Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΡΚΟΝ 14

The Plot to Kill Jesus

Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. Ἔλεγον 1δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε 2θόρυβος ἔσται τοῦ λαοῦ.

Jesus Anointed at Bethany

Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν 3τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· 4καὶ συντρίψασα 5τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ 6κατὰ τῆς κεφαλῆς. Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, 7καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; Ἠδύνατο γὰρ 8τοῦτο πραθῆναι ἐπάνω 9τριακοσίων δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ. Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον 10εἰργάσατο 11ἐν ἐμοί. Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε 12αὐτοὺς 13εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ὃ 14ἔσχεν 15αὕτη ἐποίησε· προέλαβε μυρίσαι 16μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. Ἀμὴν 17δὲ λέγω ὑμῖν, ὅπου 18ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον 19τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

Judas Agrees to Betray Jesus

Καὶ 20ὁ Ἰούδας 21ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵνα 22παραδῷ αὐτὸν αὐτοῖς. Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ 23ἀργύριον δοῦναι, καὶ ἐζήτει πῶς 24εὐκαίρως αὐτὸν παραδῷ.

The Passover with the Disciples

Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες 25ἑτοιμάσομεν ἵνα φάγῃς τὸ Πάσχα; Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστι τὸ 26κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; Καὶ αὐτὸς ὑμῖν δείξει 27ἀνώγαιον μέγα ἐστρωμένον 28ἕτοιμον· 29ἐκεῖ ἑτοιμάσατε ἡμῖν. Καὶ ἐξῆλθον οἱ μαθηταὶ 30αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.

Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, 31εἶπεν ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ. 32Οἱ δὲ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς 33καθ᾽ εἷς, Μήτι ἐγώ; 34Καὶ ἄλλος, Μήτι ἐγώ; Ὁ δὲ 35ἀποκριθεὶς εἶπεν αὐτοῖς, Εἷς 36ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ 37τρυβλίον. 38Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν 39ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

The Institution of the Lord's Supper

Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν 40ὁ Ἰησοῦς ἄρτον, 41εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπε, Λάβετε, 42φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν 43τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ αἷμά μου, 44τὸ τῆς καινῆς διαθήκης, τὸ 45περὶ πολλῶν ἐκχυνόμενον. 46Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ 47γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

Jesus Predicts Peter's Denial

Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε 48ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ 49διασκορπισθήσεται τὰ πρόβατα. 50Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, 51Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι 52σὺ σήμερον 53ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς 54ἀπαρνήσῃ με. Ὁ 55δὲ 56ἐκπερισσοῦ ἔλεγε μᾶλλον, Ἐάν 57με δέῃ συναποθανεῖν σοι, οὐ μή σε 58ἀπαρνήσωμαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Jesus Prays in the Garden of Gethsemane

Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα 59Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως 60προσεύξωμαι. Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ 61Ἰάκωβον καὶ 62Ἰωάννην 63μεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. Καὶ 64λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. Καὶ 65προσελθὼν μικρόν, 66ἔπεσεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα. Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. 67Παρένεγκε τὸ ποτήριον 68ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, 69ἀλλὰ τί σύ. Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ 70ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ 71εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. Καὶ 72ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ 73οἱ ὀφθαλμοὶ αὐτῶν 74βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί 75αὐτῷ ἀποκριθῶσι. Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε 76λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα. Ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ὁ παραδιδούς με ἤγγικε.

Jesus Arrested

Καὶ 77εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, 78παραγίνεται 79Ἰούδας, εἷς 80ὢν τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος 81πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, 82παρὰ τῶν ἀρχιερέων καὶ 83τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν, καὶ 84ἀπαγάγετε ἀσφαλῶς. Καὶ ἐλθών, 85εὐθέως προσελθὼν αὐτῷ λέγει 86αὐτῷ, 87Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. Οἱ δὲ 88ἐπέβαλον 89ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν, καὶ ἐκράτησαν αὐτόν. Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ 90ὠτίον. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν 91ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾽ ἡμέραν 92ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί. Καὶ ἀφέντες αὐτὸν 93πάντες ἔφυγον.

