Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΛΟΥΚΑΝ 11

Instruction About Prayer

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ 1Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ. Εἶπε δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε,

Πάτερ 2ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,

ἁγιασθήτω τὸ ὄνομά σου. 3

Ἐλθέτω ἡ βασιλεία σου. 4

Γενηθήτω τὸ θέλημά σου,

ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.

Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν.

Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν,

καὶ γὰρ αὐτοὶ 5ἀφίεμεν παντὶ 6ὀφείλοντι ἡμῖν.

Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, 7

ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Καὶ εἶπε πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ 8εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ 9φίλος παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστάς, διὰ τὸ εἶναι 10αὐτοῦ φίλον, διά γε τὴν 11ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ 12ὅσον χρῄζει. Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι 13ἀνοιχθήσεται. Τίνα δὲ 14ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς 15ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν 16ἐπιδώσει αὐτῷ; Ἢ καὶ 17ἐὰν αἰτήσῃ ᾠόν, 18μὴ ἐπιδώσει αὐτῷ σκορπίον; Εἰ οὖν ὑμεῖς 19πονηροὶ ὑπάρχοντες οἴδατε 20δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει Πνεῦμα 21Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;

Jesus and Beelzebul

Καὶ ἦν ἐκβάλλων δαιμόνιον, 22καὶ αὐτὸ ἦν κωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ 23ἐθαύμασαν οἱ ὄχλοι. Τινὲς δὲ ἐξ αὐτῶν 24εἶπον, Ἐν 25Βεελζεβοὺλ 26ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ἕτεροι δὲ πειράζοντες σημεῖον 27παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται· καὶ οἶκος ἐπὶ οἶκον, πίπτει. Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ὅτι λέγετε ἐν 28Βεελζεβοὺλ 29ἐκβάλλειν με τὰ δαιμόνια. Εἰ δὲ ἐγὼ ἐν 30Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι 31ἐκβάλλουσι; Διὰ τοῦτο 32κριταὶ ὑμῶν αὐτοὶ ἔσονται. Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ 33ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ· ἐπὰν δὲ 34ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.

An Unclean Spirit Returns

Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον 35λέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει 36σεσαρωμένον καὶ κεκοσμημένον. Τότε πορεύεται καὶ παραλαμβάνει 37ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ 38ἐλθόντα κατοικεῖ ἐκεῖ· καὶ 39γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.

True Blessedness

Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις 40γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε, 41Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες 42αὐτόν.

The Sign of Jonah

Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν, Ἡ γενεὰ αὕτη 43πονηρά ἐστι· σημεῖον 44ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ 45τοῦ προφήτου. Καθὼς γὰρ ἐγένετο 46Ἰωνᾶς 47σημεῖον τοῖς Νινευΐταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ 48ταύτῃ. Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν 49Σολομῶνος, καὶ ἰδού, πλεῖον 50Σολομῶνος ὧδε. Ἄνδρες 51Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.

The Lamp of the Body

Οὐδεὶς 52δὲ λύχνον ἅψας εἰς 53κρύπτην τίθησιν, 54οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ 55φέγγος βλέπωσιν. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ 56ὀφθαλμός· ὅταν 57οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, 58καὶ ὅλον τὸ σῶμά σου 59φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου 60σκοτεινόν. Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. Εἰ οὖν τὸ σῶμά σου ὅλον 61φωτεινόν, μὴ ἔχον 62τι μέρος 63σκοτεινόν, ἔσται 64φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.

Woe to the Pharisees and Lawyers

Ἐν δὲ τῷ 65λαλῆσαι, 66ἠρώτα αὐτὸν Φαρισαῖός 67τις ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε; Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, 68πάντα καθαρὰ ὑμῖν 69ἐστιν. 70

Ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· 71ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ 72ἀφιέναι. Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. Οὐαὶ ὑμῖν, 73γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι 74περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.

Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. Ὁ δὲ εἶπε, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. Ἄρα 75μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε 76αὐτῶν τὰ μνημεῖα. Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ 77ἐκδιώξουσιν· ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ 78ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ἀπὸ 79τοῦ αἵματος Ἄβελ ἕως 80τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ 81εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. 82

Λέγοντος δὲ αὐτοῦ 83ταῦτα πρὸς αὐτούς, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς 84ἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ἐνεδρεύοντες αὐτόν, 85ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, 86ἵνα κατηγορήσωσιν αὐτοῦ.

