The Text-Critical Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 12
Beware of the Leaven of the Pharisees
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, 1ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης 2τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. Ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
Fear God Alone
Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν 3ἀποκτενόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι 4ἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. Οὐχὶ πέντε στρουθία 5πωλεῖται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ. Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ 6οὖν φοβεῖσθε· 7πολλῶν στρουθίων διαφέρετε.
Acknowledging Christ
Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν 8ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ 9προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ 10μεριμνᾶτε πῶς ἢ τί 11ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.
The Parable of the Rich Fool
Εἶπε δέ τις 12αὐτῷ ἐκ τοῦ ὄχλου, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι 13μετ᾽ ἐμοῦ τὴν κληρονομίαν. Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησε 14δικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς; Εἶπε δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ 15τῆς πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ 16αὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντων 17αὐτοῦ. Εἶπε δὲ παραβολὴν πρὸς αὐτούς, λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν 18ἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα 19τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου. Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός, 20Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου 21ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Οὕτως ὁ θησαυρίζων 22ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
Do Not Be Anxious
Εἶπε δὲ πρὸς τοὺς μαθητὰς 23αὐτοῦ, Διὰ τοῦτο 24ὑμῖν λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ 25ὑμῶν, τί φάγητε· μηδὲ τῷ 26σώματι, τί 27ἐνδύσησθε. 28Ἡ ψυχὴ 29πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος. Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται 30προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν 31ἕνα; Εἰ οὖν 32οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω 33δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ 34τὸν χόρτον ἐν τῷ ἀγρῷ 35σήμερον ὄντα, καὶ αὔριον εἰς 36κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως 37ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, 38ἢ τί πίητε· καὶ μὴ μετεωρίζεσθε. Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου 39ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. Πλὴν ζητεῖτε τὴν βασιλείαν 40τοῦ Θεοῦ, καὶ ταῦτα 41πάντα προστεθήσεται ὑμῖν. Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς 42βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
Be Ready
Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε 43ἀναλύσει ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. 44Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν 45οἱ δοῦλοι ἐκεῖνοι. Τοῦτο δὲ 46γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, 47ἐγρηγόρησεν ἄν, καὶ οὐκ 48ἂν ἀφῆκε 49διορυγῆναι τὸν οἶκον αὐτοῦ. Καὶ ὑμεῖς 50οὖν 51γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Εἶπε δὲ 52αὐτῷ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας; 53Εἶπε δὲ ὁ Κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος 54καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ 55τὸ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει 56ποιοῦντα οὕτως. Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ 57γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου 58ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας 59μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
Not Peace, but Division
Πῦρ ἦλθον βαλεῖν 60εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως 61οὗ τελεσθῇ. Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν 62οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσί, καὶ δύο ἐπὶ τρισί. 63Διαμερισθήσεται πατὴρ 64ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· μήτηρ ἐπὶ 65θυγατρί, καὶ θυγάτηρ ἐπὶ 66μητρί· πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν 67αὐτῆς.
Interpreting the Present Time
Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε 68τὴν νεφέλην ἀνατέλλουσαν 69ἀπὸ δυσμῶν, εὐθέως 70λέγετε, Ὄμβρος ἔρχεται· καὶ 71γίνεται οὕτω. Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶ 72γίνεται. Ὑποκριταί, τὸ πρόσωπον 73τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν· τὸν 74δὲ καιρὸν τοῦτον πῶς 75οὐ δοκιμάζετε;
Settle with Your Adversary
Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε 76παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ 77σε βάλῃ εἰς φυλακήν. Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως 78οὗ καὶ 79τὸν ἔσχατον λεπτὸν ἀποδῷς.
