The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΡΚΟΝ 6
Jesus Rejected at Nazareth
Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ 1ἦλθεν εἰς τὴν πατρίδα 2αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Καὶ γενομένου σαββάτου, ἤρξατο 3ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ 4πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τίς ἡ σοφία ἡ δοθεῖσα 5αὐτῷ, 6καὶ 7δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ 8γίνονται; Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς 9Μαρίας, 10ἀδελφὸς δὲ Ἰακώβου καὶ 11Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 12Ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς 13συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ 14ἠδύνατο ἐκεῖ 15οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε. Καὶ 16ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν.
Jesus Sends Out the Twelve Apostles
Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων. Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. Καὶ 17παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον· μὴ 18πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν· 19ἀλλ᾽ ὑποδεδεμένους σανδάλια· καὶ μὴ 20ἐνδύσησθε δύο χιτῶνας. Καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. Καὶ 21ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. 22Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Καὶ ἐξελθόντες 23ἐκήρυσσον ἵνα 24μετανοήσωσι· καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
The Death of John the Baptist
Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ 25ἔλεγεν ὅτι 26Ἰωάννης ὁ βαπτίζων 27ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 28Ἄλλοι ἔλεγον ὅτι 29Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης 30ἐστίν, ὡς εἷς τῶν προφητῶν. Ἀκούσας δὲ 31Ἡρῴδης 32εἶπεν 33ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα 34Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη 35ἐκ νεκρῶν.
Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν 36Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν 37φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ἔλεγε γὰρ ὁ 38Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ 39ἠδύνατο· ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν 40Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ 41ἀκούσας αὐτοῦ, πολλὰ 42ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουε.
Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον 43ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς 44χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς 45αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης, 46καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, 47εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί· καὶ ὤμοσεν 48αὐτῇ 49ὅτι Ὃ ἐάν με αἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου. 50Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τί 51αἰτήσομαι; Ἡ δὲ εἶπε, Τὴν κεφαλὴν 52Ἰωάννου τοῦ 53βαπτιστοῦ. Καὶ εἰσελθοῦσα 54εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵνα 55μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν 56Ἰωάννου τοῦ βαπτιστοῦ. Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς 57συνανακειμένους οὐκ ἠθέλησεν 58αὐτὴν ἀθετῆσαι. Καὶ 59εὐθέως ἀποστείλας ὁ βασιλεὺς 60σπεκουλάτορα ἐπέταξεν 61ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. 62Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ 63ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
The Feeding of the Five Thousand
Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, 64καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. Καὶ 65εἶπεν αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον, καὶ 66ἀναπαύεσθε ὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν 67εὐκαίρουν. Καὶ 68ἀπῆλθον 69εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾽ ἰδίαν. Καὶ 70εἶδον αὐτοὺς 71ὑπάγοντας καὶ 72ἐπέγνωσαν 73αὐτὸν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς, 74καὶ συνῆλθον πρὸς αὐτόν. Καὶ ἐξελθὼν 75εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ 76αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ 77λέγουσιν ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς 78ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν 79δηναρίων διακοσίων ἄρτους, καὶ 80δῶμεν αὐτοῖς φαγεῖν; Ὁ δὲ λέγει αὐτοῖς, Πόσους 81ἄρτους ἔχετε; Ὑπάγετε 82καὶ ἴδετε. Καὶ γνόντες λέγουσι, Πέντε, καὶ δύο ἰχθύας. Καὶ ἐπέταξεν αὐτοῖς 83ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. Καὶ 84ἀνέπεσον πρασιαὶ πρασιαί, 85ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς 86αὐτοῦ ἵνα 87παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν 88κλασμάτων δώδεκα 89κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους 90πεντακισχίλιοι ἄνδρες.
Jesus Walks on Water
Καὶ 91εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς 92Βηθσαϊδάν, ἕως αὐτὸς 93ἀπολύσῃ τὸν ὄχλον. Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. Καὶ 94εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, 95καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελε παρελθεῖν αὐτούς. Οἱ δέ, ἰδόντες αὐτὸν 96περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν 97φάντασμα εἶναι, καὶ ἀνέκραξαν· πάντες γὰρ αὐτὸν 98εἶδον, καὶ ἐταράχθησαν. 99Καὶ 100εὐθέως ἐλάλησε μετ᾽ αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε. Καὶ ἀνέβη 101πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν 102ἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, 103καὶ ἐθαύμαζον. Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· 104ἦν γὰρ 105αὐτῶν ἡ καρδία πεπωρωμένη.
Jesus Heals the Sick in Gennesaret
Καὶ διαπεράσαντες 106ἦλθον ἐπὶ τὴν γῆν 107Γεννησαρέτ, καὶ προσωρμίσθησαν. Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, 108εὐθέως ἐπιγνόντες αὐτόν, 109περιδραμόντες ὅλην τὴν 110περίχωρον ἐκείνην, 111ἤρξαντο ἐπὶ τοῖς 112κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι 113ἐκεῖ ἐστι. Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ 114πόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς 115ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν 116ἥπτοντο αὐτοῦ ἐσῴζοντο.
