Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΡΚΟΝ 12

The Parable of the Vineyard Owner

Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς 1λέγειν, Ἀμπελῶνα 2ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ 3ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε. Καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ 4τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 5Οἱ δὲ λαβόντες αὐτὸν 6ἔδειραν, καὶ ἀπέστειλαν κενόν. Καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον 7λιθοβολήσαντες 8ἐκεφαλαίωσαν, καὶ 9ἀπέστειλαν ἠτιμωμένον. Καὶ 10πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, 11τοὺς μὲν 12δέροντες, 13τοὺς δὲ 14ἀποκτένοντες. Ἔτι 15οὖν ἕνα 16υἱὸν ἔχων ἀγαπητὸν 17αὐτοῦ, ἀπέστειλε 18καὶ αὐτὸν 19πρὸς αὐτοὺς ἔσχατον, λέγων 20ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. Ἐκεῖνοι δὲ οἱ 21γεωργοὶ 22εἶπον πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. Καὶ λαβόντες 23αὐτὸν ἀπέκτειναν, καὶ 24ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. Τί 25οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς 26γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε,

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,

οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·

παρὰ Κυρίου ἐγένετο αὕτη,

καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε· καὶ ἀφέντες αὐτὸν 27ἀπῆλθον.

The Question About Paying Taxes to Caesar

Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 28Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ 29μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. 30Ἔξεστι 31κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ; Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω. Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ 32εἶπον 33αὐτῷ, Καίσαρος. 34Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν 35αὐτοῖς, 36Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ 37ἐθαύμασαν ἐπ᾽ αὐτῷ.

The Sadducees Ask About the Resurrection

Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ 38ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, 39Μωσῆς ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ 40τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα 41αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 42Ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα· καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, 43καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως. Καὶ 44ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. 45Ἐσχάτη πάντων 46ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ 47ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 48

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε 49γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι 50οἱ ἐν τοῖς οὐρανοῖς. Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ 51Μωσέως, ἐπὶ 52τοῦ βάτου, 53ὡς εἶπεν αὐτῷ ὁ Θεός, λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ 54ὁ Θεὸς Ἰσαάκ, καὶ 55ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστιν 56ὁ Θεὸς νεκρῶν, ἀλλὰ 57Θεὸς ζώντων· 58ὑμεῖς οὖν πολὺ πλανᾶσθε.

The Most Important Commandment

Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν 59συζητούντων, 60εἰδὼς ὅτι καλῶς 61αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶ 62πρώτη πάντων ἐντολή; 63Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη 64πάντων τῶν ἐντολῶν, Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς 65ἡμῶν, Κύριος εἷς ἐστι· καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης 66τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. 67Αὕτη πρώτη ἐντολή. 68Καὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς 69σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 70Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας 71εἶπας ὅτι εἷς 72ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης 73τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, 74καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, 75πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ 76θυσιῶν. Καὶ ὁ Ἰησοῦς ἰδὼν 77αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

Whose Son Is the Christ?

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός 78ἐστι Δαυίδ; Αὐτὸς 79γὰρ 80Δαυὶδ εἶπεν ἐν 81Πνεύματι Ἁγίῳ, 82

Λέγει 83ὁ Κύριος τῷ Κυρίῳ μου,

Κάθου ἐκ δεξιῶν μου,

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου 84ὑποπόδιον τῶν ποδῶν σου.

Αὐτὸς 85οὖν 86Δαυὶδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν 87υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

Beware of the Scribes

Καὶ 88ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ 89πρωτοκλισίας ἐν τοῖς δείπνοις· οἱ 90κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι 91λήψονται περισσότερον κρίμα.

