Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 19
Heaven Rejoices over Babylon
Μετὰ ταῦτα ἤκουσα 2ὡς 3φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ 4λεγόντων,
Ἀλληλούϊα·
ἡ σωτηρία καὶ ἡ 5δύναμις καὶ ἡ δόξα τοῦ Θεοῦ ἡμῶν,
ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ·
ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην,
ἥτις 6διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,
καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ 7χειρὸς αὐτῆς.
καὶ δεύτερον 8εἴρηκεν,
Ἀλληλούϊα·
καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ 9ἔπεσον οἱ 10πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ 11τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ 12τῷ θρόνῳ λέγοντες, Ἀμήν· ἀλληλούϊα. καὶ φωνὴ 13ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα,
Αἰνεῖτε 14τὸν Θεὸν ἡμῶν
πάντες οἱ δοῦλοι αὐτοῦ 15
καὶ οἱ φοβούμενοι αὐτόν, 16
οἱ μικροὶ καὶ οἱ μεγάλοι.
καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, 17λέγοντες,
Ἀλληλούϊα,
ὅτι ἐβασίλευσε Κύριος
ὁ Θεὸς 18ἡμῶν ὁ παντοκράτωρ.
χαίρωμεν καὶ 19ἀγαλλιώμεθα
καὶ 20δῶμεν τὴν δόξαν αὐτῷ,
ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου,
καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται
βύσσινον 21λαμπρὸν καὶ καθαρόν·
τὸ γὰρ βύσσινον τὰ δικαιώματα 22τῶν ἁγίων ἐστί.
Καὶ λέγει μοι, Γράψον· Μακάριοι οἱ εἰς 23τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ 24τοῦ Θεοῦ εἰσι. καὶ 25ἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν 26Ἰησοῦ. τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία 27τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
The Rider on the White Horse
Καὶ εἶδον τὸν οὐρανὸν 28ἀνεῳγμένον, καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτόν 29καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ 30φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων 31ὀνόματα γεγραμμένα καὶ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, καὶ περιβεβλημένος ἱμάτιον 32βεβαμμένον 33αἵματι, καὶ 34κέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. καὶ τὰ στρατεύματα 35τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ 36ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν 37καθαρόν. καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία 38δίστομος ὀξεῖα, ἵνα ἐν αὐτῇ 39πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ 40τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ 41ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων.
Καὶ 42εἶδον 43ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν 44ἐν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς 45πετομένοις ἐν μεσουρανήματι, Δεῦτε, 46συνάχθητε εἰς 47τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ, ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ 48αὐτῶν καὶ σάρκας πάντων ἐλευθέρων 49τε καὶ δούλων 50καὶ μικρῶν τε καὶ μεγάλων. καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι 51τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. καὶ ἐπιάσθη τὸ θηρίον καὶ 52ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς 53τὴν καιομένην ἐν 54θείῳ. καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ 55ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
Source notes (55)
- Footnote μετα 53.5% ¦ και μετα ᴘᴄᴋ ᴛʀ 45.1%
- Footnote ως 69.2% ¦ — ꜱᴄʀ ꜱᴛ 30.8%
- Footnote φωνην μεγαλην οχλου πολλου 57.7% ¦ φωνην οχλου πολλου ᴍꜱꜱ 15.8% ¦ φωνην οχλου πολλου μεγαλην ᴘᴄᴋ ᴛʀ 13.5% ¦ φωνης οχλου πολλου ᴍꜱꜱ 7.4%
- Footnote λεγοντων 96.7% ¦ λεγοντος ᴛʀ 1.4%
