Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΛΟΥΚΑΝ 10

Jesus Sends Out the Seventy

Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος 1καὶ ἑτέρους 2ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ 3δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ 4ἔμελλεν αὐτὸς ἔρχεσθαι. Ἔλεγεν 5οὖν πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως 6ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Ὑπάγετε· ἰδού, 7ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Μὴ βαστάζετε 8βαλάντιον, μὴ πήραν, 9μηδὲ ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Εἰς ἣν δ᾽ ἂν 10οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν 11ᾖ ἐκεῖ 12υἱὸς εἰρήνης, 13ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς 14ἀνακάμψει. Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, 15ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ 16ἐστι. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ εἰς ἣν 17ἂν πόλιν εἰσέρχησθε, καὶ 18δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἰς ἣν δ᾽ ἂν πόλιν 19εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν 20ἐκ τῆς πόλεως 21ὑμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο 22γινώσκετε, ὅτι ἤγγικεν 23ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 24Λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.

Woe to the Unrepentant

Οὐαί σοι, 25Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ 26Σιδῶνι 27ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ 28καθήμεναι μετενόησαν. Πλὴν Τύρῳ καὶ 29Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν. Καὶ σύ, 30Καπερναούμ, 31ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως 32ᾍδου 33καταβιβασθήσῃ.

Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.

The Return of the Seventy

Ὑπέστρεψαν δὲ οἱ 34ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού, 35δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ 36ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε 37δὲ ὅτι τὰ ὀνόματα ὑμῶν 38ἐγράφη ἐν τοῖς οὐρανοῖς.

Jesus Rejoices in the Spirit

Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο 39τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ πατήρ, ὅτι οὕτως 40ἐγένετο εὐδοκία ἔμπροσθέν σου. 41Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε, Πάντα 42μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς 43γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ 44ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπε, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ 45εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

The Parable of the Good Samaritan

Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, 46καὶ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης 47τῆς καρδίας σου, καὶ 48ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ 49ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ 50ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς 51σεαυτόν. Εἶπε δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ.

Ὁ δὲ θέλων 52δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν 53δὲ ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς 54Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ 55ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ 56τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ 57Λευΐτης 58γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. 59Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾽ αὐτόν, καὶ ἰδὼν 60αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον 61ἐξελθών, ἐκβαλὼν 62δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν 63αὐτῷ, Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς 64οὖν τούτων τῶν τριῶν 65πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. Εἶπεν 66οὖν αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.

Jesus Visits Martha and Mary

67

Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς, 68καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν 69εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη 70Μαρία, 71ἣ καὶ 72παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ 73Ἰησοῦ ἤκουε 74τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με 75κατέλειπε διακονεῖν; 76Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ 77εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Μάρθα, Μάρθα, μεριμνᾷς καὶ 78τυρβάζῃ περὶ πολλά· 79ἑνὸς δέ ἐστι χρεία· 80Μαρία 81δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται 82ἀπ᾽ αὐτῆς.