Source notes (79)
- Footnote ωστε ¦ ως ANT
- Footnote των φαρισαιων ητις εστιν υποκρισις ¦ ητις εστιν υποκρισις των φαρισαιων NA SBL WH
- Footnote αποκτενοντων ¦ αποκτεινοντων CT TR ¦ αποκτεννοντων ANT
- Footnote εξουσιαν εχοντα ¦ εχοντα εξουσιαν ANT CT
- Footnote πωλειται ¦ πωλουνται CT
- Footnote ουν ¦ --- CT
- Footnote πολλων ¦ πολλω PCK
- Footnote ομολογηση ¦ ομολογησει WH
- Footnote προσφερωσιν ¦ εισφερωσιν CT
- Footnote μεριμνατε ¦ μεριμνησητε CT
- Footnote απολογησησθε ¦ απολογησεσθε PCK
- Footnote αυτω εκ του οχλου ¦ εκ του οχλου αυτω CT
- Footnote μετ εμου την κληρονομιαν ¦ την κληρονομιαν μετ εμου ANT
- Footnote δικαστην 93.3% ¦ κριτην CT 2%
- Footnote της ¦ πασης ANT CT
- Footnote αυτω ¦ αυτου ANT CT PCK TR
- Footnote αυτου ¦ αυτω CT
- Footnote ἑαυτῷ ¦ αὑτῷ WH
- Footnote τα γενηματα μου ¦ τον σιτον CT
- Footnote αφρον ¦ αφρων CT ST
- Footnote απαιτουσιν ¦ αιτουσιν TH WH
- Footnote ἑαυτῷ ¦ αὑτῷ WH
- Footnote αυτου ¦ --- TH
- Footnote υμιν λεγω ¦ λεγω υμιν ANT CT PCK
- Footnote υμων ¦ --- CT
- Footnote σωματι ¦ σωματι υμων ANT WH
- Footnote ενδυσησθε ¦ ενδυσεσθε PCK
- Footnote η ¦ ουχι η ANT ¦ η γαρ CT
- Footnote πλειον ¦ πλειων PCK
- Footnote προσθειναι επι την ηλικιαν αυτου KX(90) ¦ προσθηναι επι την ηλικιαν αυτου KX(70) ¦ επι την ηλικιαν αυτου προσθειναι CT
- Footnote ενα ¦ --- CT
- Footnote ουτε ¦ ουδε CT
- Footnote δε ¦ --- PCK
- Footnote τον χορτον εν τω αγρω ¦ τον χορτον του αγρου ANT ¦ εν αγρω τον χορτον CT
- Footnote σημερον οντα ¦ οντα σημερον CT
- Footnote κλιβανον ¦ κλειβανον TH
- Footnote αμφιεννυσι ¦ αμφιεζει NA SBL TH ¦ αμφιαζει WH
- Footnote η ¦ και ANT CT
- Footnote επιζητει ¦ επιζητουσιν CT
- Footnote του θεου ¦ αυτου CT
- Footnote παντα ¦ --- CT
- Footnote βαλαντια ¦ βαλλαντια ANT CT
- Footnote αναλυσει 𝔐28 ¦ αναλυση 𝔐6 CT RP
- Footnote και εαν ελθη εν τη δευτερα φυλακη και ¦ καν εν τη δευτερα καν CT
- Footnote οι δουλοι ¦ --- CT
- Footnote γινωσκετε ¦ γεινωσκετε TH
- Footnote εγρηγορησεν αν και ¦ --- NA SBL
- Footnote αν ¦ --- TH WH
- Footnote διορυγηναι ¦ διορυχθηναι NA SBL WH
- Footnote ουν 95.3% ¦ --- CT 1.6%
- Footnote γινεσθε ¦ γεινεσθε TH
- Footnote αυτω ¦ --- CT
- Footnote ειπε δε ¦ και ειπεν CT
- Footnote και ¦ ο CT
- Footnote το ¦ --- TH
- Footnote ποιουντα ουτως ¦ ουτω ποιουντα ANT TH
- Footnote γινωσκει ¦ γεινωσκει TH
- Footnote ἑαυτοῦ 𝔐pt ¦ αὐτοῦ 𝔐pt CT PCK
- Footnote μηδε ¦ η CT
- Footnote εις ¦ επι ANT CT
- Footnote ου ¦ οτου CT
- Footnote οικω ενι ¦ ενι οικω CT
- Footnote διαμερισθησεται ¦ διαμερισθησονται ANT CT
- Footnote επι ¦ εφ TR
- Footnote θυγατρι ¦ την θυγατερα NA TH ¦ θυγατερα SBL WH
- Footnote μητρι ¦ την μητερα CT
- Footnote αυτης ¦ --- CT
- Footnote την ¦ --- SBL TH WH
- Footnote απο ¦ επι CT
- Footnote λεγετε ¦ λεγετε οτι CT
- Footnote γινεται ¦ γεινεται TH
- Footnote γινεται ¦ γεινεται TH
- Footnote της γης και του ουρανου 𝔐pt ¦ του ουρανου και της γης 𝔐pt ANT PCK SCR
- Footnote δε καιρον ¦ καιρον δε NA TH WH
- Footnote ου δοκιμαζετε 94.3% ¦ ουκ οιδατε δοκιμαζειν CT 0.8%
- Footnote παραδω ¦ παραδωσει CT
- Footnote σε βαλη ¦ βαλη σε PCK ¦ σε βαλλη TR ¦ σε βαλει ANT CT
- Footnote ου ¦ --- CT
- Footnote τον 𝔐pt ¦ το 𝔐pt ANT CT PCK TR
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.