Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΡΚΟΝ 5

Jesus Heals a Demon-Possessed Man

Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν 1Γαδαρηνῶν. Καὶ 2ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, 3εὐθέως 4ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν 5κατοίκησιν εἶχεν ἐν τοῖς 6μνήμασι· καὶ 7οὔτε ἁλύσεσιν οὐδεὶς 8ἐδύνατο αὐτὸν δῆσαι, διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς 9αὐτὸν ἴσχυε δαμάσαι· καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς 10ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 11

Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεν 12αὐτῷ, καὶ κράξας φωνῇ μεγάλῃ 13εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. Ἔλεγε γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. Καὶ ἐπηρώτα αὐτόν, Τί 14σοι ὄνομα; Καὶ 15ἀπεκρίθη, λέγων, 16Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ 17αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.

Ἦν δὲ ἐκεῖ 18πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· καὶ παρεκάλεσαν αὐτὸν 19πάντες οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. Καὶ ἐπέτρεψεν αὐτοῖς 20εὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· 21ἦσαν δὲ ὡς 22δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 23

Οἱ δὲ βόσκοντες 24τοὺς χοίρους ἔφυγον, καὶ 25ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ 26ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός· καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον 27καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν 28Λεγεῶνα· καὶ ἐφοβήθησαν. 29Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ 30ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα 31ᾖ μετ᾽ αὐτοῦ. 32Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ 33ἀνάγγειλον αὐτοῖς ὅσα 34σοι ὁ Κύριος 35πεποίηκε, καὶ ἠλέησέ σε. Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.

A Girl Restored to Life and a Woman Healed

Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. Καὶ 36ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι 37Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, καὶ 38παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς 39αὐτῇ τὰς χεῖρας, 40ὅπως σωθῇ καὶ 41ζήσεται. Καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.

Καὶ γυνή 42τις οὖσα ἐν ῥύσει αἵματος 43ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽ 44αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα 45περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε 46γὰρ ὅτι 47Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ 48εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ 49εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε, Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν 50ἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ, 51Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; Ὁ δὲ Ἰησοῦς 52εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ· μόνον πίστευε. Καὶ οὐκ ἀφῆκεν 53οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ 54Πέτρον καὶ Ἰάκωβον καὶ 55Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. Καὶ 56ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, 57κλαίοντας καὶ ἀλαλάζοντας πολλά. Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ. 58Ὁ δέ, ἐκβαλὼν 59πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον 60ἀνακείμενον. Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, 61Ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, 62ἔγειραι. Καὶ 63εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ 64ἐξέστησαν ἐκστάσει μεγάλῃ. Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς 65γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.