A Young Man Flees

Καὶ 94εἷς τις νεανίσκος 95ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν 96οἱ νεανίσκοι· ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν 97ἀπ᾽ αὐτῶν.

Jesus Faces the Sanhedrin

Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται 98αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν 99συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ 100εὕρισκον. Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, λέγοντες ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς 101μέσον 102ἐπηρώτησε τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ ἐσιώπα, καὶ 103οὐδὲν ἀπεκρίνατο. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ; Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου 104ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον 105μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Ὁ δὲ ἀρχιερεὺς 106διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 107Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν 108εἶναι ἔνοχον θανάτου. Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν 109τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, 110Προφήτευσον. Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν 111ἔβαλλον.

Peter Denies Jesus

Καὶ ὄντος τοῦ Πέτρου 112ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ 113Ναζαρηνοῦ 114Ἰησοῦ ἦσθα. Ὁ δὲ ἠρνήσατο, λέγων, 115Οὐκ οἶδα, 116οὔτε ἐπίσταμαι 117τί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· 118καὶ ἀλέκτωρ ἐφώνησε. Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν 119πάλιν ἤρξατο λέγειν τοῖς 120παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, 121καὶ ἡ λαλιά σου ὁμοιάζει. Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ 122ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 123Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. Καὶ ἀνεμνήσθη ὁ Πέτρος 124τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα 125φωνῆσαι δίς, 126ἀπαρνήσῃ με τρίς. Καὶ ἐπιβαλὼν ἔκλαιε.