Source notes (116)
- Footnote ηλθεν ¦ ερχεται CT
- Footnote αυτου ¦ εαυτου ANT
- Footnote εν τη συναγωγη διδασκειν ¦ διδασκειν εν τη συναγωγη ECM† NA SBL WH
- Footnote πολλοι 98.8% ¦ οι πολλοι ECM† SBL WH 0.9%
- Footnote αυτω ¦ τουτω CT
- Footnote και 𝔐14 ¦ ινα και 𝔐5 ¦ οτι και TR
- Footnote δυναμεις ¦ αι δυναμεις CT
- Footnote γινονται 𝔐18 ¦ γινωνται 𝔐7 ¦ γινομεναι ECM NA SBL WH ¦ γεινονται TH
- Footnote μαριας ¦ της μαριας ANT CT
- Footnote αδελφος δε ¦ και αδελφος CT
- Footnote ιωση 97.4% ¦ ιωσητος CT 1.2%
- Footnote ελεγε δε ¦ και ελεγεν CT
- Footnote συγγενεσι ¦ συγγενευσιν αυτου CT
- Footnote ηδυνατο 𝔐18 ¦ εδυνατο 𝔐7 CT
- Footnote ουδεμιαν δυναμιν ποιησαι ¦ ποιησαι ουδεμιαν δυναμιν ECM NA SBL WH
- Footnote εθαυμαζε ¦ εθαυμασε WH
- Footnote παρηγγειλεν 𝔐14 ¦ παρηγγελλεν 𝔐11
- Footnote πηραν μη αρτον ¦ αρτον μη πηραν CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote ενδυσησθε ¦ ενδυσασθαι SCR WH ¦ ενδεδυσθαι ANT
- Footnote οσοι αν μη δεξωνται 𝔐16 ¦ οσοι εαν μη δεξωνται 𝔐8 ANT PCK ¦ ος αν τοπος μη δεξηται CT
- Footnote αμην λεγω υμιν ανεκτοτερον εσται σοδομοις η γομορροις εν ημερα κρισεως η τη πολει εκεινη ¦ --- CT
- Footnote εκηρυσσον ¦ εκηρυξαν CT
- Footnote μετανοησωσι ¦ μετανοωσι CT
- Footnote ελεγεν 99% ¦ ελεγον ECM NA SBL WH 0.7%
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote εκ νεκρων ηγερθη 91.4% ¦ εκ νεκρων ανεστη MSS 5.7% ¦ εγηγερται εκ νεκρων CT 0.7%
- Footnote αλλοι 𝔐16 ¦ αλλοι δε 𝔐8 CT
- Footnote ηλιας ¦ ηλειας WH
- Footnote εστιν ¦ εστιν η TR ¦ --- CT
- Footnote ηρωδης KX(86) ¦ ο ηρωδης KX(65) ANT CT PCK TR
- Footnote ειπεν ¦ ελεγεν CT
- Footnote οτι ¦ --- ECM† NA SBL TH WH
- Footnote ιωαννην ουτος εστιν αυτος 95.9% ¦ ιωαννην (ιωανην WH) ουτος ECM NA SBL TH 0.8%
- Footnote εκ νεκρων ¦ --- CT
- Footnote ιωαννην ¦ ιωανην WH
- Footnote φυλακη 93.2% ¦ τη φυλακη TR 5.3%
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote ηδυνατο 𝔐18 ¦ εδυνατο 𝔐7
- Footnote ιωαννην ¦ ιωανην WH
- Footnote ακουσας ¦ ακουων PCK
- Footnote εποιει 98.4% ¦ ηπορει CT 0.4%
- Footnote εποιει ¦ εποιησε CT
- Footnote χιλιαρχοις ¦ χειλιαρχοις TH
- Footnote αυτης της 96.4% ¦ αυτου ECM NA WH 0.4%
- Footnote και αρεσασης ¦ ηρεσε ECM NA WH
- Footnote ειπεν ο βασιλευς ¦ ο δε βασιλευς ειπε ECM WH
- Footnote αυτη ¦ αυτη πολλα NA
- Footnote οτι ο ¦ ο τι ECM† NA SBL WH
- Footnote η δε ¦ και CT
- Footnote αιτησομαι ¦ αιτησωμαι CT
- Footnote ιωαννου ¦ ιωανου WH
- Footnote βαπτιστου ¦ βαπτιζοντος CT
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote μοι δως εξαυτης ¦ εξαυτης δως μοι CT
- Footnote ιωαννου ¦ ιωανου WH
- Footnote συνανακειμενους ¦ ανακειμενους ECM† NA SBL TH WH
- Footnote αυτην αθετησαι ¦ αθετησαι αυτην CT
