Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 18
The Fall of Babylon the Great
Μετὰ ταῦτα εἶδον 2ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. καὶ ἔκραξεν 3ἰσχυρᾷ φωνῇ λέγων, 4
Ἔπεσε Βαβυλὼν ἡ μεγάλη,
καὶ ἐγένετο κατοικητήριον 5δαιμόνων
καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου
καὶ 6φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·
ὅτι ἐκ τοῦ 7οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς 8
πεπτώκασι πάντα τὰ ἔθνη,
καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾽ αὐτῆς ἐπόρνευσαν,
καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, 9
Ἔξελθε 10ἐξ αὐτῆς ὁ λαός μου,
ἵνα μὴ 11συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, 12
καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
ὅτι 13ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ,
καὶ ἐμνημόνευσεν 14αὐτῆς ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ 15ἀπέδωκε,
καὶ διπλώσατε 16τὰ διπλᾶ, ὡς καὶ αὐτή, καὶ κατὰ τὰ ἔργα αὐτῆς·
ἐν τῷ ποτηρίῳ 17αὐτῆς ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.
ὅσα ἐδόξασεν 18αὐτὴν καὶ ἐστρηνίασε,
τοσοῦτον δότε αὐτῇ βασανισμὸν 19καὶ πένθος·
ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει 20ὅτι
Κάθημαι βασίλισσα
καὶ χήρα οὐκ εἰμί,
καὶ πένθος οὐ μὴ ἴδω.
διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς—
θάνατος, 21πένθος καὶ λιμός·
καὶ ἐν πυρὶ κατακαυθήσεται,
ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ 22κρίνας αὐτήν.
Καὶ 23κλαύσουσι καὶ κόψονται ἐπ᾽ 24αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,
Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά,
ὅτι 25μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
Καὶ οἱ ἔμποροι τῆς γῆς 26κλαύσουσι καὶ πενθήσουσιν 27ἐπ᾽ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ 28μαργαρίτου καὶ 29βυσσίνου καὶ 30πορφυροῦ καὶ 31σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, καὶ 32κινάμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ 33πρόβατα καὶ κτήνη, καὶ ἵππων καὶ 34ῥαιδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
Καὶ ἡ ὀπώρα 35τῆς ἐπιθυμίας τῆς ψυχῆς σου 36
ἀπῆλθεν ἀπὸ σοῦ,
καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ 37
ἀπώλετο ἀπὸ σοῦ,
καὶ οὐκέτι 38αὐτὰ οὐ μὴ εὕρῃς.
οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾽ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, 39καὶ κλαίοντες καὶ πενθοῦντες, 40λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἡ περιβεβλημένη 41βύσσον
καὶ πορφυροῦν καὶ κόκκινον,
καὶ λίθῳ τιμίῳ καὶ 44μαργαρίταις,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
Καὶ πᾶς κυβερνήτης καὶ πᾶς 45ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν καὶ 46ἔκραζον 47βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ 48ἔκραζον κλαίοντες καὶ πενθοῦντες 49καὶ λέγοντες,
Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες 50τὰ πλοῖα ἐν τῇ θαλάσσῃ