Source notes (126)
  1. Footnote δε ¦ γαρ CT
  2. Footnote θορυβος εσται ¦ εσται θορυβος CT
  3. Footnote τη KX(108) ¦ --- KX(56)
  4. Footnote και ¦ --- CT
  5. Footnote το KX(108) ¦ τον KX(57) ¦ την CT
  6. Footnote κατα ¦ --- CT
  7. Footnote και λεγοντες ¦ λεγοντες ANT ¦ --- CT
  8. Footnote τουτο ¦ τουτο το μυρον ANT CT
  9. Footnote τριακοσιων δηναριων ¦ δηναριων τριακοσιων ECM† NA SBL TH WH
  10. Footnote ειργασατο ¦ ηργασατο CT
  11. Footnote εν εμοι ¦ εις εμε TR
  12. Footnote αυτους ¦ αυτοις CT
  13. Footnote ευ ¦ παντοτε ευ WH
  14. Footnote εσχεν ¦ ειχεν TR
  15. Footnote αυτη ¦ --- CT
  16. Footnote μου το σωμα ¦ το σωμα μου CT
  17. Footnote δε KX(98) ¦ --- KX(64) ANT PCK RP TR
  18. Footnote εαν ¦ αν TR
  19. Footnote τουτο ¦ --- ECM† NA SBL TH WH
  20. Footnote ο 𝔐14 ¦ --- 𝔐11 ANT CT PCK
  21. Footnote ο ισκαριωτης ¦ ισκαριωθ ο CT
  22. Footnote παραδω αυτον ¦ αυτον παραδοι CT
  23. Footnote αργυριον 𝔐14 ¦ αργυρια 𝔐10 ANT PCK
  24. Footnote ευκαιρως αυτον παραδω ¦ αυτον ευκαιρως παραδοι CT
  25. Footnote ετοιμασομεν KX(93) ¦ ετοιμασωμεν KX(73) ANT CT RP TR
  26. Footnote καταλυμα ¦ καταλυμα μου ANT CT
  27. Footnote ανωγαιον 𝔐18 ¦ ανωγεον 𝔐10 HF RP TR ¦ ανωγεων 𝔐6 PCK ¦ αναγαιον CT
  28. Footnote ετοιμον 𝔐16 ¦ --- 𝔐9
  29. Footnote εκει ¦ και εκει ECM† NA SBL TH WH
  30. Footnote αυτου ¦ --- CT
  31. Footnote ειπεν ο ιησους ¦ ο ιησους ειπεν CT
  32. Footnote οι δε ¦ --- CT
  33. Footnote καθ ¦ κατα CT
  34. Footnote και αλλος μητι εγω 87.5% ¦ --- CT 8.2%
  35. Footnote αποκριθεις ¦ --- CT
  36. Footnote εκ ¦ --- CT
  37. Footnote τρυβλιον 96% ¦ εν τρυβλιον WH 0.2%
  38. Footnote ο ¦ οτι ο CT
  39. Footnote ην ¦ --- ECM† NA SBL TH WH
  40. Footnote ο ιησους ¦ --- ECM† NA SBL TH WH
  41. Footnote ευλογησας ¦ και ευλογησας PCK
  42. Footnote φαγετε ¦ --- CT
  43. Footnote το ¦ --- CT
  44. Footnote το της καινης 85.2% ¦ της καινης MSS 13.7% ¦ της CT 0.5%
  45. Footnote περι πολλων εκχυνομενον ¦ εκχυννομενον υπερ πολλων CT
  46. Footnote αμην KX(98) ¦ αμην δε KX(66)
  47. Footnote γενηματος ¦ γεννηματος TR
  48. Footnote εν εμοι εν τη νυκτι ταυτη KX(101) ¦ --- KX(65) CT
  49. Footnote διασκορπισθησεται τα προβατα ¦ διασκορπισθησονται τα προβατα ANT ¦ τα προβατα διασκορπισθησονται CT
  50. Footnote αλλα μετα ¦ μετα δε PCK
  51. Footnote και ει ¦ ει και CT
  52. Footnote συ ¦ --- TR
  53. Footnote εν τη νυκτι ταυτη ¦ ταυτη τη νυκτι CT
  54. Footnote απαρνηση με ¦ με απαρνηση CT
  55. Footnote δε ¦ δε πετρος ANT
  56. Footnote εκπερισσου ελεγε μαλλον ¦ εκπερισσως ελαλει CT
  57. Footnote με δεη ¦ δεη με NA SBL TH WH
  58. Footnote απαρνησωμαι 𝔐12 ¦ απαρνησομαι 𝔐13 ANT CT TR
  59. Footnote γεθσημανη 𝔐17 ¦ γεθσημανι 𝔐7 ECM NA SBL ¦ γεθσημανει TH WH
  60. Footnote προσευξωμαι 𝔐20 ¦ προσευξομαι 𝔐25 PCK
  61. Footnote ιακωβον ¦ τον ιακωβον ECM NA TH TR WH
  62. Footnote ιωαννην ¦ τον ιωαννην ECM NA TH ¦ τον ιωανην WH
  63. Footnote μεθ᾽ ἑαυτοῦ ¦ μετ᾽ αὐτοῦ CT
  64. Footnote λεγει 𝔐14 ¦ λεγειν 𝔐11 ANT
  65. Footnote προσελθων 𝔐13 ¦ προελθων 𝔐12 ANT CT PCK TR
  66. Footnote επεσεν ¦ επεσεν επι προσωπον ANT ¦ επιπτεν CT