The Widow's Offering

Καὶ καθίσας 92ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι 93ἔβαλλον πολλά. Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, 94λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα 95αὕτη ἡ πτωχὴ πλεῖον πάντων 96βέβληκε τῶν 97βαλλόντων εἰς τὸ γαζοφυλάκιον· πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Source notes (97)
  1. Footnote λεγειν ¦ λαλειν CT
  2. Footnote εφυτευσεν ανθρωπος ¦ ανθρωπος εφυτευσε ECM NA SBL WH
  3. Footnote εξεδοτο ¦ εξεδετο CT
  4. Footnote του καρπου ¦ των καρπων CT
  5. Footnote οι δε ¦ και ANT CT
  6. Footnote εδειραν ¦ εδηραν PCK
  7. Footnote λιθοβολησαντες ¦ --- CT
  8. Footnote εκεφαλαιωσαν ¦ εκεφαλιωσαν CT
  9. Footnote απεστειλαν ητιμωμενον ¦ ητιμασαν CT
  10. Footnote παλιν ¦ --- CT
  11. Footnote τους ¦ ους ANT CT
  12. Footnote δεροντες ¦ δαιροντες PCK
  13. Footnote τους ¦ ους ANT CT
  14. Footnote αποκτενοντες 𝔐13 ¦ αποκτεννοντες 𝔐10 ANT ECM NA SBL TH ¦ αποκτεινοντες TR ¦ αποκτεννυντες WH
  15. Footnote ουν ¦ --- CT
  16. Footnote υιον εχων ¦ ειχεν υιον CT
  17. Footnote αυτου ¦ --- CT
  18. Footnote και ¦ --- CT
  19. Footnote προς αυτους εσχατον 88.9% ¦ εσχατον προς αυτους ANT CT 8.4%
  20. Footnote οτι 𝔐18 ¦ --- 𝔐7
  21. Footnote γεωργοι ¦ γεωργοι θεασαμενοι αυτον ερχομενον ANT
  22. Footnote ειπον προς εαυτους ¦ προς εαυτους ειπον ANT ¦ προς εαυτους ειπαν CT
  23. Footnote αυτον απεκτειναν ¦ απεκτειναν αυτον ANT CT
  24. Footnote εξεβαλον ¦ εξεβαλον αυτον ANT CT
  25. Footnote ουν ¦ --- SBL WH
  26. Footnote γεωργους ¦ γεωργους τουτους ANT
  27. Footnote απηλθον ¦ απηλθαν WH
  28. Footnote οι δε 98.8% ¦ και CT 1.1%
  29. Footnote μελει 𝔐16 ¦ μελλει 𝔐9
  30. Footnote εξεστι ¦ ειπον ουν ημιν εξεστι ANT
  31. Footnote κηνσον καισαρι δουναι 90.9% ¦ δουναι κηνσον καισαρι ANT CT 4.8%
  32. Footnote ειπον ¦ ειπαν CT
  33. Footnote αυτω ¦ --- ANT
  34. Footnote και αποκριθεις ο ¦ ο δε CT
  35. Footnote αυτοις ¦ --- WH
  36. Footnote αποδοτε τα καισαρος ¦ τα καισαρος αποδοτε CT
  37. Footnote εθαυμασαν ¦ εξεθαυμαζον CT
  38. Footnote επηρωτησαν ¦ επηρωτων ANT CT
  39. Footnote μωσης 𝔐18 ¦ μωυσης 𝔐7 ANT CT
  40. Footnote τεκνα μη αφη ¦ μη αφη τεκνον CT
  41. Footnote αυτου ¦ --- CT
  42. Footnote επτα ¦ επτα ουν ANT SCR
  43. Footnote και ουδε αυτος αφηκε 93.4% ¦ μη καταλιπων CT 0.5% ¦ και ουδε αυτος ουκ αφηκε ANT 0.1%
  44. Footnote ελαβον αυτην οι επτα και ¦ οι επτα CT
  45. Footnote εσχατη 𝔐17 ¦ εσχατον 𝔐8 CT
  46. Footnote απεθανε και η γυνη ¦ και η γυνη απεθανεν CT
  47. Footnote αναστασει οταν αναστωσιν 𝔐774 61% ¦ ουν αναστασει οταν αναστωσιν 𝔐449 ANT TR 31.6% ¦ αναστασει TH WH 0.7%
