Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΡΚΟΝ 7

The Traditions of the Elders

Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ 1κοιναῖς χερσί, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίοντας 2ἄρτους 3ἐμέμψαντο. Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· καὶ 4ἀπὸ ἀγορᾶς, ἐὰν μὴ 5βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ 6χαλκίων καὶ κλινῶν. 7Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί 8οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, 9ἀλλὰ 10ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; Ὁ δὲ 11ἀποκριθεὶς εἶπεν αὐτοῖς 12ὅτι Καλῶς 13προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς 14γέγραπται,

Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ,

ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.

Μάτην δὲ σέβονταί με,

διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

Ἀφέντες 15γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, 16βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν 17τηρήσητε. 18Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστι, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 19καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ 20αὐτοῦ ἢ τῇ μητρὶ 21αὐτοῦ, ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ 22παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

Καὶ προσκαλεσάμενος 23πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, 24Ἀκούετέ μου πάντες, καὶ 25συνίετε. Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται 26αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ 27ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. 28Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.

Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ 29περὶ τῆς παραβολῆς. Καὶ λέγει αὐτοῖς, Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 30Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, 31καθαρίζον πάντα τὰ βρώματα. Ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, 32μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, 33ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.

A Syrophoenician Woman's Faith

34

Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ 35μεθόρια Τύρου 36καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς 37οἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ 38ἠδυνήθη λαθεῖν. 39Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ· 40ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, 41Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον 42ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 43Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ 44καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ 45βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, 46Ναί, Κύριε· καὶ 47γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης 48ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε 49τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ 50δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.

Jesus Heals a Deaf and Mute Man

Καὶ πάλιν 51ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου 52καὶ Σιδῶνος, ἦλθε 53πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. Καὶ φέρουσιν αὐτῷ 54κωφὸν 55μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξε, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστι, Διανοίχθητι. Καὶ 56εὐθέως 57διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ 58εἴπωσιν· ὅσον δὲ 59αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ 60τοὺς ἀλάλους λαλεῖν.

Source notes (60)
  1. Footnote κοιναις … εσθιοντας ¦ οτι κοιναις … εσθιουσι CT
  2. Footnote αρτους ¦ τους αρτους CT
  3. Footnote εμεμψαντο 𝔐17 ¦ --- 𝔐7 CT
  4. Footnote απο ¦ απ CT
  5. Footnote βαπτισωνται 78.4% ¦ βαπτισονται MSS 15.6% ¦ ραντισωνται WH 3.4%
  6. Footnote χαλκιων (χαλκειων PCK) και κλινων 98.6% ¦ χαλκιων TH WH 0.6%
  7. Footnote επειτα ¦ και CT
  8. Footnote οι μαθηται σου ου περιπατουσι ¦ ου περιπατουσιν οι μαθηται σου ANT CT
  9. Footnote αλλα ¦ αλλ ANT
  10. Footnote ανιπτοις ¦ κοιναις CT
  11. Footnote αποκριθεις ¦ --- CT
  12. Footnote οτι ¦ --- CT
  13. Footnote προεφητευσεν ¦ επροφητευσεν CT
  14. Footnote γεγραπται ¦ γεγραπται οτι NA SBL TH WH
  15. Footnote γαρ ¦ --- CT
  16. Footnote βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε 74.8% ¦ βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα ποιειτε πολλα MSS 5.3% ¦ --- CT 1.7%
  17. Footnote τηρησητε 97.6% ¦ στησητε NA 0.7%
  18. Footnote μωσης ¦ μωυσης ANT CT
  19. Footnote και ¦ --- NA SBL TH WH
  20. Footnote αυτου ¦ --- CT
  21. Footnote αυτου ¦ --- CT
  22. Footnote παραδοσει 𝔐16 ¦ παραδωσει 𝔐8
  23. Footnote παντα ¦ παλιν CT
  24. Footnote ακουετε ¦ ακουσατε CT
  25. Footnote συνιετε ¦ συνετε CT
  26. Footnote αυτον κοινωσαι ¦ κοινωσαι αυτον CT
  27. Footnote εκπορευομενα απ αυτου εκεινα ¦ εκπορευομενα ANT ¦ εκ του ανθρωπου εκπορευομενα CT
  28. Footnote ει τις εχει ωτα ακουειν ακουετω 97.6% ¦ --- ANT NA SBL TH WH 1.1% {Note: ECM encloses this text with double brackets.}
  29. Footnote περι της παραβολης ¦ την παραβολην CT
  30. Footnote ου ¦ ουπω ANT
  31. Footnote καθαριζον ¦ καθαριζων CT
  32. Footnote μοιχειαι πορνειαι φονοι κλοπαι ¦ πορνειαι κλοπαι φονοι μοιχειαι CT
  33. Footnote ασελγεια 𝔐16 ¦ ασελγειαι 𝔐7
  34. Footnote και εκειθεν ¦ εκειθεν δε CT
  35. Footnote μεθορια ¦ ορια CT
  36. Footnote και σιδωνος ¦ --- ECM† NA SBL
  37. Footnote οικιαν ¦ την οικιαν TR
  38. Footnote ηδυνηθη ¦ ηδυνασθη WH
  39. Footnote ακουσασα γαρ ¦ αλλ ευθυς ακουσασα CT
  40. Footnote ην δε η γυνη ¦ η δε γυνη ην ANT ECM NA SBL WH ¦ η γυνη δε ην TH
  41. Footnote συραφοινικισσα 𝔐13 ¦ συροφοινισσα 𝔐6 TR ¦ συροφοινικισσα ANT CT
  42. Footnote εκβαλη 𝔐15 ¦ εκβαλλη 𝔐6 TR
  43. Footnote ο δε ιησους ειπεν ¦ και ελεγεν CT
  44. Footnote καλον εστι ¦ εστι καλον ANT ECM NA TH WH
  45. Footnote βαλειν τοις κυναριοις ¦ τοις κυναριοις βαλειν ANT CT
  46. Footnote ναι ¦ --- ECM NA SBL
  47. Footnote γαρ ¦ --- ANT CT
  48. Footnote εσθιει ¦ εσθιουσιν ANT CT
  49. Footnote το δαιμονιον εκ της θυγατρος σου ¦ εκ της θυγατρος σου το δαιμονιον CT
  50. Footnote δαιμονιον εξεληλυθος και την θυγατερα βεβλημενην επι της κλινης ¦ παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος ANT ECM NA SBL WH ¦ παιδιον βεβλημενον επι την κλεινην και το δαιμονιον εξεληλυθος TH
  51. Footnote εξελθων 𝔐16 ¦ εξελθων ο ιησους 𝔐9 PCK
  52. Footnote και σιδωνος ηλθε 98% ¦ ηλθε δια σιδωνος CT 0.7%
  53. Footnote προς ¦ εις CT
  54. Footnote κωφον ¦ κωφον και ECM† NA SBL TH WH
  55. Footnote μογγιλαλον 𝔐13 ¦ μογιλαλον 𝔐12 ANT CT TR
  56. Footnote ευθεως ¦ --- ECM SBL TH WH
  57. Footnote διηνοιχθησαν ¦ ηνοιγησαν CT
  58. Footnote ειπωσιν ¦ λεγωσιν CT
  59. Footnote αυτος αυτοις διεστελλετο ¦ αυτοις διεστελλετο αυτοι CT
  60. Footnote τους ¦ --- ECM SBL TH WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.