Source notes (86)
  1. Footnote ιωαννης ¦ ιωανης WH
  2. Footnote ημων ο εν τοις ουρανοις ¦ --- CT
  3. Footnote ελθετω ¦ ελθατω WH
  4. Footnote γενηθητω το θελημα σου ως εν ουρανω και επι της γης ¦ --- CT
  5. Footnote αφιεμεν ¦ αφιομεν CT
  6. Footnote οφειλοντι ¦ τω οφειλοντι ANT
  7. Footnote αλλα ρυσαι ημας απο του πονηρου ¦ --- CT
  8. Footnote ειπη ¦ ερει ANT
  9. Footnote φιλος ¦ φιλος μου ANT CT TR
  10. Footnote αυτου φιλον ¦ φιλον αυτου CT
  11. Footnote αναιδειαν ¦ αναιδιαν WH
  12. Footnote οσον ¦ οσων ANT CT TR
  13. Footnote ανοιχθησεται 𝔐24 ¦ ανοιγησεται 𝔐10 CT HF PCK RP TR
  14. Footnote υμων ¦ εξ υμων ANT CT
  15. Footnote αρτον μη λιθον επιδωσει αυτω η και ιχθυν μη ¦ αρτον μη λιθον επιδωσει αυτω ει και ιχθυν μη TR ¦ ιχθυν και NA SBL TH ¦ ιχθυν μη WH
  16. Footnote επιδωσει αυτω ¦ αυτω επιδωσει CT
  17. Footnote εαν αιτηση ¦ αιτησει CT
  18. Footnote μη ¦ --- CT
  19. Footnote πονηροι υπαρχοντες ¦ υπαρχοντες πονηροι ANT
  20. Footnote δοματα αγαθα ¦ αγαθα δοματα TR
  21. Footnote αγιον ¦ αγαθον ANT
  22. Footnote και αυτο ην 93.7% ¦ --- SBL TH WH 1.6%
  23. Footnote εθαυμασαν ¦ εθαυμαζον ANT
  24. Footnote ειπον ¦ ειπαν WH
  25. Footnote βεελζεβουλ ¦ βεεζεβουλ WH
  26. Footnote αρχοντι ¦ τω αρχοντι ANT CT
  27. Footnote παρ αυτου εζητουν εξ ουρανου ¦ εξ ουρανου εζητουν παρ αυτου CT
  28. Footnote βεελζεβουλ ¦ βεεζεβουλ WH
  29. Footnote εκβαλλειν με ¦ με εκβαλλειν ANT
  30. Footnote βεελζεβουλ ¦ βεεζεβουλ WH
  31. Footnote εκβαλλουσι ¦ εκβαλουσι ANT
  32. Footnote κριται υμων αυτοι ¦ κριται αυτοι υμων PCK ¦ αυτοι κριται υμων ANT ¦ αυτοι υμων κριται CT
  33. Footnote εκβαλλω ¦ εγω εκβαλλω NA WH
  34. Footnote ο ¦ --- CT
  35. Footnote λεγει ¦ τοτε λεγει NA WH
  36. Footnote σεσαρωμενον ¦ σχολαζοντα σεσαρωμενον WH
  37. Footnote επτα ετερα πνευματα πονηροτερα εαυτου ¦ ετερα πνευματα πονηροτερα εαυτου επτα CT
  38. Footnote ελθοντα ¦ εισελθοντα ANT CT TR
  39. Footnote γινεται ¦ γεινεται TH
  40. Footnote γυνη φωνην ¦ φωνην γυνη CT
  41. Footnote μενουνγε ¦ μεν ουν CT
  42. Footnote αυτον ¦ --- CT
  43. Footnote πονηρα ¦ γενεα πονηρα ANT CT
  44. Footnote επιζητει ¦ ζητει ANT CT
  45. Footnote του προφητου ¦ --- CT
  46. Footnote ιωνας ¦ ο ιωνας WH
  47. Footnote σημειον τοις νινευιταις ¦ τοις νινευιταις σημειον NA SBL ¦ τοις νινευειταις σημειον TH WH
  48. Footnote ταυτη ¦ ταυτη σημειον ANT
  49. Footnote σολομωνος ¦ σολομωντος ANT TR
  50. Footnote σολομωνος ¦ σολομωντος ANT TR
  51. Footnote νινευιται 𝔐22 ¦ νινευι 𝔐7 ANT PCK RP TR ¦ νινευη 𝔐5 HF ¦ νινευειται TH WH
  52. Footnote δε ¦ --- CT
  53. Footnote κρυπτην ¦ κρυπτον TR
  54. Footnote ουδε υπο τον μοδιον ¦ --- TH
  55. Footnote φεγγος ¦ φως NA TH WH
  56. Footnote οφθαλμος ¦ οφθαλμος σου CT
  57. Footnote ουν ¦ --- CT
  58. Footnote και ¦ --- PCK
  59. Footnote φωτεινον ¦ φωτινον WH
  60. Footnote σκοτεινον ¦ σκοτινον WH
  61. Footnote φωτεινον ¦ φωτινον WH
  62. Footnote τι μερος ¦ μερος τι CT
  63. Footnote σκοτεινον ¦ σκοτινον WH
  64. Footnote φωτεινον ¦ φωτινον WH
  65. Footnote λαλησαι ¦ λαλησαι αυτον ταυτα ANT
  66. Footnote ηρωτα ¦ ερωτα CT
  67. Footnote τις ¦ --- CT
  68. Footnote παντα ¦ απαντα ANT
  69. Footnote εστιν ¦ εσται ANT
  70. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  71. Footnote ταυτα ¦ ταυτα δε ANT CT
  72. Footnote αφιεναι ¦ παρειναι CT
  73. Footnote γραμματεις και φαρισαιοι υποκριται ¦ --- CT
  74. Footnote περιπατουντες ¦ οι περιπατουντες CT TR
  75. Footnote μαρτυρειτε ¦ μαρτυρες εστε CT
  76. Footnote αυτων τα μνημεια 95.8% ¦ --- CT 0.6%
  77. Footnote εκδιωξουσιν ¦ διωξουσιν CT
  78. Footnote εκχυνομενον ¦ εκκεχυμενον CT
  79. Footnote του ¦ --- CT
  80. Footnote του ¦ --- CT
  81. Footnote εισηλθετε ¦ εισηλθατε CT
  82. Footnote λεγοντος δε αυτου ταυτα προς αυτους ¦ κακειθεν εξελθοντος αυτου CT
  83. Footnote ταυτα προς αυτους ¦ προς αυτους ταυτα ANT
  84. Footnote ενεχειν ¦ συνεχειν PCK
  85. Footnote ζητουντες ¦ και ζητουντες TR ¦ --- CT
  86. Footnote ινα κατηγορησωσιν αυτου ¦ --- CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.