  48. Footnote και αποκριθεις ο ιησους ειπεν αυτοις ¦ εφη αυτοις ο ιησους CT
  49. Footnote γαμισκονται ¦ γαμιζονται ANT CT
  50. Footnote οι 𝔐21 ¦ --- 𝔐24 ECM NA PCK SBL WH
  51. Footnote μωσεως 𝔐18 ¦ μωυσεως 𝔐7 ANT CT ¦ μωυσεος PCK
  52. Footnote του 𝔐18 ¦ της 𝔐7 TR
  53. Footnote ως ¦ πως ANT CT
  54. Footnote ο ¦ --- WH
  55. Footnote ο ¦ --- WH
  56. Footnote ο ¦ --- CT
  57. Footnote θεος 𝔐14 ¦ --- 𝔐11 ANT CT
  58. Footnote υμεις ουν πολυ 87.9% ¦ υμεις ουν πολλοι MSS 6.5% ¦ --- CT 0.5%
  59. Footnote συζητουντων ¦ συνζητουντων TH WH
  60. Footnote ειδως ¦ ιδων ANT ECM† NA SBL
  61. Footnote αυτοις απεκριθη ¦ απεκριθη αυτοις CT
  62. Footnote πρωτη παντων εντολη ¦ πρωτη πασων εντολη PCK TR ¦ εντολη πρωτη παντων CT
  63. Footnote ο δε ιησους απεκριθη αυτω ¦ απεκριθη ο ιησους CT
  64. Footnote παντων των εντολων 𝔐13 ¦ παντων εντολη 𝔐9 ANT ¦ πασων των εντολων PCK TR ¦ εστιν CT
  65. Footnote ημων ¦ υμων PCK
  66. Footnote της ¦ --- WH
  67. Footnote αυτη πρωτη εντολη 84% ¦ αυτη πρωτη παντων εντολη MSS 12% ¦ --- ECM NA SBL WH 1%
  68. Footnote καὶ δευτέρα ὁμοία αὕτη 𝔐35 ¦ καὶ δευτέρα ὁμοία αὐτῇ 𝔐9 HF ¦ δευτέρα αὕτη ECM NA SBL WH
  69. Footnote σεαυτον 𝔐11 ¦ εαυτον 𝔐14 ANT
  70. Footnote και ¦ --- WH
  71. Footnote ειπας 𝔐17 ¦ ειπες 𝔐8 CT
  72. Footnote εστι ¦ εστι θεος TR
  73. Footnote της ¦ --- WH
  74. Footnote και εξ ολης της ψυχης ¦ --- CT
  75. Footnote πλειον ¦ περισσοτερον CT
  76. Footnote θυσιων ¦ των θυσιων ECM† TR
  77. Footnote αυτον ¦ --- ANT
  78. Footnote εστι δαυιδ ¦ εστι δαβιδ HF TR ¦ δαυιδ εστιν ANT ECM NA SBL ¦ δαυειδ εστιν TH WH
  79. Footnote γαρ ¦ --- CT
  80. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  81. Footnote πνευματι ¦ τω πνευματι τω CT TR
  82. Footnote λεγει ¦ ειπε(ν) CT TR
  83. Footnote ο ¦ --- NA SBL WH
  84. Footnote υποποδιον ¦ υποκατω ECM NA SBL WH
  85. Footnote ουν ¦ --- CT
  86. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  87. Footnote υιος αυτου εστι ¦ αυτου εστιν υιος CT
  88. Footnote ελεγεν αυτοις εν τη διδαχη αυτου ¦ εν τη διδαχη αυτου ελεγε CT
  89. Footnote πρωτοκλισιας 𝔐17 ¦ πρωτοκλησιας 𝔐8
  90. Footnote κατεσθιοντες ¦ κατεσθοντες WH
  91. Footnote ληψονται ¦ λημψονται CT
  92. Footnote ο ιησους ¦ --- CT
  93. Footnote εβαλλον 𝔐18 ¦ εβαλον 𝔐7 PCK
  94. Footnote λεγει ¦ ειπεν ANT CT
  95. Footnote αυτη η πτωχη ¦ η πτωχη αυτη ANT
  96. Footnote βεβληκε 89.4% ¦ εβαλε ANT CT 10.5%
  97. Footnote βαλλοντων KX(100) ¦ βαλοντων KX(65) TR

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.