Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6

Giving to the Needy

1

Προσέχετε τὴν 2ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ 3αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ.

Prayer

Καὶ ὅταν 4προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως 5ἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν 6ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ 7ταμιεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι 8ἐν τῷ φανερῷ.

Προσευχόμενοι δὲ μὴ 9βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδε γὰρ 10ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. οὕτως οὖν προσεύχεσθε ὑμεῖς·

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,

ἁγιασθήτω τὸ ὄνομά σου. 11

ἐλθέτω ἡ βασιλεία σου.

γενηθήτω τὸ θέλημά σου,

ὡς ἐν οὐρανῷ καὶ ἐπὶ 12τῆς γῆς.

τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.

καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,

ὡς καὶ ἡμεῖς 13ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.

καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,

ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 14

ὅτι σοῦ ἐστιν ἡ βασιλεία

καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις 15τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.

Fasting

Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε 16ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν 17ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ 18κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ 19κρυπτῷ ἀποδώσει 20σοι.

Store Up Treasures in Heaven

Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς 21ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

The Lamp of the Body

Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν 22ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου 23φωτεινὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου 24σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον.

You Cannot Serve Two Masters

Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ 25μαμωνᾷ.

Anxiety

Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε 26καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί 27ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ 28πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς 29αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; μὴ οὖν μεριμνήσητε λέγοντες, Τί φάγωμεν; ἤ, Τί πίωμεν; ἤ, Τί περιβαλώμεθα; πάντα γὰρ ταῦτα τὰ ἔθνη 30ἐπιζητεῖ, οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν 31τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Μὴ οὖν 32μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει 33τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

Source notes (33)
  1. Footnote προσεχετε ¦ προσεχετε δε ɴᴀ ꜱʙʟ ᴡʜ
  2. Footnote ελεημοσυνην ¦ δικαιοσυνην ᴄᴛ
  3. Footnote αυτος αποδωσει σοι εν τω φανερω 73.5% ¦ αποδωσει σοι εν τω φανερω ᴀɴᴛ 18.4% ¦ αποδωσει σοι ᴄᴛ 5.5%
  4. Footnote προσευχη ουκ εση ωσπερ ¦ προσευχησθε ουκ εσεσθε ως ᴄᴛ
  5. Footnote αν ¦ — ᴄᴛ
  6. Footnote οτι ¦ — ᴄᴛ
  7. Footnote ταμιειον ¦ ταμειον ᴄᴛ ᴘᴄᴋ
  8. Footnote εν τω φανερω 96.9% ¦ — ᴄᴛ 1.9%
  9. Footnote βαττολογησητε ¦ βατταλογησητε ᴄᴛ
  10. Footnote ο ¦ ο θεος ο ᴡʜ
  11. Footnote ελθετω ¦ ελθατω ᴡʜ
  12. Footnote της ¦ — ᴄᴛ
  13. Footnote αφιεμεν ¦ αφηκαμεν ᴄᴛ
  14. Footnote οτι σου εστιν η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας αμην 92.6% ¦ — ᴄᴛ 1.2%
  15. Footnote τα παραπτωματα αυτων 97.3% ¦ — ɴᴀ ꜱʙʟ 1.1%
  16. Footnote ωσπερ ¦ ως ᴄᴛ
  17. Footnote οτι ¦ — ᴄᴛ
  18. Footnote κρυπτω ¦ κρυφαιω ᴄᴛ
  19. Footnote κρυπτω ¦ κρυφαιω ᴄᴛ
  20. Footnote σοι ¦ σοι εν τω φανερω ᴀɴᴛ ᴛʀ
  21. Footnote υμων … υμων ¦ σου … σου ᴄᴛ
  22. Footnote ο οφθαλμος σου απλους η ¦ η ο οφθαλμος σου απλους ᴄᴛ
  23. Footnote φωτεινον ¦ φωτινον ᴡʜ
  24. Footnote σκοτεινον ¦ σκοτινον ᴡʜ
  25. Footnote μαμωνα ¦ μαμμωνα ᴛʀ
  26. Footnote και τι πιητε ¦ η τι πιητε ɴᴀ ᴛʜ ᴡʜ ¦ — ꜱʙʟ
  27. Footnote ενδυσησθε ¦ ενδυσεσθε ᴘᴄᴋ
  28. Footnote πλειον ¦ πλειων ᴘᴄᴋ
  29. Footnote αυξανει ου κοπια ουδε νηθει ¦ αυξανουσιν ου κοπιωσιν ουδε νηθουσι ɴᴀ ꜱʙʟ ᴡʜ ¦ αυξανουσιν ου κοπιουσιν ουδε νηθουσι ᴛʜ
  30. Footnote επιζητει ¦ επιζητουσιν ᴄᴛ
  31. Footnote του θεου 97% ¦ — ꜱʙʟ ᴡʜ 0.1%
  32. Footnote μεριμνησητε ¦ μεριμνησετε ᴇʟᴢ*
  33. Footnote τὰ ἑαυτῆς ¦ ἑαυτῆς ɴᴀ ᴛʜ ¦ αὑτῆς ꜱʙʟ ᴡʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.