The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΡΚΟΝ 9
Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες 1τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
The Transfiguration
Καὶ 2μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ 3τὸν Ἰάκωβον καὶ 4Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ 5ἐγένοντο στίλβοντα, λευκὰ λίαν 6ὡς χιών, οἷα 7γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται 8λευκᾶναι. Καὶ ὤφθη αὐτοῖς 9Ἠλίας σὺν 10Μωϋσῇ, καὶ ἦσαν 11συλλαλοῦντες τῷ Ἰησοῦ. Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, 12Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν 13σκηνὰς τρεῖς, σοὶ μίαν, καὶ 14Μωσῇ μίαν, καὶ 15Ἠλίᾳ μίαν. Οὐ γὰρ ᾔδει τί 16λαλήσει· 17ἦσαν γὰρ ἔκφοβοι. Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ 18ἦλθε φωνὴ ἐκ τῆς 19νεφέλης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· 20αὐτοῦ ἀκούετε. Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, 21ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν. 22
Καταβαινόντων δὲ αὐτῶν 23ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ 24διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, 25συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι 26Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; Ὁ δὲ 27ἀποκριθείς, εἶπεν αὐτοῖς, 28Ἠλίας μὲν ἐλθὼν πρῶτον, 29ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ 30ἐξουδενωθῇ. Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ 31Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν 32αὐτῷ ὅσα 33ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾽ αὐτόν.
Jesus Heals a Boy with an Unclean Spirit
Καὶ 34ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς 35συζητοῦντας 36αὐτοῖς. Καὶ 37εὐθέως πᾶς ὁ ὄχλος 38ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. Καὶ ἐπηρώτησε 39τοὺς γραμματεῖς, Τί 40συζητεῖτε πρὸς 41αὐτούς; Καὶ 42ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. Καὶ ὅπου 43ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας 44αὐτοῦ, καὶ ξηραίνεται· καὶ 45εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. Ὁ δὲ ἀποκριθεὶς 46αὐτῷ λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με. Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ 47ἰδὼν αὐτόν, 48εὐθέως τὸ πνεῦμα 49ἐσπάραξεν αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. Καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστίν, 50ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπε, 51Παιδιόθεν. Καὶ πολλάκις 52αὐτὸν καὶ εἰς τὸ πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι 53δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ 54δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 55Καὶ 56εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, 57μετὰ δακρύων ἔλεγε, Πιστεύω, 58Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει 59ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, Τὸ 60πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ 61σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Καὶ 62κράξαν, καὶ πολλὰ σπαράξαν 63αὐτόν, ἐξῆλθε· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε 64πολλοὺς λέγειν ὅτι ἀπέθανεν. Ὁ δὲ Ἰησοῦς κρατήσας 65αὐτὸν τῆς χειρός, ἤγειρεν αὐτόν· καὶ ἀνέστη. Καὶ 66εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ 67ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν 68ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ 69καὶ νηστείᾳ.
Jesus Predicts His Death and Resurrection a Second Time
Καὶ ἐκεῖθεν ἐξελθόντες 71παρεπορεύοντο διὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν ἵνα τις 72γνῷ. Ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς, 73τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
