Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 16
The Seven Bowls of God’s Wrath
Καὶ ἤκουσα 1φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε 2καὶ 3ἐκχέατε τὰς 4ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ 5εἰς τὴν γῆν, καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν 6ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς 7προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
Καὶ ὁ δεύτερος 8ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα 9ψυχὴ 10ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
Καὶ ὁ 11τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ 12εἰς τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος,
Δίκαιος 13εἶ ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος,
ὅτι ταῦτα ἔκρινας·
ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν,
καὶ αἷμα αὐτοῖς 14ἔδωκας 15πιεῖν· 16
ἄξιοί εἰσι.
καὶ 17ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος,
Ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,
ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
Καὶ ὁ 18τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι 19ἐν πυρὶ τοὺς ἀνθρώπους. καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν 20οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος 21ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
Καὶ ὁ 22πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη. καὶ 23ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
Καὶ ὁ 24ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν 25Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ 26ἀνατολῆς ἡλίου. καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα 27ἀκάθαρτα τρία 28ὡς βάτραχοι· εἰσὶ γὰρ πνεύματα 29δαιμονίων ποιοῦντα σημεῖα, 30ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς 31τῆς οἰκουμένης ὅλης συναγαγεῖν αὐτοὺς εἰς 32τὸν πόλεμον τῆς 33ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος. (Ἰδού, ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.) καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ 34Μαγεδών.
Καὶ ὁ 35ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ 36ἐπὶ τὸν ἀέρα, καὶ ἐξῆλθε φωνὴ μεγάλη 37ἀπὸ τοῦ 38ναοῦ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα, Γέγονε. καὶ ἐγένοντο 39ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναὶ καὶ 40σεισμὸς μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ 41οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας. καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν 42ἔπεσον. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν. καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ 43αὕτη σφόδρα.
Source notes (43)
- Footnote φωνης μεγαλης 67.4% ¦ μεγαλης φωνης 28.9% ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote και 59.6% ¦ — ᴘᴄᴋ 39.9%
- Footnote εκχεατε 84.4% ¦ εκχεετε ᴄᴛ 14.7%
- Footnote επτα 66.5% ¦ — ᴘᴄᴋ ᴛʀ 33.5%
- Footnote εις 58.3% ¦ επι ᴘᴄᴋ ᴛʀ 41.3%