  67. Footnote παρενεγκε ¦ παρενεγκαι PCK
  68. Footnote απ εμου τουτο ¦ τουτο απ εμου CT
  69. Footnote αλλα ¦ αλλ ει ANT
  70. Footnote ισχυσας ¦ ισχυσατε ANT
  71. Footnote εισελθητε ¦ ελθητε ECM† NA SBL TH WH
  72. Footnote υποστρεψας ευρεν αυτους παλιν 94.5% ¦ παλιν ελθων ευρεν αυτους CT 0.5%
  73. Footnote οι οφθαλμοι αυτων ¦ αυτων οι οφθαλμοι CT
  74. Footnote βεβαρημενοι ¦ καταβαρυνομενοι ANT CT PCK
  75. Footnote αυτω αποκριθωσι ¦ αποκριθωσιν αυτω ANT CT
  76. Footnote λοιπον 𝔐11 ¦ το λοιπον 𝔐14 CT TR
  77. Footnote ευθεως ¦ ευθυς CT
  78. Footnote παραγινεται ¦ παραγεινεται TH
  79. Footnote ιουδας 𝔐18 ¦ ιουδας ο ισκαριωτης 𝔐7 ANT ¦ ο ιουδας WH
  80. Footnote ων ¦ --- ANT CT
  81. Footnote πολυς ¦ --- CT
  82. Footnote παρα ¦ απεσταλμενοι παρα ANT
  83. Footnote των 𝔐18 ¦ --- 𝔐7 ANT
  84. Footnote απαγαγετε ¦ απαγετε NA SBL TH WH
  85. Footnote ευθεως ¦ ευθυς CT
  86. Footnote αυτω 𝔐16 ¦ --- 𝔐9 ANT CT TR
  87. Footnote ραββι ραββι ¦ χαιρε ραββι ANT ¦ ραββι ECM NA SBL ¦ ραββει TH WH
  88. Footnote επεβαλον ¦ επεβαλαν SBL WH
  89. Footnote επ αυτον τας χειρας αυτων ¦ τας χειρας αυτω ECM† NA SBL TH WH ¦ τας χειρας αυτων ECM†
  90. Footnote ωτιον ¦ ωταριον CT
  91. Footnote εξηλθετε ¦ εξηλθατε CT
  92. Footnote ημην προς υμας ¦ προς υμας ημην ANT
  93. Footnote παντες εφυγον ¦ εφυγον παντες ANT CT
  94. Footnote εις τις νεανισκος 98.7% ¦ νεανισκος τις ECM† NA SBL TH WH 0.5%
  95. Footnote ηκολουθησεν ¦ ηκολουθει TR ¦ συνηκολουθει CT
  96. Footnote οι νεανισκοι ¦ --- CT
  97. Footnote απ αυτων 96.7% ¦ --- CT 0.3%
  98. Footnote αυτω ¦ --- ECM NA SBL WH
  99. Footnote συγκαθημενος ¦ συνκαθημενος TH WH
  100. Footnote ευρισκον ¦ ηυρισκον CT
  101. Footnote μεσον ¦ το μεσον ANT TR
  102. Footnote επηρωτησε ¦ επηρωτα ANT
  103. Footnote ουδεν απεκρινατο ¦ ουκ απεκρινατο ουδεν CT
  104. Footnote εκ δεξιων καθημενον ¦ καθημενον εκ δεξιων TR
  105. Footnote μετα ¦ επι ANT
  106. Footnote διαρρηξας ¦ διαρηξας WH
  107. Footnote ηκουσατε ¦ ηκουσατε παντως ANT
  108. Footnote ειναι ενοχον ¦ ενοχον ειναι CT
  109. Footnote το προσωπον αυτου ¦ αυτου το προσωπον CT
  110. Footnote προφητευσον ¦ προφητευσον ημιν τις εστιν ο παισας σε ANT
  111. Footnote εβαλλον 𝔐651 55.1% ¦ εβαλον 𝔐543 ANT 37% ¦ ελαβον CT 5.7%
  112. Footnote εν τη αυλη κατω ¦ κατω εν τη αυλη ANT CT
  113. Footnote ναζαρηνου ιησου ¦ ιησου του ναζαρηνου ANT
  114. Footnote ιησου ησθα ¦ ησθα του ιησου CT
  115. Footnote ουκ ¦ ουτε CT
  116. Footnote ουτε 𝔐28 ¦ ουδε 𝔐16 ANT RP TR
  117. Footnote τι συ ¦ συ τι CT
  118. Footnote και αλεκτωρ εφωνησε 97.2% ¦ --- ECM† WH 0.5%
  119. Footnote παλιν ηρξατο ¦ ηρξατο παλιν CT
  120. Footnote παρεστηκοσιν ¦ παρεστωσιν CT
  121. Footnote και η λαλια σου ομοιαζει ¦ --- ECM NA TH WH
  122. Footnote ομνυναι ¦ ομνυειν TR
  123. Footnote και 96.6% ¦ και ευθυς ECM† NA SBL TH WH 0.8%
  124. Footnote το ρημα ο ¦ του ρηματος ου TR ¦ το ρημα ως CT
  125. Footnote φωνησαι δις ¦ δις φωνησαι WH
  126. Footnote απαρνηση με τρις ¦ τρις με απαρνηση CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.