Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 17
The Great Prostitute and the Beast
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησε μετ᾽ ἐμοῦ 1λέγων, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ 2τῶν ὑδάτων τῶν πολλῶν, μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν 3οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν Πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ 4θηρίον κόκκινον 5γέμον 6ὀνόματα βλασφημίας, 7ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. καὶ ἡ γυνὴ 8ἦν περιβεβλημένη 9πορφυροῦν καὶ 10κόκκινον, 11κεχρυσωμένη 12χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα 13ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ 14τὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. καὶ 15εἶδον τὴν γυναῖκα μεθύουσαν 16τοῦ αἵματος τῶν ἁγίων, 17ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ.
Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. καὶ εἶπέ μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; ἐγὼ 18ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. 19τὸ θηρίον ὃ εἶδες ἦν, καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν 20ὑπάγειν. καὶ 21θαυμάσονται οἱ κατοικοῦντες 22τὴν γῆν, ὧν οὐ γέγραπται 23τὸ ὄνομα ἐπὶ 24τοῦ βιβλίου τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, 25βλεπόντων 26ὅτι ἦν τὸ θηρίον, καὶ οὐκ ἔστι, 27καὶ παρέσται. ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν· αἱ ἑπτὰ κεφαλαὶ 28ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. καὶ βασιλεῖς 29εἰσιν ἑπτά· οἱ πέντε 30ἔπεσον, 31ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ ὀλίγον 32δεῖ αὐτὸν μεῖναι. καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶ 33οὗτος ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει. καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, 34ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου. οὗτοι μίαν 35ἔχουσι γνώμην, καὶ τὴν δύναμιν καὶ 36ἐξουσίαν 37αὐτῶν τῷ θηρίῳ 38διδόασιν. οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶ καὶ Βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
Καὶ λέγει μοι, Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι. καὶ τὰ δέκα κέρατα ἃ εἶδες 39καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν 40καὶ γυμνὴν ποιήσουσιν αὐτήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ 41καὶ ποιῆσαι γνώμην μίαν καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι 42τελεσθῶσιν 43οἱ λόγοι τοῦ Θεοῦ. καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων 44τῆς γῆς.
Source notes (44)
- Footnote λεγων 77.4% ¦ λεγων μοι ᴛʀ 22.6%
- Footnote των υδατων των 59.5% ¦ υδατων ᴀɴᴛ ᴄᴛ 37.3%
- Footnote οι κατοικουντες την γην εκ του οινου της πορνειας αυτης 88.2% ¦ εκ του οινου της πορνειας αυτης οι κατοικουντες την γην ᴛʀ 5.5%
- Footnote θηριον 69.5% ¦ θηριον το ʜꜰ 25.9% ¦ το θηριον το ᴀɴᴛ 3.6%
- Footnote γεμον 86.4% ¦ γεμων ᴍꜱꜱ 10.5% ¦ γεμοντα ꜱʙʟ ᴛʜ ᴡʜ 2.7%