ἐκ τῆς τιμιότητος αὐτῆς,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
εὐφραίνου ἐπ᾽ 51αὐτῇ, οὐρανέ,
καὶ οἱ ἅγιοι 52καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς 53μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, 54
Οὕτως ὁρμήματι βληθήσεται
Βαβυλὼν ἡ μεγάλη πόλις,
καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶ πᾶς τεχνίτης πάσης τέχνης
οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶ φῶς λύχνου
οὐ μὴ φανῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· 55
ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι ἐν τῇ 56φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
καὶ ἐν αὐτῇ 57αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
Source notes (57)
- Footnote μετα 52.5% ¦ και μετα ᴘᴄᴋ ᴛʀ 47%
- Footnote αλλον αγγελον 79.7% ¦ αγγελον αλλον ᴍꜱꜱ 15.7% ¦ αγγελον ᴇʟᴢ ꜱᴛ 2.8%
- Footnote ισχυρα φωνη 35.9% ¦ εν ισχυρα φωνη ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 29% ¦ ισχηραν φωνην ᴍꜱꜱ 13.4% ¦ ισχυρα φωνη μεγαλη ᴍꜱꜱ 8.8% ¦ εν ισχυρα φωνη μεγαλη 6% ¦ εν ισχυι φωνη μεγαλη ᴛʀ 0.9%
- Footnote επεσε 49.1% ¦ επεσεν επεσε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 50.5%
- Footnote δαιμονων 92.3% ¦ δαιμονιων ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ 6.5%
- Footnote φυλακη παντος ορνεου ακαθαρτου και μεμισημενου 52.5% ¦ μεμισημενου ᴍꜱꜱ 24% ¦ φυλακη παντος ορνεου ακαθαρτου και φυλακη παντος θηριου ακαθαρτου και μεμισημενου ꜱʙʟ 1.8%
- Footnote οινου του θυμου 48.8% ¦ θυμου του οινου ᴘᴄᴋ 41.5%
- Footnote πεπτωκασι 39.1% ¦ πεπωκε ᴘᴄᴋ ᴛʀ 22.7% ¦ πεπωκασι ʜꜰ 12.5% ¦ πεποτικε ᴍꜱꜱ 7.8% ¦ πεπτωκε ᴍꜱꜱ 5.1% ¦ πεπτωκαν ꜱʙʟ ᴛʜ ᴡʜ 1.2% ¦ πεπωκαν ᴀɴᴛ 0.8%
- Footnote εξελθε 52.5% ¦ εξελθετε ᴘᴄᴋ ᴛʀ 37.3% ¦ εξελθατε ᴄᴛ 8.3%
- Footnote εξ αυτης ο λαος μου 81.6% ¦ ο λαος μου εξ αυτης ꜱʙʟ ᴛʜ ᴡʜ 3.1%
- Footnote συγκοινωνησητε 94.5% ¦ συνκοινωνησητε ɴᴀ ᴛʜ ᴡʜ 3.7%
- Footnote και εκ των πληγων αυτης ινα μη λαβητε 75.9% ¦ ινα μη λαβητε ᴍꜱꜱ 6.5% ¦ και ινα μη λαβητε εκ των πληγων αυτης ᴛʀ 0.9% ¦ και ινα εκ των πληγων αυτης μη λαβητε ᴀɴᴛ 0%
- Footnote εκολληθησαν 98.6% ¦ ηκολουθησαν ᴇʟᴢ ꜱᴛ 0.9%
- Footnote αυτης 43.3% ¦ — ᴀɴᴛ ᴄᴛ ʀᴘ ᴛʀ 52.5%
- Footnote απεδωκε 48.8% ¦ απεδωκεν υμιν ᴘᴄᴋ ᴛʀ 47.5%
- Footnote τα διπλα ως και αυτη και 27.7% ¦ αυτη διπλα ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 53.4% ¦ διπλα ɴᴀ 4.4% ¦ τα διπλα ꜱʙʟ ᴛʜ ᴡʜ 0.8%
- Footnote αυτης 41.5% ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 55.8%
- Footnote αὐτὴν (αὑτὴν ꜱʙʟ ᴡʜ) 44.9% ¦ ἑαυτὴν ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ᴛʀ 47.7%
- Footnote και πενθος 75.3% ¦ — ᴘᴄᴋ 22.3%
- Footnote οτι καθημαι 45.7% ¦ οτι καθως ᴍꜱꜱ 21.2% ¦ καθημαι ᴛʀ 15.9% ¦ οτι καθημαι καθως ᴀɴᴛ 1.2%
- Footnote πενθος 40.2% ¦ και πενθος ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 58.9%
- Footnote κρινας 79.5% ¦ κρινων ᴛʀ 20.5%