Source notes (82)
  1. Footnote και ¦ --- NA TH WH
  2. Footnote εβδομηκοντα ¦ εβδομηκοντα δυο NA SBL WH
  3. Footnote δυο ¦ δυο δυο NA SBL WH
  4. Footnote εμελλεν ¦ ημελλεν ANT CT
  5. Footnote ουν ¦ δε CT
  6. Footnote εκβαλη εργατας ¦ εκβαλλη εργατας TR ¦ εργατας εκβαλη CT
  7. Footnote εγω ¦ --- CT
  8. Footnote βαλαντιον ¦ βαλλαντιον ANT CT
  9. Footnote μηδε ¦ μη CT PCK
  10. Footnote οικιαν εισερχησθε ¦ εισελθητε οικιαν CT
  11. Footnote η εκει ¦ μεν η εκει PCK TR ¦ εκει η NA WH
  12. Footnote υιος ¦ ο υιος SCR
  13. Footnote επαναπαυσεται ¦ επαναπαησεται CT
  14. Footnote ανακαμψει ¦ επανακαμψει ANT
  15. Footnote εσθιοντες ¦ εσθοντες WH
  16. Footnote εστι ¦ --- CT
  17. Footnote αν ¦ δ αν PCK TR
  18. Footnote δεχωνται 𝔐pt ¦ δεχονται 𝔐pt
  19. Footnote εισερχησθε ¦ εισελθητε CT
  20. Footnote εκ ¦ απο ANT
  21. Footnote υμων ¦ υμων εις τους ποδας ημων ANT ¦ υμων εις τους ποδας CT
  22. Footnote γινωσκετε ¦ γεινωσκετε TH
  23. Footnote εφ υμας ¦ --- CT
  24. Footnote λεγω ¦ λεγω δε ANT TR
  25. Footnote χοραζιν 𝔐pt ¦ χοραζειν 𝔐pt TH WH ¦ χωραζειν 𝔐pt ¦ χωραζιν PCK TR
  26. Footnote σιδωνι ¦ σειδωνι TH
  27. Footnote εγενοντο ¦ εγενηθησαν CT
  28. Footnote καθημεναι ¦ καθημενοι ANT CT
  29. Footnote σιδωνι ¦ σειδωνι TH
  30. Footnote καπερναουμ ¦ καφαρναουμ CT
  31. Footnote η εως του ουρανου υψωθεισα ¦ μη εως ουρανου υψωθηση CT
  32. Footnote αδου ¦ του αδου CT
  33. Footnote καταβιβασθηση ¦ καταβηση NA WH
  34. Footnote εβδομηκοντα ¦ εβδομηκοντα δυο NA SBL WH
  35. Footnote διδωμι ¦ δεδωκα CT
  36. Footnote αδικηση ¦ αδικησει SCR WH
  37. Footnote δε ¦ δε μαλλον TR
  38. Footnote εγραφη ¦ εγγεγραπται NA SBL ¦ ενγεγραπται TH WH
  39. Footnote τω πνευματι ο ιησους 92.4% ¦ εν τω πνευματι τω αγιω NA 0.2% ¦ τω πνευματι τω αγιω SBL TH WH 0.1%
  40. Footnote εγενετο ευδοκια ¦ ευδοκια εγενετο CT
  41. Footnote και στραφεις προς τους μαθητας ειπε 76.1% ¦ και στραφεις προς τους μαθητας αυτου ειπε MSS 11.8% ¦ --- CT SCR 9.5%
  42. Footnote μοι παρεδοθη ¦ παρεδοθη μοι TR
  43. Footnote γινωσκει ¦ επιγινωσκει ANT ¦ γεινωσκει TH
  44. Footnote εαν ¦ αν WH
  45. Footnote ειδον ¦ ειδαν CT
  46. Footnote και ¦ --- CT
  47. Footnote της ¦ --- WH
  48. Footnote εξ ολης της ψυχης ¦ εν ολη τη ψυχη CT
  49. Footnote εξ ολης της ισχυος ¦ εν ολη τη ισχυι CT
  50. Footnote εξ ολης της διανοιας ¦ εν ολη τη διανοια CT
  51. Footnote σεαυτον ¦ εαυτον ANT
  52. Footnote δικαιουν ¦ δικαιωσαι CT
  53. Footnote δε ¦ --- NA TH WH
  54. Footnote ιεριχω ¦ ιερειχω TH WH
  55. Footnote εκδυσαντες 𝔐pt ¦ εξεδυσαν 𝔐pt
  56. Footnote τυγχανοντα ¦ --- CT
  57. Footnote λευιτης ¦ λευειτης TH WH
  58. Footnote γενομενος ¦ --- SBL TH WH
  59. Footnote σαμαρειτης ¦ σαμαριτης NA SBL
  60. Footnote αυτον ¦ --- CT
  61. Footnote εξελθων ¦ --- CT
  62. Footnote δυο δηναρια εδωκε ¦ εδωκε δυο δηναρια NA
  63. Footnote αυτω ¦ --- CT
  64. Footnote ουν ¦ --- CT
  65. Footnote πλησιον δοκει σοι ¦ δοκει σοι πλησιον TR
  66. Footnote ουν ¦ δε CT
  67. Footnote εγενετο δε εν ¦ εν δε CT
  68. Footnote και ¦ --- CT
  69. Footnote εις τον οικον αυτης 98.2% ¦ εις την οικιαν TH WH 0.5% ¦ --- NA SBL 0.2%
  70. Footnote μαρια ¦ μαριαμ CT
  71. Footnote η ¦ --- TH
  72. Footnote παρακαθισασα παρα ¦ παρακαθεσθεισα προς CT
  73. Footnote ιησου ¦ κυριου NA WH
  74. Footnote τον λογον 𝔐pt ¦ των λογων 𝔐pt PCK
  75. Footnote κατελειπε ¦ κατελιπε ANT NA PCK TR
  76. Footnote ειπε ¦ ειπον WH
  77. Footnote ειπεν αυτη ο ιησους 𝔐pt ¦ ο ιησους ειπεν αυτη 𝔐pt PCK ¦ ειπεν αυτη ο κυριος CT
  78. Footnote τυρβαζη ¦ θορυβαζη CT
  79. Footnote ενος δε εστι χρεια ¦ ολιγων δε εστι χρεια η ενος SBL WH
  80. Footnote μαρια ¦ μαριαμ CT
  81. Footnote δε ¦ γαρ CT
  82. Footnote απ ¦ --- CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.