True Greatness
Καὶ 74ἦλθεν εἰς 75Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ 76πρὸς ἑαυτοὺς διελογίζεσθε; Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. Καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος. Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς· Ὃς 77ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς 78ἐὰν ἐμὲ 79δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
Whoever Is Not Against You Is for You
Ἀπεκρίθη 81δὲ αὐτῷ 82Ἰωάννης, 83λέγων, Διδάσκαλε, 84εἴδομέν τινα 85τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, 86ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. Ὁ δὲ Ἰησοῦς εἶπε, Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. Ὃς γὰρ οὐκ ἔστι καθ᾽ 87ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν. Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν 88ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω 89ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
Temptations to Sin
Καὶ ὃς 90ἐὰν σκανδαλίσῃ ἕνα τῶν 91μικρῶν τῶν πιστευόντων 92εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται 93λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν. Καὶ ἐὰν 94σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν 95σοί ἐστι κυλλὸν 96εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 97ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· 98καλόν 99ἐστί σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, 100εἰς τὸ πῦρ τὸ ἄσβεστον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν 101σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ 102δύο ὀφθαλμοὺς ἔχοντα 103βληθῆναι εἰς 104τὴν γέενναν 105τοῦ πυρός, ὅπου ὁ σκώληξ 106αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, 107καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς 108ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
Source notes (108)
- Footnote των ωδε ¦ ωδε των NA WH
- Footnote μεθ ¦ μετα CT
- Footnote τον 𝔐17 ¦ --- 𝔐7
- Footnote ιωαννην 𝔐16 ¦ τον ιωαννην 𝔐8 ANT ECM NA PCK TR ¦ ιωανην WH
- Footnote εγενοντο 𝔐11 ¦ εγενετο 𝔐13 ANT CT PCK TR
- Footnote ως χιων 𝔐890 70.6% ¦ ωσει χιων 𝔐343 24.1% ¦ --- CT 0.9%
- Footnote γναφευς ¦ κναφευς PCK
- Footnote λευκαναι ¦ ουτως λευκαναι ANT CT
- Footnote ηλιας ¦ ηλειας WH
- Footnote μωυση 𝔐17 ¦ μωσει 𝔐13 TR ¦ μωση 𝔐8 HF RP ¦ μωυσει 𝔐7 ANT ECM NA SBL WH
- Footnote συλλαλουντες ¦ συνλαλουντες TH WH
- Footnote ραββι ¦ ραββει TH WH
- Footnote σκηνας τρεις ¦ τρεις σκηνας CT
- Footnote μωση 𝔐13 ¦ μωσει 𝔐8 PCK TR ¦ μωυσει ANT ECM NA SBL WH ¦ μωυση TH
- Footnote ηλια ¦ ηλεια WH
- Footnote λαλησει ¦ λαληση ANT TR ¦ αποκριθη CT
- Footnote ησαν γαρ εκφοβοι ¦ εκφοβοι γαρ εγενοντο CT
- Footnote ηλθε ¦ εγενετο ECM† NA SBL WH
- Footnote νεφελης ¦ νεφελης λεγουσα ANT TR
- Footnote αυτου ακουετε ¦ ακουετε αυτου CT
- Footnote αλλα τον ιησουν μονον μεθ εαυτων 93.3% ¦ μεθ εαυτων ει μη τον ιησουν μονον WH 0.2%
- Footnote καταβαινοντων δε ¦ και καταβαινοντων CT
- Footnote απο ¦ εκ ECM† NA SBL WH
- Footnote διηγησωνται α ειδον ¦ α ειδον διηγησωνται CT
- Footnote συζητουντες ¦ συνζητουντες TH WH
- Footnote ηλιαν ¦ ηλειαν WH
- Footnote αποκριθεις ειπεν ¦ εφη CT
- Footnote ηλιας ¦ ηλειας WH
- Footnote αποκαθιστα ¦ αποκαθιστανει ECM NA SBL TH ¦ αποκατιστανει WH
- Footnote εξουδενωθη ¦ εξουδενηθη CT
- Footnote ηλιας ¦ ηλειας WH
- Footnote αυτω 𝔐18 ¦ εν αυτω 𝔐7
- Footnote ηθελησαν ¦ ηθελον CT
- Footnote ελθων προς τους μαθητας ειδεν ¦ ελθοντες προς τους μαθητας ειδον ECM NA SBL TH ¦ ελθοντες προς τους μαθητας ειδαν WH
