The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΡΚΟΝ 13
Jesus Predicts the Destruction of the Temple
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. Καὶ 1ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ 2ἀφεθῇ λίθος ἐπὶ 3λίθῳ, ὃς οὐ μὴ καταλυθῇ.
Signs of the End of the Age
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, 4ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ 5Ἰωάννης καὶ Ἀνδρέας, 6Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ 7πάντα ταῦτα συντελεῖσθαι; Ὁ δὲ Ἰησοῦς 8ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ 9γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ 10γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος 11ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· 12καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, 13καὶ ἔσονται 14λιμοὶ καὶ ταραχαί· 15ἀρχαὶ ὠδίνων ταῦτα.
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι 16γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ 17εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων 18σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. Καὶ εἰς πάντα τὰ ἔθνη 19δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 20Ὅταν δὲ 21ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί 22λαλήσητε, 23μηδὲ μελετᾶτε· ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ 24ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. 25Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε 26μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
The Great Tribulation
Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, 27τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, 28ἑστὼς ὅπου οὐ δεῖ—ὁ ἀναγινώσκων νοείτω—τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ὁ 29δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω 30εἰς τὴν οἰκίαν, μηδὲ 31εἰσελθέτω 32ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ εἰς τὸν ἀγρὸν 33ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Προσεύχεσθε δὲ ἵνα μὴ γένηται 34ἡ φυγὴ ὑμῶν χειμῶνος. Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως 35ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. Καὶ εἰ μὴ 36Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας. 37Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, 38Ἰδού, ὧδε ὁ Χριστός, 39ἢ 40Ἰδού, ἐκεῖ, μὴ 41πιστεύετε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, 42καὶ τοὺς ἐκλεκτούς. Ὑμεῖς δὲ βλέπετε· 43ἰδού, προείρηκα ὑμῖν 44πάντα.
The Coming of the Son of Man
Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες 46τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως 47πολλῆς καὶ δόξης. Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους 48αὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς 49αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου 50γῆς ἕως ἄκρου 51οὐρανοῦ.
The Lesson of the Fig Tree
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν 52αὐτῆς ἤδη ὁ κλάδος 53ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, 54γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· οὕτω καὶ ὑμεῖς, ὅταν 55ταῦτα ἴδητε 56γινόμενα, 57γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ 58πάντα ταῦτα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ 59παρελεύσεται, οἱ δὲ 60λόγοι μου οὐ 61μὴ 62παρέλθωσι.
Keep Watch
