Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΡΚΟΝ 11

The Triumphal Entry

Καὶ ὅτε ἐγγίζουσιν εἰς 1Ἱερουσαλήμ, εἰς 2Βηθσφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ 3εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς 4ἀνθρώπων κεκάθικε· 5λύσαντες αὐτὸν ἀγάγετε. Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε 6ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· καὶ 7εὐθέως αὐτὸν 8ἀποστέλλει ὧδε. 9Ἀπῆλθον δὲ καὶ εὗρον 10πῶλον δεδεμένον πρὸς 11τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. Καί τινες τῶν ἐκεῖ 12ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον; Οἱ δὲ 13εἶπον αὐτοῖς καθὼς 14ἐνετείλατο ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. Καὶ 15ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν· καὶ 16ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ 17αὐτῷ. 18Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ 19στοιβάδας 20ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, 21λέγοντες,

Ὡσαννά·

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 22

Εὐλογημένη ἡ ἐρχομένη βασιλεία 23ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν 24Δαυίδ.

Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα 25ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, 26ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.

Jesus Curses the Fig Tree

Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε. Καὶ ἰδὼν συκῆν 27μακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα 28εὑρήσει τι ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾽ αὐτήν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα· 29οὐ γὰρ ἦν καιρὸς σύκων. Καὶ ἀποκριθεὶς 30ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Μηκέτι 31ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν 32φάγοι. Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.

Jesus Cleanses the Temple Courts

Καὶ 33ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν 34ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ 35ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε· καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. Καὶ ἐδίδασκε, 36λέγων 37αὐτοῖς, Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ 38ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. Καὶ ἤκουσαν οἱ 39γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν 40ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ 41αὐτόν, 42ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Καὶ 43ὅτε ὀψὲ ἐγένετο, 44ἐξεπορεύετο ἔξω τῆς πόλεως.

The Withered Fig Tree

Καὶ 45πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, 46Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. Καὶ ἀποκριθεὶς 47ὁ Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν Θεοῦ. Ἀμὴν 48γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ 49πιστεύσῃ ὅτι ἃ λέγει γίνεται· ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα 50ἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε ὅτι 51λαμβάνετε, καὶ ἔσται ὑμῖν. Καὶ ὅταν 52στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 53Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.