- Footnote συζητουντας ¦ συνζητουντας TH WH
- Footnote αυτοις ¦ προς αυτους CT
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote ιδων αυτον εξεθαμβηθη ¦ ιδοντες αυτον εξεθαμβηθησαν ANT CT
- Footnote τους γραμματεις ¦ αυτους CT
- Footnote συζητειτε ¦ συνζητειτε TH WH
- Footnote αὐτούς ¦ ἑαυτούς ANT ¦ αὑτούς SBL
- Footnote αποκριθεις εις εκ του οχλου ειπε ¦ απεκριθη αυτω εις εκ του οχλου CT
- Footnote αν 𝔐16 ¦ εαν 𝔐6 CT
- Footnote αυτου ¦ --- CT
- Footnote ειπον ¦ ειπα CT
- Footnote αυτω ¦ αυτοις CT
- Footnote ιδων ¦ ιδον PCK
- Footnote ευθεως το πνευμα ¦ το πνευμα ευθυς CT
- Footnote εσπαραξεν ¦ συνεσπαραξεν ECM NA SBL WH
- Footnote ως ¦ εως ECM†
- Footnote παιδιοθεν ¦ εκ παιδιοθεν CT
- Footnote αυτον και εις το πυρ ¦ αυτον και εις πυρ ANT PCK TH TR ¦ και εις πυρ αυτον ECM NA SBL WH
- Footnote δυνασαι ¦ δυνη CT
- Footnote δυνασαι πιστευσαι ¦ δυνη CT
- Footnote και ¦ --- CT
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote μετα δακρυων 96.5% ¦ --- CT 0.9%
- Footnote κυριε ¦ --- CT
- Footnote οχλος 𝔐11 ¦ ο οχλος 𝔐13 PCK
- Footnote πνευμα το αλαλον και κωφον ¦ αλαλον και κωφον πνευμα CT
- Footnote σοι επιτασσω ¦ επιτασσω σοι CT
- Footnote κραξαν και πολλα σπαραξαν ¦ κραξας και πολλα σπαραξας CT
- Footnote αυτον ¦ --- CT
- Footnote πολλους ¦ τους πολλους CT
- Footnote αυτον της χειρος ¦ της χειρος αυτου CT
- Footnote εισελθοντα αυτον ¦ εισελθοντος αυτου CT
- Footnote επηρωτων αυτον κατ ιδιαν ¦ κατ ιδιαν επηρωτων αυτον CT
- Footnote οτι 𝔐18 ¦ δια τι 𝔐7
- Footnote και νηστεια 99.7% ¦ --- ECM† NA SBL WH 0.2%
- Footnote και εκειθεν ¦ κακειθεν CT
- Footnote παρεπορευοντο ¦ επορευοντο WH
- Footnote γνω ¦ γνοι CT
- Footnote τη τριτη ημερα ¦ μετα τρεις ημερας CT
- Footnote ηλθεν ¦ ηλθον CT
- Footnote καπερναουμ ¦ καφαρναουμ CT
- Footnote προς εαυτους ¦ --- CT
- Footnote εαν ¦ αν CT
- Footnote εαν ¦ αν CT
- Footnote δεξηται ¦ δεχηται ECM† NA SBL TH WH
- Footnote απεκριθη ¦ εφη CT
- Footnote δε ¦ --- ANT CT
- Footnote ιωαννης ¦ ο ιωαννης ANT ECM NA PCK SBL TH TR ¦ ο ιωανης WH
- Footnote λεγων ¦ --- CT
- Footnote ειδομεν ¦ ειδαμεν WH
- Footnote τω ¦ εν τω ANT CT SCR
- Footnote ος ουκ ακολουθει ημιν και εκωλυσαμεν αυτον οτι ουκ ακολουθει ημιν 82.4% ¦ ος ουκ ακολουθει ημιν MSS 7.2% ¦ και εκωλυομεν αυτον οτι ουκ ηκολουθει ημιν CT 0.7%
- Footnote υμων υπερ υμων ¦ ημων υπερ ημων CT SCR
- Footnote ονοματι μου 76.8% ¦ τω ονοματι μου ANT TR 17.2% ¦ ονοματι CT 4.6%
- Footnote υμιν ¦ υμιν οτι CT
- Footnote εαν ¦ αν ANT CT TR
- Footnote μικρων ¦ μικρων τουτων ANT ECM† NA SBL SCR TH WH
- Footnote εις εμε ¦ --- WH
- Footnote λιθος μυλικος ¦ μυλος ονικος CT
- Footnote σκανδαλιζη ¦ σκανδαλιση ECM† WH
- Footnote σοι εστι ¦ εστι σε CT
- Footnote εις την ζωην εισελθειν ¦ εισελθειν εις την ζωην CT
- Footnote οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται ¦ --- NA SBL TH WH {Note: ECM encloses this text with double brackets.}
- Footnote καλον 𝔐18 ¦ καλον γαρ 𝔐7
- Footnote εστι σοι 𝔐14 ¦ εστι σε 𝔐9 CT ¦ σοι εστιν ANT
- Footnote εις το πυρ το ασβεστον οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται ¦ οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται ECM ¦ --- NA SBL TH WH {Note: ECM encloses οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται with double brackets.}
- Footnote σοι ¦ σε CT
- Footnote δυο ¦ τους δυο ANT
- Footnote βληθηναι ¦ απελθειν ANT
- Footnote την ¦ --- WH
- Footnote του πυρος 97% ¦ --- CT 1.2%
- Footnote αυτων ¦ --- PCK
- Footnote και πασα θυσια αλι αλισθησεται 83.3% ¦ --- CT 6.6%
- Footnote αλας ¦ αλα CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.