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης 63ἢ 64ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι 65οἱ ἐν 66οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. Βλέπετε, ἀγρυπνεῖτε 67καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, 68καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, 69ὀψέ, ἢ 70μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ· μὴ ἐλθὼν 71ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 72Ἃ δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.
Source notes (72)
- Footnote ο ιησους αποκριθεις ¦ αποκριθεις ο ιησους PCK ¦ ο ιησους CT
- Footnote αφεθη 78.4% ¦ αφεθη ωδε ANT CT PCK 21.4%
- Footnote λιθω ¦ λιθον ANT CT
- Footnote επηρωτων ¦ επηρωτα CT
- Footnote ιωαννης ¦ ιωανης WH
- Footnote ειπε ¦ ειπον CT
- Footnote παντα ταυτα συντελεισθαι 𝔐14 ¦ ταυτα παντα συντελεισθαι 𝔐9 ¦ ταυτα συντελεισθαι παντα CT
- Footnote αποκριθεις αυτοις ηρξατο λεγειν ¦ αποκριθεις ηρξατο λεγειν αυτοις ANT ¦ ηρξατο λεγειν αυτοις CT
- Footnote γαρ ¦ --- CT
- Footnote γαρ ¦ --- CT
- Footnote επι ¦ επ CT
- Footnote και ¦ --- CT
- Footnote και ¦ --- CT
- Footnote λιμοι και ταραχαι 96% ¦ λιμοι CT 0.5%
- Footnote αρχαι 𝔐18 ¦ αρχη 𝔐7 CT
- Footnote γαρ ¦ --- CT
- Footnote εις συναγωγας ¦ εν ταις συναγωγαις αυτων ANT
- Footnote σταθησεσθε ¦ αχθησεσθε PCK SCR
- Footnote δει πρωτον ¦ πρωτον δει ECM† NA SBL TH WH
- Footnote οταν δε ¦ και οταν CT
- Footnote αγαγωσιν 𝔐18 ¦ αγωσιν 𝔐7 CT PCK
- Footnote λαλησητε 𝔐14 ¦ λαλησετε 𝔐11 PCK
- Footnote μηδε μελετατε ¦ --- CT
- Footnote εστε υμεις ¦ υμεις εστε ANT
- Footnote παραδωσει δε ¦ και παραδωσει CT
- Footnote μισουμενοι ¦ μεισουμενοι TH
- Footnote το ρηθεν υπο δανιηλ του προφητου ¦ --- CT
- Footnote εστως ¦ εστηκοτα CT
- Footnote δε ¦ --- SBL WH
- Footnote εις την οικιαν 94.3% ¦ --- CT 2.6%
- Footnote εισελθετω ¦ εισελθατω CT
- Footnote αραι τι ¦ τι αραι SBL TH WH
- Footnote ων ¦ --- CT
- Footnote η φυγη υμων ¦ --- CT
- Footnote ης ¦ ην CT
- Footnote κυριος εκολοβωσε ¦ εκολοβωσε κυριος ANT ECM NA SBL WH
- Footnote και 𝔐42 ¦ --- 𝔐3 PCK RP
- Footnote ιδου ¦ ιδε CT
- Footnote η ¦ --- ANT CT PCK
- Footnote ιδου ¦ ιδε CT
- Footnote πιστευετε 𝔐10 ¦ πιστευσητε 𝔐13 PCK TR
- Footnote και ¦ --- ECM† NA SBL TH WH
- Footnote ιδου ¦ --- ECM† NA SBL TH WH
- Footnote παντα 𝔐18 ¦ απαντα 𝔐7 ANT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote του ουρανου εσονται εκπιπτοντες ¦ εσονται εκ του ουρανου πιπτοντες ANT CT
- Footnote πολλης και δοξης 𝔐15 ¦ και δοξης πολλης 𝔐9
- Footnote αυτου ¦ --- ECM† NA SBL TH WH
- Footnote αυτου ¦ --- SBL
- Footnote γης ¦ της γης ANT
- Footnote ουρανου 𝔐18 ¦ του ουρανου 𝔐7 ANT
- Footnote αυτης ηδη ο κλαδος 49.8% ¦ ηδη ο κλαδος αυτης CT PCK 28.9% ¦ αυτης ηδη ο κλαδος MSS 8.4% ¦ αυτης ο κλαδος ηδη ANT 5%
- Footnote απαλος γενηται ¦ γενηται απαλος ANT
- Footnote γινωσκετε ¦ γινωσκεται PCK ¦ γεινωσκετε TH
- Footnote ταυτα ιδητε ¦ ιδητε ταυτα ANT ECM† NA SBL TH WH
- Footnote γινομενα ¦ γεινομενα TH
- Footnote γινωσκετε ¦ γεινωσκετε TH
- Footnote παντα ταυτα ¦ ταυτα παντα ECM† NA SBL TH WH
- Footnote παρελευσεται KX(89) ¦ παρελευσονται KX(75) ANT CT TR
- Footnote λογοι μου ¦ εμοι λογοι ANT
- Footnote μη ¦ --- WH
- Footnote παρελθωσι ¦ παρελευσονται ANT CT
- Footnote η ¦ και TR
- Footnote ωρας ¦ της ωρας ANT CT TR
- Footnote οι εν ¦ εν ANT ECM† NA SBL TH WH
- Footnote ουρανω KX(83) ¦ τω ουρανω KX(60) PCK
- Footnote και προσευχεσθε 82% ¦ προσευχεσθε PCK 13.9% ¦ --- ECM NA SBL WH 0.6%
- Footnote και ¦ --- CT
- Footnote οψε ¦ η οψε CT
- Footnote μεσονυκτιου ¦ μεσονυκτιον CT
- Footnote εξαιφνης ¦ εξεφνης WH
- Footnote α ¦ ο CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.