- Footnote κλαυσουσι 61.6% ¦ κλαυσονται ᴍꜱꜱ 11.1% ¦ κλαυσονται αυτην ᴛʀ 11.1% ¦ κλαυσουσιν αυτην ᴀɴᴛ 10.2%
- Footnote αυτην 64.2% ¦ αυτη ᴀɴᴛ ᴛʀ 28.8%
- Footnote μια ωρα 76.4% ¦ εν μια ωρα ᴛʀ 14.4% ¦ μιαν ωραν ᴍꜱꜱ 8.8%
- Footnote κλαυσουσι και πενθησουσιν 42.8% ¦ κλαιουσι και πενθουσιν ᴄᴛ ᴘᴄᴋ ᴛʀ 40% ¦ κλαυσουσιν ᴍꜱꜱ 8.4%
- Footnote επ αυτη 62.2% ¦ επ αυτην ᴄᴛ 8.9% ¦ εφ εαυτοις ᴍꜱꜱ 7.7% ¦ εν εαυτοις ᴍꜱꜱ 5.7%
- Footnote μαργαριτου 85.1% ¦ μαργαριτων ᴄᴛ 9.5%
- Footnote βυσσινου 54.6% ¦ βυσσου ᴘᴄᴋ ᴛʀ 41.7%
- Footnote πορφυρου 72.7% ¦ πορφυρας ᴀɴᴛ ᴄᴛ ᴛʀ 25.6%
- Footnote σηρικου 67.4% ¦ σιρικου ᴄᴛ 15.8% ¦ συρικου ᴍꜱꜱ 9.8%
- Footnote κιναμωμον 25.5% ¦ κιναμωμου ᴍꜱꜱ 24.5% ¦ κινναμωμου ᴍꜱꜱ 20.3% ¦ κιναμωμον και αμωμον ᴀɴᴛ 11.8% ¦ κινναμωμον και αμωμον ᴄᴛ 6.1% ¦ κινναμωμον ᴍꜱꜱ 5.7%
- Footnote προβατα και κτηνη 42.6% ¦ κτηνη και προβατα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 46.7%
- Footnote ραιδων 50.7% ¦ ρεδων ᴀɴᴛ ᴄᴛ ᴛʀ 42.3%
- Footnote της επιθυμιας της ψυχης σου 85.9% ¦ σου της επιθυμιας της ψυχης ᴄᴛ 3.3%
- Footnote απηλθεν 95.9% ¦ απωλετο ᴀɴᴛ 0%
- Footnote απωλετο 51.6% ¦ απωλοντο ᴘᴄᴋ 20.7% ¦ απηλθεν ᴀɴᴛ ᴛʀ 19.8%
- Footnote αυτα ου μη ευρης 32.5% ¦ ου μη ευρησεις αυτα ᴘᴄᴋ 26.7% ¦ ου μη ευρης αυτα ᴍꜱꜱ 11.9% ¦ ου μη ευρησης αυτα ᴛʀ 4.9% ¦ ου μη αυτα ευρησουσιν ꜱʙʟ ᴛʜ ᴡʜ 4.1% ¦ αυτα ου μη ευρησουσιν ɴᴀ 2.1% ¦ ου μη αυτα ευρησεις ᴀɴᴛ 0%
- Footnote και 32.7% ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 67.3%
- Footnote λεγοντες 29.6% ¦ και λεγοντες ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ 56.5% ¦ — ᴍꜱꜱ 10.6%
- Footnote βυσσον 38% ¦ βυσσινον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 61.1%
- Footnote κεχρυσωμενη ¦ κεχρυσωμενοι ᴇʟᴢ*
- Footnote χρυσιω 50.7% ¦ εν χρυσω ᴘᴄᴋ ᴛʀ 36.3% ¦ χρυσω ᴍꜱꜱ 6.5% ¦ εν χρυσιω ᴀɴᴛ ɴᴀ ᴡʜ 2.8%
- Footnote μαργαριταις 88% ¦ μαργαριτη ᴄᴛ 8.3%
- Footnote ο επι τοπον πλεων 43.7% ¦ επι των πλοιων πλεων ᴍꜱꜱ 20.2% ¦ ο επι των πλοιων πλεων ᴘᴄᴋ 19.7% ¦ επι των πλοιων ο ομιλος ᴛʀ 1.9%
- Footnote εκραζον 85% ¦ εκραξαν ꜱʙʟ ᴛʜ ᴡʜ 9.3%
- Footnote βλεποντες 87.9% ¦ ορωντες ᴛʀ 5.6%
- Footnote εκραζον 88.8% ¦ εκραξαν ꜱʙʟ ᴛʜ ᴡʜ 3.3% ¦ {omit και εβαλον χουν επι τας κεφαλας αυτων και εκραζον κλαιοντες και πενθουντες και λεγοντες} ᴍꜱꜱ 5.6%
- Footnote και 70.4% ¦ — ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ 11.3% ¦ {omit και εβαλον χουν επι τας κεφαλας αυτων και εκραζον κλαιοντες και πενθουντες και λεγοντες} ᴍꜱꜱ 5.6%
- Footnote τα 69.9% ¦ — ᴛʀ 30.1%
- Footnote αυτη 66.8% ¦ αυτην ᴛʀ 30.9%
- Footnote και οι 77.4% ¦ — ᴛʀ 19.4%
- Footnote μυλον 89% ¦ μυλινον ꜱʙʟ ᴛʜ ᴡʜ 2%
- Footnote ουτως 82.1% ¦ — ᴘᴄᴋ 13.4%
- Footnote οτι οι 62.3% ¦ οι ʜꜰ 29.8% ¦ οτι ᴍꜱꜱ 6%
- Footnote φαρμακεια 79.6% ¦ φαρμακια ɴᴀ ᴛʜ ᴡʜ 19.9%
- Footnote αιματα 81.8% ¦ αιμα ᴄᴛ ᴛʀ 18.2%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.