The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΡΚΟΝ 15
Jesus Handed Over to Pontius Pilate
Καὶ 1εὐθέως 2ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν 3τῷ 4Πιλάτῳ. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ 5Πιλάτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς 6εἶπεν αὐτῷ, Σὺ λέγεις. Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς 7πολλά· ὁ δὲ 8Πιλάτος πάλιν 9ἐπηρώτησεν αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου 10καταμαρτυροῦσιν. Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν 11Πιλάτον.
The Crowd Calls For Jesus' Crucifixion
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, 12ὅνπερ ᾐτοῦντο. Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν 13συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. Καὶ 14ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς 15ἀεὶ ἐποίει αὐτοῖς. Ὁ δὲ 16Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 17Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. Ὁ δὲ 18Πιλάτος 19ἀποκριθεὶς πάλιν 20εἶπεν αὐτοῖς, Τί οὖν 21θέλετε ποιήσω ὃν λέγετε 22βασιλέα τῶν Ἰουδαίων; Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. Ὁ δὲ 23Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ 24κακὸν ἐποίησεν; Οἱ δὲ 25περισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν. Ὁ δὲ 26Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
The Soldiers Mock Jesus
Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ 27συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. Καὶ 28ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, καὶ ἤρξαντο ἀσπάζεσθαι 29αὐτόν, Χαῖρε, 30ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἔτυπτον 31αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια 32τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
The Crucifixion
Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. Καὶ φέρουσιν αὐτὸν ἐπὶ 33Γολγοθᾶ τόπον, ὅ ἐστι 34μεθερμηνευόμενον Κρανίου Τόπος. Καὶ ἐδίδουν αὐτῷ 35πιεῖν ἐσμυρνισμένον οἶνον· 36ὁ δὲ οὐκ ἔλαβε. Καὶ 37σταυρώσαντες αὐτόν, 38διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, 39βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ. Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων. Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 40Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, 41κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ 42ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, 43καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως 44καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ὁ Χριστὸς ὁ βασιλεὺς 45τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ 46πιστεύσωμεν. Καὶ οἱ συνεσταυρωμένοι 47αὐτῷ ὠνείδιζον αὐτόν.
The Death of Jesus
Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας 49ἐνάτης. Καὶ τῇ 50ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, 51λέγων, Ἐλωΐ, Ἐλωΐ, 52λιμὰ 53σαβαχθανί; Ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός 54μου, ὁ Θεός μου, εἰς τί 55με ἐγκατέλιπες; Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, 56Ἰδού, 57Ἠλίαν φωνεῖ. Δραμὼν δὲ 58εἷς, 59καὶ γεμίσας σπόγγον ὄξους, περιθείς 60τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται 61Ἠλίας καθελεῖν αὐτόν. Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο 62ἀπὸ ἄνωθεν ἕως κάτω. Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω 63κράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς 64ὁ ἄνθρωπος οὗτος υἱὸς 65ἦν Θεοῦ.
Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς 66ἦν καὶ 67Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ 68τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ 69Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 70αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
The Burial of Jesus
Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ 71ἦν Παρασκευή, ὅ ἐστι 72προσάββατον, 73ἦλθεν Ἰωσὴφ 74ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸς 75Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ 76Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ 77πάλαι ἀπέθανε. Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ 78σῶμα τῷ Ἰωσήφ. Καὶ ἀγοράσας σινδόνα, 79καὶ καθελὼν αὐτόν, ἐνείλησε τῇ σινδόνι, καὶ 80κατέθηκεν αὐτὸν ἐν 81μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ Μαρία ἡ 82Μαγδαληνὴ καὶ Μαρία 83Ἰωσῆ ἐθεώρουν ποῦ 84τίθεται.
