήσεται ὑμῖν, 47καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. Ὃς γὰρ 48ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

The Parable of the Growing Seed

Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς 49ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ καὶ 50ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος 51βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. Αὐτομάτη 52γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, 53εἶτα στάχυν, εἶτα 54πλήρη σῖτον ἐν τῷ στάχυϊ. Ὅταν δὲ 55παραδῷ ὁ καρπός, 56εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

The Parable of the Mustard Seed

Καὶ ἔλεγε, 57Τίνι 58ὁμοιώσομεν τὴν βασιλείαν τοῦ Θεοῦ; Ἢ ἐν 59ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; Ὡς 60κόκκον σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, 61μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς· καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ 62γίνεται 63πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ 64κατασκηνοῦν.

The Use of Parables

Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς 65ἐδύναντο ἀκούειν· χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει 66αὐτοῖς· 67κατ᾽ ἰδίαν δὲ τοῖς 68μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.

Jesus Calms a Storm

Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα 69δὲ 70πλοιάρια ἦν μετ᾽ αὐτοῦ. Καὶ 71γίνεται λαῖλαψ 72ἀνέμου μεγάλη· 73τὰ δὲ κύματα 74ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε 75αὐτὸ ἤδη γεμίζεσθαι. Καὶ 76ἦν αὐτὸς 77ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ 78διεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ 79μέλει σοι ὅτι ἀπολλύμεθα; Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε 80οὕτω; 81Πῶς οὐκ ἔχετε πίστιν; Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα 82ὑπακούουσιν αὐτῷ;