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote σπεκουλατορα 𝔐16 ¦ σπεκουλατωρα 𝔐8 ANT PCK TR
- Footnote ενεχθηναι 98.6% ¦ ενεγκαι CT 0.4%
- Footnote ο δε 97% ¦ και CT 1.1%
- Footnote ηλθον ¦ ηλθαν WH
- Footnote και ¦ --- CT
- Footnote ειπεν ¦ λεγει CT
- Footnote αναπαυεσθε ¦ αναπαυσασθε ECM† NA SBL TH WH
- Footnote ευκαιρουν 𝔐17 ¦ ηυκαιρουν 𝔐7 TR
- Footnote απηλθον 𝔐16 ¦ απηλθεν 𝔐8
- Footnote εις ερημον τοπον τω πλοιω ¦ εις ερημον τοπον εν πλοιω ANT ¦ εν τω πλοιω εις ερημον τοπον ECM NA SBL WH
- Footnote ειδον ¦ ειδαν WH
- Footnote υπαγοντας ¦ υπαγοντας οι οχλοι TR
- Footnote επεγνωσαν ¦ εγνωσαν WH
- Footnote αυτον 𝔐16 ¦ αυτους 𝔐8 ANT ECM† PCK ¦ --- ECM† NA SBL TH WH
- Footnote και συνηλθον προς αυτον ¦ --- CT
- Footnote ειδεν ο ιησους ¦ ο ιησους ειδε ANT ¦ ειδε CT
- Footnote αυτοις ¦ αυτους ECM† NA SBL TH WH
- Footnote λεγουσιν ¦ ελεγον CT
- Footnote αρτους τι γαρ φαγωσιν ουκ εχουσιν ¦ τι φαγωσιν CT
- Footnote δηναριων διακοσιων ¦ διακοσιων δηναριων TR
- Footnote δωμεν ¦ δωσομεν ECM† NA SBL TH WH
- Footnote αρτους εχετε 99.5% ¦ εχετε αρτους ECM† SBL WH 0.5%
- Footnote και ¦ --- CT
- Footnote ανακλιναι 88.9% ¦ ανακλιθηναι WH 10.8%
- Footnote ανεπεσον ¦ ανεπεσαν CT
- Footnote ανα εκατον και ανα ¦ κατα εκατον και κατα NA SBL TH WH
- Footnote αυτου ¦ --- ANT ECM† WH
- Footnote παραθωσιν ¦ παρατιθωσιν ECM NA SBL WH
- Footnote κλασματων ¦ κλασματα ECM NA SBL WH
- Footnote κοφινους πληρεις ¦ κοφινων πληρωματα CT
- Footnote πεντακισχιλιοι ¦ ωσει πεντακισχιλιοι TR ¦ πεντακισχειλιοι TH
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote βηθσαιδαν 𝔐17 ¦ βηθσαιδα 𝔐7 SCR
- Footnote απολυση 𝔐13 ¦ απολυσει 𝔐11 PCK ¦ απολυει CT
- Footnote ειδεν ¦ ιδων ANT CT
- Footnote και ¦ --- CT
- Footnote περιπατουντα επι της θαλασσης ¦ επι της θαλασσης περιπατουντα CT
- Footnote φαντασμα ειναι ¦ οτι φαντασμα εστι CT
- Footnote ειδον ¦ ειδαν WH
- Footnote και ¦ ο δε CT
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote προς αυτους εις το πλοιον ¦ εις το πλοιον προς αυτους ANT
- Footnote εκπερισσου 93.3% ¦ --- ECM† TH WH 0.5%
- Footnote και εθαυμαζον 97.6% ¦ --- ECM† NA SBL TH WH 1.2%
- Footnote ην γαρ ¦ αλλ ην ANT CT
- Footnote αυτων η καρδια ¦ η καρδια αυτων TR
- Footnote ηλθον επι την γην ¦ απηλθον επι την γην ANT ¦ επι την γην ηλθον εις CT
- Footnote γεννησαρετ 𝔐11 ¦ γενησαρετ 𝔐7 PCK ST ¦ γεννησαρεθ 𝔐6
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote περιδραμοντες ¦ περιεδραμον ANT CT
- Footnote περιχωρον ¦ χωραν CT
- Footnote ηρξαντο ¦ και ηρξαντο ANT CT
- Footnote κραββατοις 𝔐10 ¦ κραβαττοις 𝔐12 ANT CT
- Footnote εκει 94.9% ¦ --- CT 1.3%
- Footnote πολεις η ¦ εις πολεις η εις CT
- Footnote ετιθουν ¦ ετιθεσαν ANT CT
- Footnote ηπτοντο ¦ ηψαντο CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.