Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4
The Temptation of Jesus
Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. καὶ νηστεύσας ἡμέρας 1τεσσαράκοντα καὶ νύκτας 2τεσσαράκοντα, ὕστερον ἐπείνασε. καὶ προσελθὼν 3αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, 4εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. ὁ δὲ ἀποκριθεὶς εἶπε, Γέγραπται,
Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται 5ἄνθρωπος,
ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ 6ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι
Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ·
καί,
Ἐπὶ χειρῶν ἀροῦσί σε,
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν καὶ 7λέγει αὐτῷ, Ταῦτα 8πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε 9ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ,
Κύριον τὸν Θεόν σου προσκυνήσεις,
καὶ αὐτῷ μόνῳ λατρεύσεις.
τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Jesus Begins His Ministry
Ἀκούσας δὲ 10ὁ Ἰησοῦς ὅτι 11Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν 12Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς 13Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ 14Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος,
Γῆ Ζαβουλὼν καὶ γῆ 15Νεφθαλείμ,
ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
ὁ λαὸς ὁ καθήμενος ἐν 16σκότει 17
εἶδε φῶς μέγα,
καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου
φῶς ἀνέτειλεν αὐτοῖς.
Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Jesus Calls His First Disciples
Περιπατῶν 18δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα (τὸν λεγόμενον Πέτρον) καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ 19ἁλιεῖς. καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς 20ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ 21Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Jesus Ministers to Great Crowds
Καὶ περιῆγεν 22ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους 23καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
Source notes (23)
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
- Footnote αυτω ο πειραζων ειπεν ¦ ο πειραζων ειπεν αυτω ᴄᴛ
- Footnote ειπε ¦ ειπον ᴡʜ
- Footnote ανθρωπος ¦ ο ανθρωπος ᴄᴛ
- Footnote ιστησιν ¦ εστησεν ᴄᴛ
- Footnote λεγει ¦ ειπεν ᴄᴛ
- Footnote παντα σοι ¦ σοι παντα ᴄᴛ
- Footnote οπισω μου 87.6% ¦ — ᴄᴛ ᴛʀ 11.7%
- Footnote ο ιησους ¦ — ᴄᴛ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ναζαρετ ¦ ναζαρεθ ꜱᴄʀ ¦ ναζαρα ᴄᴛ
- Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
- Footnote νεφθαλειμ ¦ νεφθαλιμ ɴᴀ ꜱʙʟ
- Footnote νεφθαλειμ ¦ νεφθαλιμ ɴᴀ ꜱʙʟ
- Footnote σκοτει ¦ σκοτια ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ειδε φως ¦ φως ειδε ᴄᴛ
- Footnote δε ¦ δε ο ιησους ᴛʀ
- Footnote αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ
- Footnote αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ολην την γαλιλαιαν ο ιησους 90.4% ¦ ο ιησους ολην την γαλιλαιαν ᴍꜱꜱ 7.7% ¦ ο ιησους εν ολη τη γαλιλαια ᴛʜ 0.1% ¦ εν ολη τη γαλιλαια ɴᴀ ꜱʙʟ ᴡʜ 0.1%
- Footnote και ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.