- Footnote επι 64.5% ¦ εις ᴘᴄᴋ ᴛʀ 35%
- Footnote προσκυνουντας τη εικονι αυτου 85.4% ¦ την εικονα προσκυνουντας αυτου ᴍꜱꜱ 5.9% ¦ προσκυνουντας την εικονα αυτου ᴍꜱꜱ 5% ¦ τη εικονι αυτου προσκυνουντας ᴛʀ 0.9%
- Footnote αγγελος 91.3% ¦ — ᴄᴛ 8.3%
- Footnote ψυχη 44% ¦ ψυχη ζωσα ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 50.7% ¦ ψυχη ζωης ᴄᴛ 4.1%
- Footnote απεθανεν εν τη θαλασση 80.3% ¦ απεθανε τα εν τη θαλασση ᴄᴛ 6.4% ¦ εν τη θαλασση απεθανε ᴍꜱꜱ 5%
- Footnote τριτος 53.2% ¦ τριτος αγγελος ᴘᴄᴋ ᴛʀ 46.3%
- Footnote εις 64.2% ¦ — ᴄᴛ ᴘᴄᴋ 32.6%
- Footnote ει ο ων και ο ην ο οσιος 42.7% ¦ ει ο ων και ος ην οσιος ᴍꜱꜱ 16.1% ¦ ει ο ων και ο ην οσιος ʜꜰ ᴛʜ 15.6% ¦ ει ο ων και ο ην και ο οσιος ᴍꜱꜱ 9.2% ¦ ει ο ων και ο ην και οσιος ᴍꜱꜱ 6% ¦ κυριε ει ο ων και ο ην και ο οσιος ᴇʟᴢ ꜱᴛ 0.9% ¦ κυριε ει ο ων και ο ην και ο εσομενος ꜱᴄʀ 0%
- Footnote εδωκας 94.5% ¦ δεδωκας ꜱʙʟ ᴛʜ ᴡʜ 2.3%
- Footnote πιειν 99.1% ¦ πειν ᴡʜ 0.5%
- Footnote αξιοι 91.3% ¦ αξιοι γαρ ᴛʀ 2.8%
- Footnote ηκουσα 89% ¦ ηκουσα εκ ᴍꜱꜱ 9.2% ¦ ηκουσα αλλου εκ ᴛʀ 0%
- Footnote τεταρτος 41.7% ¦ τεταρτος αγγελος ᴘᴄᴋ ʀᴘ ᴛʀ 58.3%
- Footnote εν πυρι τους ανθρωπους 50.9% ¦ τους ανθρωπους εν πυρι ᴄᴛ ᴘᴄᴋ ᴛʀ 45.9%
- Footnote οι ανθρωποι 68.3% ¦ — ᴄᴛ ᴛʀ 31.2%
- Footnote εξουσιαν 65.6% ¦ την εξουσιαν ᴄᴛ ᴘᴄᴋ 33.9%
- Footnote πεμπτος 50.9% ¦ πεμπτος αγγελος ᴘᴄᴋ ᴛʀ 47.2%
- Footnote εμασωντο 53% ¦ εμασσωντο ᴛʀ 39.6%
- Footnote εκτος 55% ¦ εκτος αγγελος ᴘᴄᴋ ᴛʀ 45%
- Footnote ευφρατην 68.6% ¦ τον ευφρατην ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ 31.4%
- Footnote ανατολης 63.8% ¦ ανατολων ᴄᴛ ᴛʀ 35.3%
- Footnote ακαθαρτα τρια 45.7% ¦ τρια ακαθαρτα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 47.5%
- Footnote ως βατραχοι 84.4% ¦ ομοια βατραχοις ᴛʀ 1.4% ¦ — ᴍꜱꜱ 6.4%
- Footnote δαιμονιων 60.8% ¦ δαιμονων ᴘᴄᴋ ᴛʀ 39.2%
- Footnote α εκπορευεται 65.9% ¦ εκπορευεσθαι ꜱᴛ 24% ¦ α εκπορευονται ᴍꜱꜱ 6.9%
- Footnote της 91.7% ¦ της γης και της ᴛʀ 0.9%
- Footnote τον 79.7% ¦ — ᴇʟᴢ ꜱᴛ 20.3%
- Footnote ημερας εκεινης της μεγαλης 89.4% ¦ ημερας της μεγαλης ᴄᴛ 5.6%
- Footnote μαγεδων 39.4% ¦ αρμαγεδων ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ 47.7% ¦ αρμαγεδδων ᴛʀ 0.9%
- Footnote εβδομος 50.7% ¦ εβδομος αγγελος ᴘᴄᴋ ᴛʀ 47.9%
- Footnote επι 53.7% ¦ εις ᴘᴄᴋ ᴛʀ 45%
- Footnote απο 69.3% ¦ εκ ᴀɴᴛ ᴄᴛ 29.8%
- Footnote ναου του ουρανου 65.3% ¦ ουρανου ᴍꜱꜱ 23.7% ¦ ναου ᴄᴛ 9.1%
- Footnote αστραπαι και βρονται και φωναι 62.7% ¦ αστραπαι και φωναι και βρονται ᴀɴᴛ ᴄᴛ 15% ¦ φωναι και βρονται και αστραπαι ᴛʀ 6.4% ¦ αστραπαι και φωναι ᴍꜱꜱ 6.4%
- Footnote σεισμος 52.5% ¦ σεισμος εγενετο ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 47%
- Footnote οι 67.1% ¦ — ᴄᴛ 22.8%
- Footnote επεσον 83.6% ¦ επεσαν ᴀɴᴛ ᴄᴛ 14.6%
- Footnote αυτη 33.6% ¦ αυτης ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 60%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.