The Authority of Jesus Questioned

Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι, καὶ 54λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; 55Καὶ τίς σοι 56τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα 57ποιῇς; Ὁ δὲ Ἰησοῦς 58ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς 59καὶ ἐγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τὸ βάπτισμα 60Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; 61Ἀποκρίθητέ μοι. Καὶ 62ἐλογίζοντο πρὸς ἑαυτούς, λέγοντες, 63Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 64Ἀλλ᾽ εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν 65λαόν· ἅπαντες γὰρ εἶχον τὸν 66Ἰωάννην, 67ὅτι ὄντως προφήτης ἦν. Καὶ ἀποκριθέντες 68λέγουσι τῷ Ἰησοῦ, Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς 69ἀποκριθεὶς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Source notes (69)
  1. Footnote ιερουσαλημ ¦ ιεροσολυμα CT
  2. Footnote βηθσφαγη 𝔐17 ¦ βηθφαγη 𝔐8 CT TR
  3. Footnote ευθεως ¦ ευθυς CT
  4. Footnote ανθρωπων κεκαθικε ¦ ουπω ανθρωπων εκαθισε CT
  5. Footnote λυσαντες αυτον αγαγετε ¦ λυσατε αυτον και φερετε CT
  6. Footnote οτι ¦ --- NA WH
  7. Footnote ευθεως ¦ ευθυς CT
  8. Footnote αποστελλει ¦ αποστελει TR ¦ αποστελλει παλιν ANT ECM† NA SBL TH WH
  9. Footnote απηλθον δε ¦ και απηλθον CT
  10. Footnote πωλον KX(95) ¦ τον πωλον KX(71) ANT PCK TR
  11. Footnote την ¦ --- CT
  12. Footnote εστηκοτων ¦ εστωτων PCK
  13. Footnote ειπον ¦ ειπαν ECM NA SBL WH
  14. Footnote ενετειλατο ¦ ειπεν CT
  15. Footnote ηγαγον ¦ φερουσι CT
  16. Footnote επεβαλον ¦ επιβαλλουσιν CT
  17. Footnote αυτω ¦ αυτον CT
  18. Footnote πολλοι δε ¦ και πολλοι CT
  19. Footnote στοιβαδας 𝔐11 ¦ στιβαδας 𝔐8 CT
  20. Footnote εκοπτον εκ των δενδρων και εστρωννυον εις την οδον 77.7% ¦ εκοπτον εκ των δενδρων και εστρωννυον εν τη οδω MSS 16.8% ¦ κοψαντες εκ των αγρων CT 0.4%
  21. Footnote λεγοντες ¦ --- CT
  22. Footnote ευλογημενη 𝔐18 ¦ και ευλογημενη 𝔐7
  23. Footnote εν ονοματι κυριου ¦ --- CT
  24. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  25. Footnote ο ιησους και ¦ --- CT
  26. Footnote οψιας ¦ οψε SBL WH
  27. Footnote μακροθεν ¦ απο μακροθεν ANT ECM† NA SBL TH WH
  28. Footnote ευρησει τι ¦ τι ευρησει ANT CT
  29. Footnote ου γαρ ην καιρος ¦ ο γαρ καιρος ουκ ην CT
  30. Footnote ο ιησους ¦ --- ANT CT
  31. Footnote εκ σου εις τον αιωνα ¦ εις τον αιωνα εκ σου CT
  32. Footnote φαγοι ¦ φαγη PCK
  33. Footnote ερχονται ¦ ερχονται παλιν ANT
  34. Footnote ο ιησους ¦ --- CT
  35. Footnote αγοραζοντας ¦ τους αγοραζοντας ANT CT
  36. Footnote λεγων ¦ και ελεγεν CT
  37. Footnote αυτοις ¦ --- WH
  38. Footnote εποιησατε αυτον ¦ αυτον εποιησατε ANT ¦ πεποιηκατε αυτον CT
  39. Footnote γραμματεις και οι αρχιερεις ¦ γραμματεις και οι φαρισαιοι και οι αρχιερεις ANT ¦ αρχιερεις και οι γραμματεις CT
  40. Footnote απολεσωσιν 𝔐15 ¦ απολεσουσιν 𝔐10 PCK TR
  41. Footnote αυτον 𝔐18 ¦ --- 𝔐7
  42. Footnote οτι πας ¦ πας γαρ CT
  43. Footnote οτε ¦ οταν CT
  44. Footnote εξεπορευετο ¦ εξεπορευοντο ECM† NA SBL WH
  45. Footnote πρωι παραπορευομενοι ¦ παραπορευομενοι πρωι ANT CT
  46. Footnote ραββι ¦ ραββει TH WH
  47. Footnote ο ¦ --- TR
  48. Footnote γαρ ¦ --- NA SBL TH WH
  49. Footnote πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη 93.2% ¦ πιστευη οτι ο λαλει γινεται (γεινεται TH) εσται αυτω ECM NA SBL WH 0.3% ¦ πιστευσει οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη ANT 0%
  50. Footnote αν προσευχομενοι αιτησθε 𝔐10 ¦ αν προσευχομενοι αιτεισθε 𝔐14 ANT TR ¦ προσευχεσθε και αιτεισθε CT
  51. Footnote λαμβανετε 97.7% ¦ ελαβετε CT 0.7%
  52. Footnote στηκητε ¦ στηκετε ECM† NA SBL TH WH
  53. Footnote ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοις ουρανοις αφησει τα παραπτωματα υμων ¦ ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων ANT ¦ --- NA SBL TH WH {Note: ECM encloses this text with double brackets.}
  54. Footnote λεγουσιν ¦ ελεγον CT
  55. Footnote και ¦ η ANT CT
  56. Footnote την εξουσιαν ταυτην εδωκεν ¦ εδωκε την εξουσιαν ταυτην ANT CT
  57. Footnote ποιης 𝔐15 ¦ ποιεις 𝔐10
  58. Footnote αποκριθεις ¦ --- CT
  59. Footnote και εγω 𝔐12 ¦ καγω 𝔐6 ANT TR ¦ --- CT
  60. Footnote ιωαννου ¦ το ιωαννου ECM NA SBL TH ¦ το ιωανου WH
  61. Footnote αποκριθητε μοι ¦ --- PCK
  62. Footnote ελογιζοντο 𝔐18 ¦ διελογιζοντο 𝔐7 CT
  63. Footnote εαν ¦ τι ειπωμεν εαν SBL
  64. Footnote αλλ ¦ αλλ εαν TR ¦ αλλα ANT NA27 SBL TH WH
  65. Footnote λαον 95.1% ¦ οχλον NA SBL TH WH 4.6%
  66. Footnote ιωαννην ¦ ιωανην WH
  67. Footnote οτι οντως 91.3% ¦ οτι ANT 3.2% ¦ οντως οτι CT 1%
  68. Footnote λεγουσι τω ιησου ¦ τω ιησου λεγουσιν CT
  69. Footnote αποκριθεις ¦ --- CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.