- Footnote ονοματα 56.4% ¦ ονοματων ᴘᴄᴋ ᴛʀ 43.2%
- Footnote εχον 77.3% ¦ εχων ꜱʙʟ ᴛʜ ᴡʜ 21.4%
- Footnote ην 96.8% ¦ η ᴇʟᴢ ꜱᴛ 1.8%
- Footnote πορφυρουν 52.1% ¦ πορφυραν ᴘᴄᴋ 43.8% ¦ πορφυρα ᴛʀ 0.9%
- Footnote κοκκινον 95% ¦ κοκκινω ᴛʀ 0.9%
- Footnote κεχρυσωμενη 63.5% ¦ και κεχρυσωμενη ᴀɴᴛ ᴄᴛ ᴛʀ 18.3% ¦ κεχρυσωμενον ᴍꜱꜱ 5%
- Footnote χρυσιω 58% ¦ χρυσω ᴘᴄᴋ ᴛʀ 41.1%
- Footnote ποτηριον χρυσουν 53.4% ¦ χρυσουν ποτηριον ᴘᴄᴋ ᴛʀ 40.2%
- Footnote τα ακαθαρτα της πορνειας της γης 40.4% ¦ τα ακαθαρτα της πορνειας αυτης ᴄᴛ ᴘᴄᴋ ʀᴘ 51.4% ¦ ακαθαρτητος πορνειας αυτης ᴛʀ 0.9%
- Footnote ειδον 88.5% ¦ ιδον ᴍꜱꜱ 10.1% ¦ ειδα ɴᴀ ᴛʜ 0.5%
- Footnote του 40.1% ¦ εκ του ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 54.4%
- Footnote εκ του αιματος των 40.6% ¦ και εκ του αιματος των ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 47% ¦ — ᴍꜱꜱ 8.8%
- Footnote ερω σοι 57.1% ¦ σοι ερω ᴘᴄᴋ ᴛʀ 42.9%
- Footnote το 99.1% ¦ — ᴇʟᴢ ꜱᴛ 0.9%
- Footnote υπαγειν 92.2% ¦ υπαγει ꜱʙʟ ᴛʜ ᴡʜ 7.8%
- Footnote θαυμασονται 96.8% ¦ θαυμασθησονται ꜱʙʟ ᴡʜ 2.3%
- Footnote την γην 44.2% ¦ επι της γης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 54.4%
- Footnote το ονομα 45.6% ¦ τα ονοματα ᴘᴄᴋ ʀᴘ ᴛʀ 52.8% ¦ τα ονομα ᴀɴᴛ*
- Footnote του βιβλιου 39.6% ¦ το βιβλιον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 46.5%
- Footnote βλεποντων 72.8% ¦ βλεποντες ᴘᴄᴋ ᴛʀ 26.3%
- Footnote οτι ην το θηριον 52.5% ¦ το θηριον οτι (ο τι ᴛʀ) ην ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 44.2%
- Footnote και παρεσται 78.2% ¦ και παρεστιν ᴍꜱꜱ 17.6% ¦ καιπερ εστιν ᴛʀ 2.3%
- Footnote επτα ορη εισιν 91.6% ¦ ορη εισιν επτα ᴛʀ 5.6% ¦ ορη επτα εισιν ᴀɴᴛ 0%
- Footnote εισιν επτα 47.5% ¦ επτα εισιν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 50.7%
- Footnote επεσον 52.3% ¦ επεσαν ᴀɴᴛ ᴄᴛ ᴛʀ 46.8%
- Footnote ο 95.3% ¦ και ο ᴛʀ 3.3%
- Footnote δει αυτον 60.2% ¦ αυτον δει ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 38.9%
- Footnote ουτος 44.4% ¦ αυτος ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 54.2%
- Footnote αλλ 94.4% ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ 4.6%
- Footnote εχουσι γνωμην 54.2% ¦ γνωμην εχουσι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 45.4%
- Footnote εξουσιαν 40.9% ¦ την εξουσιαν ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 59.1%
- Footnote αυτων 96.3% ¦ εαυτων ᴛʀ 1.9%
- Footnote διδοασιν 87.4% ¦ δωσουσιν ᴍꜱꜱ 7% ¦ διαδιδωσουσιν ᴛʀ 0.9%
- Footnote και 97.2% ¦ επι ᴛʀ 0.9%
- Footnote και γυμνην ποιησουσιν αυτην 49.1% ¦ και γυμνην ᴀɴᴛ ᴄᴛ ᴛʀ 23.9% ¦ — ᴍꜱꜱ 22.9%
- Footnote και ποιησαι γνωμην μιαν 56.2% ¦ και ποιησαι μιαν γνωμην ᴀɴᴛ ᴄᴛ ᴛʀ 19.8% ¦ — ᴍꜱꜱ 9.7%
- Footnote τελεσθωσιν 58.1% ¦ τελεσθησονται ᴄᴛ ᴘᴄᴋ 39.6% ¦ τελεσθη ᴛʀ 0.9%
- Footnote οι λογοι 99.1% ¦ τα ρηματα ᴛʀ 0.9%
- Footnote της 70.6% ¦ επι της ʜꜰ 27.1%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.