Source notes (65)
  1. Footnote γαδαρηνων 95% ¦ γεργεσηνων ANT 4% ¦ γερασηνων CT 0.3%
  2. Footnote εξελθοντι αυτω ¦ εξελθοντος αυτου ANT CT
  3. Footnote ευθεως ¦ ευθυς CT
  4. Footnote απηντησεν ¦ υπηντησεν ECM† NA SBL TH WH
  5. Footnote κατοικησιν ¦ οικησιν PCK
  6. Footnote μνημασι ¦ μνημειοις TR
  7. Footnote ουτε αλυσεσιν ¦ ουδε αλυσει ουκετι CT
  8. Footnote εδυνατο ¦ ηδυνατο ANT PCK TR
  9. Footnote αυτον ισχυε ¦ αυτον ισχυσε PCK ¦ ισχυεν αυτον ANT CT
  10. Footnote ορεσι και εν τοις μνημασιν ¦ μνημασι και εν τοις ορεσιν ANT CT PCK
  11. Footnote ιδων δε ¦ και ιδων CT
  12. Footnote αυτω ¦ αυτον ANT ECM† SBL WH
  13. Footnote ειπε ¦ λεγει ANT CT
  14. Footnote σοι ονομα ¦ ονομα σοι ANT CT
  15. Footnote απεκριθη λεγων ¦ λεγει αυτω CT
  16. Footnote λεγεων ¦ λεγιων CT
  17. Footnote αυτους αποστειλη ¦ αποστειλη αυτους ANT ¦ αυτα αποστειλη ECM NA SBL WH
  18. Footnote προς τω ορει αγελη χοιρων μεγαλη βοσκομενη ¦ προς τα ορη αγελη χοιρων μεγαλη βοσκομενη TR ¦ αγελη χοιρων μεγαλη βοσκομενη προς τω ορει ANT
  19. Footnote παντες οι δαιμονες ¦ --- CT
  20. Footnote ευθεως ο ιησους ¦ --- CT
  21. Footnote ησαν δε ¦ --- CT
  22. Footnote δισχιλιοι ¦ δισχειλιοι TH
  23. Footnote οι δε ¦ και οι ANT CT
  24. Footnote τους χοιρους ¦ αυτους CT
  25. Footnote ανηγγειλαν ¦ απηγγειλαν ANT CT
  26. Footnote εξηλθον ¦ ηλθον ECM† NA SBL TH WH
  27. Footnote και ¦ --- CT
  28. Footnote λεγεωνα ¦ λεγιωνα CT
  29. Footnote διηγησαντο δε ¦ και διηγησαντο ANT CT TR
  30. Footnote εμβαντος ¦ εμβαινοντος ANT CT
  31. Footnote η μετ αυτου ¦ μετ αυτου η ANT CT
  32. Footnote ο δε ιησους ¦ και ANT CT
  33. Footnote αναγγειλον ¦ απαγγειλον ECM† NA SBL TH WH
  34. Footnote σοι ο κυριος ¦ ο κυριος σοι ECM† NA SBL TH WH
  35. Footnote πεποιηκε ¦ εποιησε TR
  36. Footnote ιδου ¦ --- ANT CT
  37. Footnote ιαειρος ¦ ιαιρος ECM NA SBL
  38. Footnote παρεκαλει ¦ παρακαλει ECM† NA SBL WH
  39. Footnote αυτη τας χειρας ¦ τας χειρας αυτη CT
  40. Footnote οπως ¦ ινα ECM† NA SBL TH WH
  41. Footnote ζησεται ¦ ζηση ECM† NA SBL TH WH
  42. Footnote τις ¦ --- CT
  43. Footnote ετη δωδεκα ¦ δωδεκα ετη CT
  44. Footnote αυτης ¦ εαυτης ANT TR
  45. Footnote περι 97.9% ¦ τα περι ECM† WH 0.6%
  46. Footnote γαρ KX(117) ¦ γαρ εν εαυτη KX(48) ANT
  47. Footnote καν των ιματιων αυτου αψωμαι ¦ εαν αψωμαι καν των ιματιων αυτου ANT CT
  48. Footnote ευθεως ¦ ευθυς CT
  49. Footnote ευθεως ¦ ευθυς CT
  50. Footnote επ ¦ --- CT
  51. Footnote θυγατερ ¦ θυγατηρ ECM NA SBL WH
  52. Footnote ευθεως ακουσας ¦ παρακουσας CT
  53. Footnote οὐδένα αὐτῷ ¦ αὑτῷ οὐδένα ANT ¦ οὐδένα μετ᾽ αὐτοῦ CT
  54. Footnote πετρον ¦ τον πετρον ECM† NA SBL TH WH
  55. Footnote ιωαννην ¦ ιωανην WH
  56. Footnote ερχεται ¦ ερχονται CT
  57. Footnote κλαιοντας 𝔐17 ¦ και κλαιοντας 𝔐7 ANT CT SCR
  58. Footnote ο ¦ αυτος CT
  59. Footnote παντας ¦ απαντας TR
  60. Footnote ανακειμενον ¦ --- CT
  61. Footnote ταλιθα κουμι 79.8% ¦ ταλιθα (ταλειθα WH) κουμ ECM NA SBL TH 16.2%
  62. Footnote εγειραι 𝔐13 ¦ εγειρε 𝔐12 ANT CT
  63. Footnote ευθεως ¦ ευθυς CT
  64. Footnote εξεστησαν 95.6% ¦ εξεστησαν ευθυς ECM NA SBL WH 0.5%
  65. Footnote γνω ¦ γνοι CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.