The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΡΚΟΝ 16
The Resurrection
Καὶ διαγενομένου τοῦ σαββάτου, 1Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία 2Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν 3αὐτόν. Καὶ λίαν πρωῒ 4τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι 5ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν· καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 6Ἀλλ᾽ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ 7ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε 8δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν 9εἶπον, ἐφοβοῦντο 10γάρ.11
Jesus Appears to Mary Magdalene
Ἀναστὰς 13δὲ πρωῒ πρώτῃ 14σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, 15ἀφ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾽ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. 16Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς ἠπίστησαν.
Jesus Appears to Two Disciples
Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
The Great Commission
Ὕστερον ἀνακειμένοις 18αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν 19ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι 20ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι 21καιναῖς· 22ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς 23βλάψῃ· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.
The Ascension
Ὁ μὲν οὖν 24Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, 25ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. 26
Ἀμήν.27
Source notes (27)
- Footnote μαρια ¦ η μαρια WH
- Footnote ιακωβου 𝔐12 ¦ η του ιακωβου 𝔐7 ANT ECM† NA SBL TH TR WH ¦ η ιακωβου 𝔐5 ECM†
- Footnote αυτον ¦ τον ιησουν PCK
- Footnote της μιας ¦ τη μια των CT
- Footnote αποκεκυλισται ¦ ανακεκυλισται ECM† WH
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote εξελθουσαι ¦ εξελθουσαι ταχυ TR
- Footnote δε ¦ γαρ ECM† NA SBL TH WH
- Footnote ειπον ¦ ειπαν ECM NA SBL WH
- Footnote γαρ 99.6% ¦ γαρ παντα δε τα παρηγγελμενα τοις περι τον Πετρον συντομως εξηγγειλαν μετα δε ταυτα και αυτος ο ιησους απο ανατολης και αχρι δυσεως εξαπεστειλε δι αυτων το ιερον και αφθαρτον κηρυγμα της αιωνιου σωτηριας (αμην ECM† NA SBL) ECM† WH 0.4% {Note: NA, SBL, and WH enclose this text with double brackets. WH includes this text after verse 20.}
- Footnote TH includes a scribal note that reads: εν τισι μεν των αντιγραφων εως ωδε πληρουται ο ευαγγελιστης εως ου και ευσεβιος ο παμφιλου εκανονισεν εν πολλοις δε και ταυτα φερεται. Variations of this note are found in 12 manuscripts (0.7%). The exact Greek text of TH is found in 2 manuscripts (0.1%).
- Footnote {include verses 9–20} 99.8% ¦ {omit verses 9–20} 0.2% {Note: NA, SBL, and WH enclose this text with double brackets.}
- Footnote δε ¦ δε ο ιησους PCK
- Footnote σαββατου 𝔐15 ¦ σαββατων 𝔐8
- Footnote αφ ¦ παρ CT
- Footnote κακεινοι ¦ εκεινοι ECM†
- Footnote υστερον ¦ υστερον δε NA SBL TH WH
- Footnote αυτοις ¦ --- ECM†
- Footnote εγηγερμενον 88.9% ¦ εγηγερμενον εκ νεκρων WH 10.5%
- Footnote ταυτα παρακολουθησει 98% ¦ ακολουθησει ταυτα ECM† TH WH 0.4%
- Footnote καιναις ¦ --- ECM† TH WH
- Footnote οφεις 97.2% ¦ και εν ταις χερσιν οφεις ECM NA TH WH 2.2%
- Footnote βλαψη ¦ βλαψει ANT TR
- Footnote κυριος 94.2% ¦ κυριος ιησους NA SBL TH WH 5.3%
- Footnote ανεληφθη ¦ ανελημφθη CT
- Footnote αμην 97.5% ¦ --- ECM† NA SBL WH 2.1%
- Footnote The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους ι΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.