Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΡΚΟΝ 8

The Feeding of the Four Thousand

Ἐν ἐκείναις ταῖς ἡμέραις, 1παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος 2ὁ Ἰησοῦς τοὺς μαθητὰς 3αὐτοῦ λέγει αὐτοῖς, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη 4ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἐὰν ἀπολύσω αὐτοὺς 5νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· 6τινὲς γὰρ 7αὐτῶν 8μακρόθεν 9ἥκουσι. Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ 10αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας; Καὶ 11ἐπηρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ 12εἶπον, Ἑπτά. Καὶ 13παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, 14εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα 15παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ. Καὶ 16εἶχον ἰχθύδια ὀλίγα· καὶ 17εὐλογήσας εἶπε 18παραθεῖναι καὶ αὐτά. 19Ἔφαγον δέ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ 20σπυρίδας. Ἦσαν δὲ 21οἱ φαγόντες ὡς 22τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. Καὶ 23εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

The Pharisees Ask For a Sign

Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο 24συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη 25σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω 26ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. Καὶ ἀφεὶς αὐτούς, 27ἐμβὰς πάλιν 28εἰς πλοῖον, ἀπῆλθεν 29εἰς τὸ πέραν.

The Leaven of the Pharisees and Herod

Καὶ 30ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. Καὶ διελογίζοντο πρὸς ἀλλήλους, 31λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν. Καὶ γνοὺς 32ὁ Ἰησοῦς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; 33Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς 34πεντακισχιλίους, 35πόσους κοφίνους 36πλήρεις κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα. Ὅτε 37δὲ τοὺς ἑπτὰ εἰς τοὺς 38τετρακισχιλίους, πόσων 39σπυρίδων πληρώματα κλασμάτων ἤρατε; 40Οἱ δὲ εἶπον, Ἑπτά. Καὶ 41ἔλεγεν αὐτοῖς, 42Πῶς οὐ συνίετε;

Jesus Heals a Blind Man at Bethsaida

Καὶ 43ἔρχεται εἰς 44Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, 45ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι 46βλέπει. Καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους, 47ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. Εἶτα πάλιν 48ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ 49ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ 50ἀποκατεστάθη, καὶ 51ἀνέβλεψε τηλαυγῶς 52ἅπαντας. Καὶ ἀπέστειλεν αὐτὸν εἰς 53τὸν οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, 54μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.

Peter Declares That Jesus Is the Christ

Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας 55Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; Οἱ δὲ 56ἀπεκρίθησαν, 57Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι 58Ἠλίαν· ἄλλοι δὲ 59ἕνα τῶν προφητῶν. Καὶ αὐτὸς 60λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς 61δὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός. Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.

Jesus Predicts His Death and Resurrection

Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι 62ἀπὸ τῶν πρεσβυτέρων καὶ 63τῶν ἀρχιερέων καὶ 64τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος 65αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ. Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε 66τῷ Πέτρῳ, 67λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.

Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, 68Ὅστις θέλει ὀπίσω μου 69ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ 70ἂν θέλῃ τὴν 71ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν 72ἀπολέσῃ τὴν 73ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, 74οὗτος σώσει αὐτήν. Τί γὰρ 75ὠφελήσει 76ἄνθρωπον, 77ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 78Ἢ τί 79δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὃς γὰρ 80ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Source notes (80)
  1. Footnote παμπολλου 𝔐17 (παμπολου 𝔐8) 95.5% ¦ παλιν πολλου ANT CT 3.4% {Note: Text und Textwert combines παμπολλου and παμπολου in its collation.}
  2. Footnote ο ιησους ¦ --- CT
  3. Footnote αυτου ¦ --- ECM† NA SBL TH WH
  4. Footnote ημεραι 𝔐17 ¦ ημερας 𝔐8 PCK TR
  5. Footnote νηστεις ¦ νηστις PCK
  6. Footnote τινες γαρ ¦ και τινες CT
  7. Footnote αυτων 𝔐18 ¦ εξ αυτων 𝔐7
  8. Footnote μακροθεν ¦ απο μακροθεν ANT CT
  9. Footnote ηκουσι ¦ ηκασι ANT ECM NA SBL TH TR ¦ εισι WH
  10. Footnote αυτου ¦ αυτου οτι CT
  11. Footnote επηρωτα ¦ ηρωτα CT
  12. Footnote ειπον ¦ ειπαν CT
  13. Footnote παρηγγειλε ¦ παραγγελλει CT
  14. Footnote ευχαριστησας ¦ και ευχαριστησας PCK
  15. Footnote παραθωσι ¦ παρατιθωσι ANT CT
  16. Footnote ειχον ¦ ειχαν TH WH
  17. Footnote ευλογησας 79.6% ¦ ταυτα ευλογησας MSS 9.2% ¦ αυτα ευλογησας ANT 7.7% ¦ ευλογησας αυτα CT 2.2%
  18. Footnote παραθειναι και αυτα KX(81) ¦ παραθηναι και αυτα KX(83) ¦ παρατιθεναι και αυτα ANT ¦ και ταυτα παρατιθεναι CT
  19. Footnote εφαγον δε ¦ και εφαγον CT
  20. Footnote σπυριδας ¦ σφυριδας WH
  21. Footnote οι φαγοντες ¦ --- ANT CT
  22. Footnote τετρακισχιλιοι ¦ τετρακισχειλιοι TH
  23. Footnote ευθεως εμβας ¦ εμβας ευθυς ANT ¦ ευθυς εμβας CT
  24. Footnote συζητειν ¦ συνζητειν TH WH
  25. Footnote σημειον επιζητει ¦ ζητει σημειον CT
  26. Footnote υμιν 99.5% ¦ --- WH 0.3%
  27. Footnote εμβας παλιν ¦ παλιν εμβας CT ¦ --- ANT
  28. Footnote εις πλοιον 𝔐776 61.9% ¦ εις το πλοιον 𝔐505 ANT TH TR 37.4% ¦ --- ECM NA SBL WH 0.4%
  29. Footnote εις το περαν ¦ παλιν ANT
  30. Footnote επελαθοντο ¦ επελαθοντο οι μαθηται αυτου PCK ¦ επελαθοντο οι μαθηται SCR
  31. Footnote λεγοντες οτι αρτους ουκ εχομεν ¦ οτι αρτους ουκ εχουσι CT
  32. Footnote ο ιησους 98.2% ¦ --- ECM† NA SBL TH WH 0.4%
  33. Footnote ετι ¦ --- CT
  34. Footnote πεντακισχιλιους ¦ πεντακισχειλιους TH
  35. Footnote ποσους ¦ και ποσους ANT
  36. Footnote πληρεις κλασματων ¦ κλασματων πληρεις ANT CT
  37. Footnote δε 95.7% ¦ και ECM† SBL 0.4% ¦ --- ECM† NA WH 1.3%
  38. Footnote τετρακισχιλιους ¦ τετρακισχειλιους TH
  39. Footnote σπυριδων ¦ σφυριδων WH
  40. Footnote οι δε ειπον (ειπαν TH) 98.2% ¦ και λεγουσιν αυτω ECM† NA SBL WH 1.1%
  41. Footnote ελεγεν 𝔐16 ¦ λεγει 𝔐9 PCK
  42. Footnote πως ου ¦ πως ουπω PCK TH ¦ ουπω ANT ECM NA SBL WH
  43. Footnote ερχεται ¦ ερχονται CT
  44. Footnote βηθσαιδαν 𝔐918 72.9% ¦ βηθσαιδα 𝔐345 ANT SCR 25.3%
  45. Footnote εξηγαγεν 98.1% ¦ εξηνεγκεν CT 1%
  46. Footnote βλεπει 98.2% ¦ βλεπεις CT 0.7%
  47. Footnote οτι ως δενδρα ορω ¦ ως δενδρα ANT SCR
  48. Footnote επεθηκε 98.6% ¦ εθηκε WH 0.4%
  49. Footnote εποιησεν αυτον αναβλεψαι ¦ διεβλεψε CT
  50. Footnote αποκατεσταθη 𝔐17 ¦ απεκατεσταθη 𝔐8 ¦ απεκατεστη CT
  51. Footnote ανεβλεψε 𝔐26 ¦ ενεβλεψε 𝔐14 ANT PCK RP TR ¦ ενεβλεπε CT
  52. Footnote απαντας ¦ απαντα CT
  53. Footnote τον KX(96) ¦ --- KX(69) CT
  54. Footnote μηδε ειπης τινι εν τη κωμη 93.6% ¦ --- ECM NA SBL WH 0.6%
  55. Footnote καισαρειας ¦ καισαριας WH
  56. Footnote απεκριθησαν ¦ ειπαν αυτω λεγοντες οτι ECM† NA SBL WH ¦ ειπαν αυτω λεγοντες ECM† TH
  57. Footnote ιωαννην ¦ ιωανην WH
  58. Footnote ηλιαν ¦ ηλειαν WH
  59. Footnote ενα ¦ οτι εις CT
  60. Footnote λεγει αυτοις ¦ επηρωτα αυτους ECM† NA SBL TH WH
  61. Footnote δε ¦ --- CT
  62. Footnote απο ¦ υπο CT
  63. Footnote των 𝔐17 ¦ --- 𝔐8 TR
  64. Footnote των ¦ --- TR
  65. Footnote αυτον ο πετρος ¦ ο πετρος αυτον ECM NA SBL WH
  66. Footnote τω ¦ --- CT
  67. Footnote λεγων ¦ και λεγει CT
  68. Footnote οστις ¦ ει τις ECM† NA SBL TH WH
  69. Footnote ελθειν 𝔐34 ¦ ακολουθειν 𝔐21 ANT ECM NA HF PCK RP
  70. Footnote αν ¦ εαν CT
  71. Footnote ψυχην αυτου 99.6% ¦ εαυτου ψυχην WH 0.3%
  72. Footnote απολεση ¦ απολεσει NA SBL TH WH
  73. Footnote ἑαυτοῦ ψυχὴν ¦ ψυχὴν αὐτοῦ CT PCK TR
  74. Footnote ουτος ¦ --- CT
  75. Footnote ωφελησει ¦ ωφελει ECM† NA SBL TH WH
  76. Footnote ανθρωπον ¦ τον ανθρωπον TH
  77. Footnote εαν κερδηση τον κοσμον ολον και ζημιωθη ¦ κερδησαι τον κοσμον ολον και ζημιωθηναι CT
  78. Footnote η τι ¦ τι γαρ CT
  79. Footnote δωσει ¦ δοι CT
  80. Footnote εαν 𝔐13 ¦ αν 𝔐11 TR

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.