- Footnote δυναμις και η δοξα του θεου 59.8% ¦ δοξα και η δυναμις του θεου ᴀɴᴛ ᴄᴛ 21.5% ¦ δοξα και η τιμη και η δυναμις τω θεω ᴍꜱꜱ 6.1% ¦ δοξα και η τιμη και η δυναμις κυριω τω θεω ᴛʀ 5.1%
- Footnote διεφθειρε 67.3% ¦ εφθειρε ᴄᴛ ᴛʀ 27.6%
- Footnote χειρος 63.3% ¦ της χειρος ᴛʀ 36.3%
- Footnote ειρηκεν 55.3% ¦ ειρηκαν ᴀɴᴛ ᴄᴛ ᴛʀ 24.7% ¦ ειρακασιν ᴍꜱꜱ 17.2%
- Footnote επεσον 55.8% ¦ επεσαν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ꜱᴄʀ ꜱᴛ 38.1% ¦ επεσαν {after οι πρεσβυτεροι} ᴍꜱꜱ 5.6%
- Footnote πρεσβυτεροι οι εικοσι τεσσαρες 37.2% ¦ πρεσβυτεροι οι κδʹ ᴍꜱꜱ 30.7% ¦ εικοσι τεσσαρες πρεσβυτεροι ᴍꜱꜱ 11.6% ¦ κδʹ πρεσβυτεροι ᴍꜱꜱ 10.2% ¦ πρεσβυτεροι οι εικοσι και τεσσαρες ᴛʀ 1.9% ¦ εικοσι και τεσσαρες πρεσβυτεροι ᴀɴᴛ 0%
- Footnote τεσσαρα 80.6% ¦ δʹ ᴍꜱꜱ 16.7% ¦ τεσσερα ᴛʜ ᴡʜ 1.4%
- Footnote τω θρονω 48.1% ¦ του θρονου ᴘᴄᴋ ʀᴘ ᴛʀ 49.5%
- Footnote απο 51.9% ¦ εκ ᴘᴄᴋ ᴛʀ 44.9%
- Footnote τον θεον 82.8% ¦ τω θεω ᴄᴛ 16.3%
- Footnote και 98.6% ¦ — ᴡʜ 1.4%
- Footnote οι 87.9% ¦ και οι ᴛʀ 9.3%
- Footnote λεγοντες 35.2% ¦ λεγοντων ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ 31.9% ¦ λεγοντας ᴘᴄᴋ ꜱᴄʀ ꜱᴛ 26.8%
- Footnote ημων 93% ¦ — ᴀɴᴛ ꜱʙʟ ᴛʀ 6.5%
- Footnote αγαλλιωμεθα 64.8% ¦ αγαλλιωμεν ᴄᴛ 35.2%
- Footnote δωμεν 81.2% ¦ δωσωμεν ᴍꜱꜱ 12.7% ¦ δωσομεν ꜱʙʟ ᴡʜ 4.7%
- Footnote λαμπρον και καθαρον 59.2% ¦ καθαρον λαμπρον ᴍꜱꜱ 16.4% ¦ καθαρον και λαμπρον ᴛʀ 10.8% ¦ λαμπρον καθαρον ᴀɴᴛ ᴄᴛ 9.9%
- Footnote των αγιων εστι 89.7% ¦ εστι των αγιων ᴛʀ 8.9%
- Footnote το 69.2% ¦ τον ʜꜰ 29.9%
- Footnote του θεου εισι 52.6% ¦ εισι του θεου ᴘᴄᴋ ᴛʀ 41.8%
- Footnote επεσον 41.6% ¦ επεσα ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ 55.1%
- Footnote ιησου 93.9% ¦ του ιησου ᴛʀ 6.1%
- Footnote του ιησου 62.9% ¦ ιησου ᴄᴛ 34.3%
- Footnote ανεωγμενον 91.5% ¦ ηνεωγμενον ꜱʙʟ ᴛʜ ᴡʜ 8.5%
- Footnote καλουμενος πιστος 68.1% ¦ πιστος ᴍꜱꜱ 27.2% ¦ πιστος καλουμενος ꜱʙʟ ᴡʜ 0.5%
- Footnote φλοξ 81.7% ¦ ως φλοξ ᴀɴᴛ ᴛʀ 18.3%
- Footnote ονοματα γεγραμμενα και 61.1% ¦ — ᴄᴛ ᴛʀ 31.8%
- Footnote βεβαμμενον 87.8% ¦ ερραντισμενον ᴍꜱꜱ 7.5% ¦ ρεραντισμενον ᴡʜ 1.4%
- Footnote αιματι 89.7% ¦ εν αιματι ᴀɴᴛ 8.9%
- Footnote κεκληται 45.1% ¦ καλειται ᴘᴄᴋ ʀᴘ ᴛʀ 54%
- Footnote τα 48.4% ¦ — ꜱᴛ ᴛʜ 44.1%
- Footnote επι 60.1% ¦ εφ ᴄᴛ ᴛʀ 39%
- Footnote καθαρον 77.9% ¦ και καθαρον ᴛʀ 14.1%
- Footnote διστομος οξεια 72.3% ¦ οξεια ᴄᴛ ᴛʀ 24.9% ¦ οξεια διστομος ᴀɴᴛ 0.9%
- Footnote παταξη 85% ¦ παταξει ᴍꜱꜱ 11.7% ¦ πατασση ᴀɴᴛ ᴛʀ 1.4%
- Footnote της 67.3% ¦ και της ᴛʀ 23.8%
- Footnote ονομα 89.7% ¦ το ονομα ᴇʟᴢ ꜱᴛ 6.6%
- Footnote ειδον 89.6% ¦ ιδον ɴᴀ 9.9%
- Footnote αγγελον 49.1% ¦ ενα αγγελον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 42.5%
- Footnote εν 35.4% ¦ — ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ᴛʜ ᴛʀ 64.6%
- Footnote πετομενοις 78.4% ¦ πετωμενοις ᴛʀ 20.6%
- Footnote συναχθητε 87.6% ¦ και συναγεσθε ᴛʀ 1% ¦ — ᴍꜱꜱ 11%
- Footnote το δειπνον το μεγα του 44.5% ¦ τον δειπνον τον μεγαν του ʜꜰ 27.3% ¦ το δειπνον του μεγαλου ᴛʀ 16.3% ¦ τον δειπνον του μεγαλου ᴍꜱꜱ 5.2%
- Footnote αυτων 95.7% ¦ αυτους ᴡʜ 1%
- Footnote τε 88% ¦ — ᴇʟᴢ ꜱᴛ 12%
- Footnote και μικρον τε 46.2% ¦ και μικρον ᴄᴛ ᴛʀ 32.2% ¦ μικρον τε ᴍꜱꜱ 16.3%
- Footnote τον 34.6% ¦ — ᴘᴄᴋ ʀᴘ ᴛʀ 65.4%
- Footnote ο μετ αυτου 49.3% ¦ μετ αυτου ο ᴄᴛ ᴘᴄᴋ 30.8% ¦ μετα τουτου ο ᴛʀ 10.9%
- Footnote την καιομενην 94.3% ¦ της καιομενης ꜱʙʟ ᴛʜ ᴡʜ 5.7%
- Footnote θειω 68.7% ¦ τω θειω ᴛʀ 31.3%
- Footnote εξελθουση 98.1% ¦ εκπορευομενη ᴛʀ 0.9%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.