Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5
The Beatitudes
Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ 1προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων,
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι,
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
μακάριοι οἱ πενθοῦντες,
ὅτι αὐτοὶ παρακληθήσονται.
μακάριοι οἱ πραεῖς,
ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,
ὅτι αὐτοὶ χορτασθήσονται.
μακάριοι οἱ ἐλεήμονες,
ὅτι αὐτοὶ ἐλεηθήσονται.
μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,
ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
μακάριοι οἱ εἰρηνοποιοί,
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν 2ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
Salt and Light
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ 3βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Christ Fulfills the Law and the Prophets
Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία 4κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ 5ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Anger
Ἠκούσατε ὅτι 6ἐρρέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ ἔνοχος ἔσται τῇ κρίσει. ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ 7εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον 8καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ 9ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτής 10σε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως 11ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
Adultery
Ἠκούσατε ὅτι 12ἐρρέθη, Οὐ μοιχεύσεις. ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι 13αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου 14βληθῇ εἰς γέενναν.
Divorce
Ἐρρέθη 16δὲ 17ὅτι Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον. ἐγὼ δὲ λέγω ὑμῖν ὅτι 18ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν 19μοιχᾶσθαι· καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
Oaths
Πάλιν ἠκούσατε ὅτι 20ἐρρέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν 21ἢ μέλαιναν ποιῆσαι. ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
Retaliation
Ἠκούσατε ὅτι 22ἐρρέθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος. ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε 23ῥαπίσει ἐπὶ τὴν δεξιάν 24σου σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. τῷ αἰτοῦντί σε 25δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ 26δανείσασθαι μὴ ἀποστραφῇς.
Love for Enemies
Ἠκούσατε ὅτι 27ἐρρέθη, Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, 28εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν 29ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν 30τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; καὶ ἐὰν ἀσπάσησθε τοὺς 31φίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ 32τελῶναι οὕτω ποιοῦσιν; ἔσεσθε οὖν ὑμεῖς τέλειοι 33ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ 34ἐν τοῖς οὐρανοῖς τέλειός ἐστι.
Source notes (34)
- Footnote προσηλθον ¦ προσηλθαν ᴄᴛ
- Footnote ρημα 96.5% ¦ — ᴄᴛ 0.1%
- Footnote βληθηναι εξω και ¦ βληθεν εξω ᴄᴛ
- Footnote κεραια ¦ κερεα ᴡʜ
- Footnote υμων η δικαιοσυνη ¦ η δικαιοσυνη υμων ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote ερρεθη ¦ ερρηθη ᴛʜ
- Footnote εικη 95.4% ¦ — ᴄᴛ 1.9%
- Footnote και εκει ¦ κακει ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote εν τη οδω μετ αυτου ¦ μετ αυτου εν τη οδω ᴄᴛ
- Footnote σε παραδω ¦ — ᴄᴛ
- Footnote αν ¦ ου ᴀɴᴛ
- Footnote ερρεθη ¦ ερρεθη τοις αρχαιοις ᴀɴᴛ ᴛʀ ¦ ερρηθη ᴛʜ
- Footnote αυτην ¦ αυτης ᴛʀ
- Footnote βληθη εις γεενναν ¦ εις γεενναν απελθη ᴄᴛ
- Footnote ερρεθη ¦ ερρηθη ᴛʜ
- Footnote δε ¦ — ᴘᴄᴋ
- Footnote οτι ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote ος αν απολυση ¦ πας ο απολυων ᴄᴛ
- Footnote μοιχασθαι ¦ μοιχευθηναι ᴄᴛ
- Footnote ερρεθη ¦ ερρηθη ᴛʜ
- Footnote η μελαιναν ποιησαι ¦ ποιησαι η μελαιναν ᴄᴛ
- Footnote ερρεθη ¦ ερρηθη ᴛʜ
- Footnote ραπισει επι ¦ ραπιζει εις ᴄᴛ
- Footnote σου σιαγονα ¦ σιαγονα ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ᴛʜ ¦ σιαγονα σου ɴᴀ ᴡʜ
- Footnote διδου ¦ δος ᴄᴛ
- Footnote δανεισασθαι ¦ δανισασθαι ᴄᴛ
- Footnote ερρεθη ¦ ερρηθη ᴛʜ
- Footnote ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τοις μισουσιν υμας 90% ¦ ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τους μισουντας υμας ᴛʀ 1.2% ¦ — ᴄᴛ 0.8%
- Footnote επηρεαζοντων υμας και 87.6% ¦ — ᴄᴛ 0.8%
- Footnote τοις ¦ — ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote φιλους ¦ αδελφους ᴄᴛ ᴛʀ
- Footnote τελωναι ουτω 76.6% ¦ τελωναι το αυτο ᴍꜱꜱ 13.2% ¦ εθνικοι το αυτο ᴄᴛ 3.7%
- Footnote ωσπερ ¦ ως ᴄᴛ
- Footnote εν τοις ουρανοις ¦ ουρανιος ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.