The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΡΚΟΝ 10
Questions About Divorce
Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας 2διὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ 3συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καί, ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.
Καὶ 4προσελθόντες Φαρισαῖοι 5ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο 6Μωσῆς; Οἱ δὲ 7εἶπον, 8Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι. 9Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς 10ὁ Θεός. Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, 11καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ 12μία σάρξ. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
Καὶ 13ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ 14αὐτοῦ περὶ 15τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. Καὶ λέγει αὐτοῖς, Ὃς 16ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν· καὶ ἐὰν 17γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.
Let the Little Children Come to Me
Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα 18ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ 19ἐπετίμων τοῖς προσφέρουσιν. Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· 20μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς 21ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Καὶ ἐναγκαλισάμενος αὐτά, 22τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, εὐλόγει αὐτά.
The Rich Young Ruler
Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, 23προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. Τὰς ἐντολὰς οἶδας, Μὴ 24μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. Ὁ δὲ 25ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν 26σοι ὑστερεῖ· 27ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς 28πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, 29ἄρας τὸν σταυρόν. Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται. Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστι 30τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 31Εὐκοπώτερόν ἐστι κάμηλον διὰ 32τῆς τρυμαλιᾶς 33τῆς ῥαφίδος 34εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς 35ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι; Ἐμβλέψας 36δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ 37Θεῷ· πάντα γὰρ δυνατά 38ἐστι παρὰ τῷ Θεῷ. 39Ἤρξατο 40ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ 41ἠκολουθήσαμέν σοι. 42Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ 43πατέρα, ἢ μητέρα, 44ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ 45ἕνεκεν τοῦ εὐαγγελίου, ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ 46μητέρας καὶ τέκνα καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ 47ἔσχατοι πρῶτοι.
Jesus Predicts His Death and Resurrection a Third Time
Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, 48καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ 49γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ 50μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ 51τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
The Request of James and John
Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ 52Ἰωάννης 53οἱ υἱοὶ Ζεβεδαίου, 54λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν 55αἰτήσωμεν, ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε 56ποιῆσαί με ὑμῖν; Οἱ δὲ 57εἶπον αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἷς 58ἐκ δεξιῶν σου καὶ εἷς ἐξ 59εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, 60καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Οἱ δὲ 61εἶπον αὐτῷ, Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ 62μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου 63καὶ ἐξ 64εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται. Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ 65Ἰωάννου. 66Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτω δὲ 67ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς 68ἐὰν θέλῃ 69γενέσθαι μέγας ἐν ὑμῖν ἔσται 70ὑμῶν διάκονος· καὶ ὃς 71ἐὰν θέλῃ 72ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος. Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Jesus Heals Blind Bartimaeus
Καὶ ἔρχονται εἰς 73Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ 74Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, 75υἱὸς Τιμαίου Βαρτίμαιος 76ὁ τυφλὸς 77ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ 78Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, 79Ὁ υἱὸς 80Δαυίδ, Ἰησοῦ, ἐλέησόν με. Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ 81Δαυίδ, ἐλέησόν με. Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν 82αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει· 83ἔγειραι, φωνεῖ σε. Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ 84ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. Καὶ ἀποκριθεὶς 85λέγει αὐτῷ ὁ Ἰησοῦς, Τί 86θέλεις ποιήσω σοί; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, 87Ῥαββουνί, ἵνα ἀναβλέψω. 88Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέ σε. Καὶ 89εὐθέως ἀνέβλεψε, καὶ 90ἠκολούθει 91τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
Source notes (91)
- Footnote κακειθεν ¦ και εκειθεν ANT CT
- Footnote δια του 84.3% ¦ και ECM† NA SBL TH WH 0.7% ¦ --- ECM† 13.1%
- Footnote συμπορευονται ¦ συνπορευονται TH WH
- Footnote προσελθοντες φαρισαιοι 𝔐726 55.4% ¦ προσελθοντες οι φαρισαιοι 𝔐542 ANT TR 42.3% ¦ --- SBL 0.2%
- Footnote επηρωτησαν ¦ επηρωτων ANT CT
- Footnote μωσης ¦ μωυσης ANT CT
- Footnote ειπον ¦ ειπαν CT
- Footnote μωσης επετρεψε ¦ επετρεψε μωυσης ANT CT
- Footnote και αποκριθεις ο ¦ ο δε CT
- Footnote ο θεος ¦ --- CT
- Footnote και προσκολληθησεται προς την γυναικα αυτου ¦ και προσκολληθησεται τη γυναικι αυτου ECM† ¦ --- WH
- Footnote μια σαρξ 𝔐15 ¦ σαρξ μια 𝔐10 PCK
- Footnote εν τη οικια ¦ εις την οικιαν ANT CT
- Footnote αυτου ¦ --- ANT CT
- Footnote του αυτου επηρωτησαν 𝔐17 ¦ τουτου επηρωτων 𝔐6 ANT CT
- Footnote εαν ¦ αν ANT CT
- Footnote γυνη απολυση τον ανδρα αυτης και γαμηθη αλλω 93.4% ¦ αυτη απολυσασα τον ανδρα αυτης γαμηση αλλον CT 0.4% ¦ γυνη απολυσασα τον ανδρα γαμηθη αλλω ANT 0.2%
- Footnote αψηται αυτων 93.1% ¦ αυτων αψηται ANT CT 6.7%
- Footnote επετιμων τοις προσφερουσιν ¦ επετιμησαν αυτοις CT
- Footnote μη ¦ και μη ANT TR
- Footnote εαν ¦ αν CT
- Footnote τιθεις τας χειρας επ αυτα ευλογει ¦ τιθεις τας χειρας επ αυτα ηυλογει TR ¦ κατηυλογει τιθεις τας χειρας επ ANT ¦ κατευλογει τιθεις τας χειρας επ CT
- Footnote προσδραμων εις 𝔐17 ¦ ιδου τις πλουσιος προσδραμων 𝔐8 ¦ προσδραμων τις PCK
- Footnote μοιχευσης μη φονευσης 91.5% ¦ φονευσης μη μοιχευσης ECM NA SBL WH 4.1%