Source notes (84)
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote επι το 80% ¦ επι τω MSS 17.3% ¦ --- ECM† NA SBL TH WH 1.1%
- Footnote τω ¦ --- CT
- Footnote πιλατω ¦ πειλατω TH WH
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote ειπεν αυτω ¦ αυτω λεγει CT
- Footnote πολλα ¦ πολλα αυτος δε ουδεν απεκρινατο ANT SCR
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote επηρωτησεν ¦ επηρωτα ANT CT
- Footnote καταμαρτυρουσιν ¦ κατηγορουσιν CT
- Footnote πιλατον ¦ πειλατον TH WH
- Footnote ονπερ ητουντο ¦ ον παρητουντο ECM† NA SBL TH WH
- Footnote συστασιαστων ¦ στασιαστων CT
- Footnote αναβοησας ¦ αναβας ECM† NA SBL TH WH
- Footnote αει ¦ --- ECM NA SBL WH
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote εγινωσκε ¦ εγεινωσκε TH
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote αποκριθεις παλιν ¦ παλιν αποκριθεις CT
- Footnote ειπεν ¦ ελεγεν CT
- Footnote θελετε ¦ --- ECM TH WH
- Footnote βασιλεα ¦ τον βασιλεα ANT CT
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote κακον εποιησεν ¦ εποιησε κακον ANT CT
- Footnote περισσοτερως 𝔐15 ¦ περισσως 𝔐7 CT
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote συγκαλουσιν ¦ συνκαλουσιν TH WH
- Footnote ενδυουσιν ¦ ενδιδυσκουσιν CT
- Footnote αυτον ¦ αυτον και λεγειν PCK
- Footnote ο βασιλευς ¦ βασιλευ CT TR
- Footnote αυτου την κεφαλην 𝔐15 ¦ την κεφαλην αυτου 𝔐9
- Footnote τα ιδια 96.2% ¦ αυτου ECM† NA WH 0.8%
- Footnote γολγοθα 𝔐14 ¦ γολγοθαν 𝔐8 ¦ τον γολγοθαν CT
- Footnote μεθερμηνευομενον ¦ μεθερμηνευομενος WH
- Footnote πιειν ¦ --- CT
- Footnote ο ¦ ος ECM† NA SBL TH WH
- Footnote σταυρωσαντες αυτον ¦ σταυρουσιν αυτον και ECM† NA SBL TH WH
- Footnote διαμεριζονται ¦ διεμεριζον TR
- Footnote βαλλοντες 𝔐16 ¦ βαλοντες 𝔐8
- Footnote και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη 84.9% ¦ --- NA SBL TH WH 11% {Note: ECM encloses this text with double brackets.}
- Footnote κινουντες ¦ κεινουντες TH
- Footnote εν τρισιν ημεραις οικοδομων ¦ οικοδομων εν τρισιν ημεραις ECM† NA SBL TH WH
- Footnote και καταβα ¦ καταβας CT
- Footnote και ¦ δε και ANT TR
- Footnote του ¦ --- CT
- Footnote πιστευσωμεν 𝔐30 ¦ πιστευσωμεν αυτω 𝔐14 ANT HF PCK RP
- Footnote αυτω 95.4% ¦ συν αυτω ECM NA SBL WH 1.2%
- Footnote γενομενης δε ¦ και γενομενης CT
- Footnote ενατης 𝔐15 ¦ εννατης 𝔐9 TR
- Footnote ωρα τη ενατη 𝔐15 ¦ ωρα τη εννατη 𝔐8 TR ¦ ενατη ωρα CT
- Footnote λεγων ¦ --- CT
- Footnote λιμα ¦ λαμμα TR ¦ λεμα ECM NA SBL ¦ λαμα TH WH
- Footnote σαβαχθανι ¦ σαβαχθανει TH WH
- Footnote μου 𝔐14 ¦ --- 𝔐10 PCK
- Footnote με εγκατελιπες ¦ εγκατελιπες με ECM† NA SBL TH WH
- Footnote ιδου 𝔐17 ¦ ιδου οτι 𝔐7 ¦ ιδε ANT CT
- Footnote ηλιαν ¦ ηλειαν WH
- Footnote εις ¦ τις CT
- Footnote και ¦ --- TH WH
- Footnote τε ¦ --- CT
- Footnote ηλιας ¦ ηλειας WH
- Footnote απο ¦ απ CT
- Footnote κραξας 96.5% ¦ --- ECM† NA SBL TH WH 0.4%
- Footnote ο ανθρωπος ουτος ¦ ουτος ο ανθρωπος CT
- Footnote ην θεου ¦ θεου ην ECM NA SBL WH
- Footnote ην και 𝔐17 ¦ ην 𝔐7 PCK ¦ και CT
- Footnote μαρια ¦ μαριαμ WH
- Footnote του ¦ --- CT
- Footnote ιωση ¦ ιωσητος CT
- Footnote αι και 88.8% ¦ και MSS 7.4% ¦ αι CT 3.6%
- Footnote ην παρασκευη ¦ παρασκευη ην PCK
- Footnote προσαββατον 𝔐14 ¦ προς σαββατον 𝔐5 ¦ προς σαβατον 𝔐5
- Footnote ηλθεν 𝔐15 ¦ ελθων 𝔐9 ANT CT PCK
- Footnote ο ¦ --- WH
- Footnote πιλατον ¦ τον πιλατον ECM† NA SBL ¦ τον πειλατον TH WH
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote παλαι 97.8% ¦ ηδη TH WH 1.5%
- Footnote σωμα ¦ πτωμα CT
- Footnote και ¦ --- CT
- Footnote κατεθηκεν 93.8% ¦ εθηκεν ECM† NA SBL TH WH 4.6%
- Footnote μνημειω ¦ μνηματι ECM† WH
- Footnote μαγδαληνη 𝔐17 ¦ μαγδαλινη 𝔐7
- Footnote ιωση ¦ η ιωσητος CT
- Footnote τιθεται ¦ τεθειται CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.