Source notes (82)
  1. Footnote συνηχθη ¦ συναγεται CT
  2. Footnote πολυς ¦ πλειστος CT
  3. Footnote εμβαντα εις το πλοιον ¦ εις πλοιον εμβαντα CT
  4. Footnote ην ¦ ησαν ANT CT
  5. Footnote του ¦ --- ECM† NA SBL TH WH
  6. Footnote παρα ¦ επι ANT
  7. Footnote ηλθε ¦ ηλθον ANT
  8. Footnote πετεινα ¦ πετεινα του ουρανου TR
  9. Footnote αλλο δε ¦ και αλλο ANT CT
  10. Footnote οπου ¦ και οπου WH
  11. Footnote ευθεως ¦ ευθυς CT
  12. Footnote ηλιου δε ανατειλαντος ¦ και οτε ανετειλεν ο ηλιος CT
  13. Footnote αλλο ¦ αλλα CT
  14. Footnote αυξανοντα ¦ αυξανομενα CT
  15. Footnote ἐν … ἐν … ἐν 𝔐45 ¦ ἓν … ἓν … ἓν 𝔐0 ECM† HF NA SBL TR ¦ εἰς … ἐν … ἐν WH
  16. Footnote ελεγεν ¦ ελεγεν αυτοις ANT TR
  17. Footnote ο εχων ¦ ος εχει CT
  18. Footnote οτε δε ¦ και οτε CT
  19. Footnote ηρωτησαν ¦ ηρωτων CT
  20. Footnote την παραβολην ¦ τας παραβολας CT
  21. Footnote δεδοται γνωναι το μυστηριον ¦ δεδοται γνωναι τα μυστηρια ANT ¦ το μυστηριον δεδοται CT
  22. Footnote γινεται ¦ γεινεται TH
  23. Footnote τα αμαρτηματα ¦ --- CT
  24. Footnote ευθεως ¦ ευθυς ANT CT
  25. Footnote εν ταις καρδιαις αυτων ¦ εις αυτους NA SBL WH ¦ εν αυτοις ECM TH
  26. Footnote εισιν ομοιως 95.5% ¦ εισιν NA 2.1% ¦ ομοιως εισιν ANT 1.5%
  27. Footnote ευθεως ¦ ευθυς ANT CT
  28. Footnote ευθεως ¦ ευθυς ANT CT
  29. Footnote ουτοι ¦ αλλοι CT
  30. Footnote οι ¦ ουτοι εισιν οι CT ST
  31. Footnote ακουοντες ¦ ακουσαντες CT
  32. Footnote τουτου ¦ --- CT
  33. Footnote συμπνιγουσι ¦ συνπνιγουσιν TH WH
  34. Footnote γινεται ¦ γεινεται TH
  35. Footnote ουτοι ¦ εκεινοι CT
  36. Footnote ἐν … ἐν … ἐν 𝔐43 ¦ ἓν … ἓν … ἓν 𝔐0 ECM† HF NA SBL TR
  37. Footnote μητι 98.6% ¦ οτι μητι WH 0.2%
  38. Footnote ο λυχνος ερχεται ¦ ερχεται ο λυχνος ANT CT
  39. Footnote κλινην ¦ κλεινην TH
  40. Footnote επιτεθη 𝔐15 ¦ τεθη 𝔐10 CT
  41. Footnote τι 𝔐15 ¦ --- 𝔐10 ANT ECM† NA PCK SBL TH WH
  42. Footnote ο ¦ --- CT
  43. Footnote εαν ¦ ει ECM†
  44. Footnote μη ¦ μη ινα CT
  45. Footnote εις φανερον ελθη ¦ ελθη εις φανερον ANT CT
  46. Footnote μετρηθησεται ¦ αντιμετρηθησεται PCK
  47. Footnote και προστεθησεται υμιν τοις ακουουσιν 88.8% ¦ τοις ακουουσιν MSS 6.4% ¦ και προστεθησεται υμιν CT 0.6%
  48. Footnote αν εχη ¦ εχει CT
  49. Footnote εαν ¦ αν ANT ¦ --- ECM NA SBL WH
  50. Footnote εγειρηται 𝔐14 ¦ εγειρηται 𝔐10
  51. Footnote βλαστανη ¦ βλαστα CT
  52. Footnote γαρ ¦ --- CT
  53. Footnote ειτα … ειτα ¦ ειτεν … ειτεν WH
  54. Footnote πληρη ¦ πληρης ECM NA SBL
  55. Footnote παραδω ¦ παραδοι CT
  56. Footnote ευθεως ¦ ευθυς CT
  57. Footnote τινι ¦ πως ANT CT
  58. Footnote ομοιωσομεν KX(96) ¦ ομοιωσωμεν KX(58) ANT CT RP TR
  59. Footnote ποια παραβολη παραβαλωμεν αυτην ¦ τινι παραβολη παραβαλωμεν αυτην ANT ¦ τινι αυτην παραβολη θωμεν CT
  60. Footnote κοκκον ¦ κοκκω NA SBL TH TR WH
  61. Footnote μικροτερος παντων των σπερματων εστι ¦ μικροτερον ον παντων των σπερματων CT
  62. Footnote γινεται ¦ γεινεται TH
  63. Footnote παντων των λαχανων μειζων ¦ μειζων παντων των λαχανων ANT ¦ μειζον παντων των λαχανων CT
  64. Footnote κατασκηνουν ¦ κατασκηνοιν WH
  65. Footnote εδυναντο ¦ ηδυναντο ANT CT TR
  66. Footnote αυτοις ¦ αυτοις τον λογον ANT
  67. Footnote κατ ¦ καθ TH
  68. Footnote μαθηταις αυτου ¦ ιδιοις μαθηταις CT
  69. Footnote δε ¦ --- CT
  70. Footnote πλοιαρια ¦ πλοια ANT CT
  71. Footnote γινεται ¦ γεινεται TH
  72. Footnote ανεμου μεγαλη ¦ μεγαλη ανεμου CT
  73. Footnote τα δε ¦ και τα CT
  74. Footnote επεβαλλεν 𝔐23 ¦ επεβαλεν 𝔐21 ECM† HF PCK
  75. Footnote αυτο ηδη γεμιζεσθαι ¦ ηδη αυτο βυθιζεσθαι ANT ¦ ηδη γεμιζεσθαι το πλοιον CT
  76. Footnote ην αυτος ¦ αυτος ην CT
  77. Footnote επι ¦ εν CT
  78. Footnote διεγειρουσιν ¦ εγειρουσιν ECM† NA SBL TH WH
  79. Footnote μελει 𝔐15 ¦ μελλει 𝔐10
  80. Footnote ουτω 96.7% ¦ --- CT 1%
  81. Footnote πως ουκ 97.4% ¦ ουπω CT 1.9%
  82. Footnote υπακουουσιν αυτω 96.1% ¦ αυτω υπακουει ECM† 1.3% ¦ υπακουει αυτω ECM† NA SBL TH WH 0.4%

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.