- Footnote αποκριθεις ειπεν ¦ εφη CT
- Footnote σοι ¦ σε ANT CT
- Footnote υπαγε ¦ ει θελεις τελειος ειναι υπαγε ANT
- Footnote πτωχοις 97% ¦ τοις πτωχοις ECM† NA SBL TH TR WH 2.7%
- Footnote αρας τον σταυρον 95% ¦ αρας τον σταυρον σου ANT 1.8% ¦ --- CT 1.5%
- Footnote τους πεποιθοτας επι χρημασιν 91.6% ¦ τους πεποιθοτας επι τοις χρημασιν TR 4% ¦ --- CT 0.3%
- Footnote ευκοπωτερον ¦ ευκοπωτερον γαρ PCK
- Footnote της 𝔐18 ¦ --- 𝔐7 ANT ECM† PCK WH
- Footnote της ¦ --- ANT ECM† WH
- Footnote εισελθειν 𝔐18 ¦ διελθειν 𝔐7 NA SBL SCR TH WH
- Footnote εαυτους 95.8% ¦ αυτον WH 2.3%
- Footnote δε ¦ --- ANT CT
- Footnote θεω 𝔐14 ¦ τω θεω 𝔐11 TR
- Footnote εστι ¦ --- CT
- Footnote ηρξατο 𝔐12 ¦ ηρξατο δε 𝔐12 PCK ¦ και ηρξατο TR
- Footnote ο πετρος λεγειν ¦ λεγειν ο πετρος ECM NA SBL WH
- Footnote ηκολουθησαμεν ¦ ηκολουθηκαμεν NA SBL TH WH
- Footnote αποκριθεις ο ιησους ειπεν KX(51) ¦ και αποκριθεις ο ιησου ειπεν KX(60) ¦ αποκριθεις δε ο ιησους ειπεν KX(54) ANT HF PCK TR ¦ εφη ο ιησους CT
- Footnote πατερα η μητερα ¦ μητερα η πατερα CT
- Footnote η γυναικα 96.5% ¦ --- CT 1.5%
- Footnote ενεκεν 𝔐13 ¦ --- 𝔐11 TR
- Footnote μητερας 𝔐12 ¦ πατερα και μητερα 𝔐9 ANT PCK
- Footnote εσχατοι 𝔐14 ¦ οι εσχατοι 𝔐11 CT TR
- Footnote και ¦ οι δε CT
- Footnote γραμματευσι ¦ τοις γραμματευσι CT PCK TR
- Footnote μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον ¦ εμπτυσουσιν αυτω και μαστιγωσουσιν αυτον και αποκτενουσι CT
- Footnote τη τριτη ημερα 99% ¦ μετα τρεις ημερας CT 0.7%
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote οι 𝔐837 67.5% ¦ οι δυο WH 0.2% ¦ --- 𝔐441 ANT 32.1%
- Footnote λεγοντες ¦ λεγοντες αυτω CT
- Footnote αιτησωμεν ¦ αιτησωμεν σε CT
- Footnote ποιησαι με 90.2% ¦ ποιησω SBL TH WH 2.5% ¦ με ποιησω ECM NA 0.4%
- Footnote ειπον ¦ ειπαν CT
- Footnote εκ δεξιων σου ¦ σου εκ δεξιων CT
- Footnote ευωνυμων σου ¦ αριστερων ECM† NA SBL TH WH
- Footnote και ¦ η CT
- Footnote ειπον ¦ ειπαν CT
- Footnote μεν ¦ --- CT
- Footnote και ¦ η CT
- Footnote ευωνυμων ¦ ευωνυμων μου PCK TR
- Footnote ιωαννου ¦ ιωανου WH
- Footnote ο δε ιησους προσκαλεσαμενος αυτους ¦ και προσκαλεσαμενος αυτους ο ιησους CT
- Footnote εσται 97.5% ¦ εστιν CT 1.6%
- Footnote εαν ¦ αν CT
- Footnote γενεσθαι μεγας ¦ μεγας γενεσθαι CT
- Footnote υμων διακονος ¦ διακονος υμων TR
- Footnote εαν ¦ αν CT TR
- Footnote υμων γενεσθαι ¦ εν υμιν ειναι CT
- Footnote ιεριχω ¦ ιερειχω TH WH
- Footnote ιεριχω ¦ ιερειχω TH WH
- Footnote υιος ¦ ο υιος ANT CT
- Footnote ο ¦ --- ANT CT
- Footnote εκαθητο παρα την οδον προσαιτων 98.5% ¦ προσαιτης εκαθητο παρα την οδον CT 0.4%
- Footnote ναζωραιος 97.6% ¦ ναζαρηνος CT 1%
- Footnote ο υιος ¦ υιε ANT CT
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote αυτον φωνηθηναι ¦ φωνησατε αυτον ANT CT
- Footnote εγειραι 𝔐11 ¦ εγειρε 𝔐14 ANT CT
- Footnote αναστας ¦ αναπηδησας CT
- Footnote λεγει αυτω ο ιησους ¦ αυτω ο ιησους ειπε CT
- Footnote θελεις ποιησω σοι ¦ σοι θελεις ποιησω ANT CT
- Footnote ραββουνι ¦ ραβουνι PCK ¦ ραββονι TR ¦ ραββουνει WH
- Footnote ο δε ¦ και ο ANT ECM NA SBL WH
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote ηκολουθει 𝔐13 ¦ ηκολουθησε 𝔐7 PCK ¦ ηκολουθη 𝔐5
- Footnote τω ιησου ¦ αυτω CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.