Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3

The Preaching of John the Baptist

Ἐν 1ταῖς ἡμέραις ἐκείναις παραγίνεται 2Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας 3καὶ λέγων, Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς 4ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος,

Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,

Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου,

εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

αὐτὸς δὲ ὁ 5Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ 6αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ἐν τῷ 7Ἰορδάνῃ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα 8αὐτοῦ εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν 9καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ἤδη δὲ 10καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

Ἐγὼ μὲν 11βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι 12Ἁγίῳ· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

The Baptism of Jesus

Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν 13Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. ὁ δὲ 14Ἰωάννης διεκώλυεν αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε 15πρὸς αὐτόν, Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16καὶ βαπτισθεὶς ὁ Ἰησοῦς 17ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, 18ἀνεῴχθησαν 19αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε 20τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν 21καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν. καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Source notes (21)
  1. Footnote ταις ¦ δε ταις ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  2. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  3. Footnote και ¦ — ᴡʜ
  4. Footnote υπο ¦ δια ᴄᴛ
  5. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  6. Footnote αυτου ην ¦ ην αυτου ᴄᴛ
  7. Footnote ιορδανη ¦ ιορδανη ποταμω ᴄᴛ
  8. Footnote αυτου ¦ — ᴡʜ
  9. Footnote καρπον αξιον ¦ καρπους αξιους ᴛʀ
  10. Footnote και ¦ — ᴄᴛ
  11. Footnote βαπτιζω υμας ¦ υμας βαπτιζω ᴄᴛ
  12. Footnote αγιω ¦ αγιω και πυρι ᴀɴᴛ ᴄᴛ ᴛʀ
  13. Footnote ιωαννην ¦ ιωανην ᴡʜ
  14. Footnote ιωαννης ¦ — ᴡʜ
  15. Footnote προς αυτον ¦ αυτω ᴡʜ
  16. Footnote και βαπτισθεις ¦ βαπτισθεις δε ᴄᴛ
  17. Footnote ανεβη ευθυς ¦ ευθυς ανεβη ᴄᴛ
  18. Footnote ανεωχθησαν ¦ ηνεωχθησαν ɴᴀ ꜱʙʟ ᴡʜ
  19. Footnote αυτω 99.3% ¦ — ꜱʙʟ ᴡʜ 0.3%
  20. Footnote το πνευμα του 99.5% ¦ πνευμα ꜱʙʟ ᴡʜ 0.1%
  21. Footnote και ¦ — ꜱʙʟ ᴡʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.