Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18
True Greatness
Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ προσκαλεσάμενος 1ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅστις οὖν 2ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ ὃς ἐὰν δέξηται 3παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς 4εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
Temptations to Sin
Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ 5ἐστιν ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ 6ἐκείνῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται. εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον 7αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν 8χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
The Parable of the Lost Sheep
Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 9ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ 10ἀφεὶς τὰ 11ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη 12πορευθεὶς ζητεῖ τὸ πλανώμενον; καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς 13ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς 14ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται 15εἷς τῶν μικρῶν τούτων.
Restoring a Brother Who Sins Against You
Ἐὰν δὲ 16ἁμαρτήσῃ 17εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε 18καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· ἐὰν δὲ παρακούσῃ αὐτῶν, 19εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. ἀμὴν λέγω ὑμῖν, ὅσα 20ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν 21τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν 22τῷ οὐρανῷ. πάλιν 23ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο 24ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
The Parable of the Unforgiving Servant
Τότε προσελθὼν 25αὐτῷ ὁ Πέτρος εἶπε, Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις 26ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.
Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. ἀρξαμένου δὲ αὐτοῦ συναίρειν 27προσηνέχθη 28αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος 29αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα 30αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα 31εἶχε, καὶ ἀποδοθῆναι. πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, 32Κύριε, μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ πάντα 33σοι ἀποδώσω. σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ 34δάνειον ἀφῆκεν αὐτῷ. ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων, Ἀπόδος 35μοι 36εἴ τι ὀφείλεις. πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ 37εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων, Μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ 38ἀποδώσω σοι. ὁ δὲ οὐκ ἤθελεν, 39ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως 40οὗ ἀποδῷ τὸ ὀφειλόμενον. ἰδόντες 41δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ 42ἑαυτῶν πάντα τὰ γενόμενα. τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς 43καὶ ἐγώ σε ἠλέησα; καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον 44αὐτῷ. οὕτω καὶ ὁ πατήρ μου ὁ 45ἐπουράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν 46τὰ παραπτώματα αὐτῶν.
Source notes (46)
- Footnote ο ιησους ¦ — ᴄᴛ
- Footnote ταπεινωσει ¦ ταπεινωση ᴛʀ
- Footnote παιδιον τοιουτον εν ¦ εν παιδιον τοιουτο ᴄᴛ
- Footnote εις ¦ επι ᴛʀ ¦ περι ɴᴀ ᴛʜ ᴡʜ
- Footnote εστιν ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εκεινω ¦ — ᴄᴛ
- Footnote αυτα ¦ αυτον ᴄᴛ
- Footnote χωλον η κυλλον ¦ κυλλον η χωλον ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ηλθε γαρ ο υιος του ανθρωπου σωσαι το απολωλος 82.6% ¦ ηλθε γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος ᴍꜱꜱ 15.2% ¦ — ᴄᴛ 1.5%
- Footnote αφεις ¦ αφησει ᴄᴛ
- Footnote ενενηκοντα ¦ εννενηκοντα ᴛʀ
- Footnote πορευθεις ¦ και πορευθεις ᴄᴛ
- Footnote ενενηκοντα ¦ εννενηκοντα ᴛʀ
- Footnote υμων ¦ μου ᴡʜ
- Footnote εις ¦ εν ᴄᴛ
- Footnote αμαρτηση ¦ αμαρτη ᴘᴄᴋ
- Footnote εις σε ¦ — ᴡʜ
- Footnote και ¦ — ᴄᴛ ᴘᴄᴋ
- Footnote ειπε ¦ ειπον ꜱʙʟ ᴡʜ
- Footnote εαν ¦ αν ᴛʜ
- Footnote τω ¦ — ᴄᴛ
- Footnote τω ¦ — ᴄᴛ
- Footnote αμην ¦ — ᴛʀ
- Footnote υμων συμφωνησωσιν ¦ συμφωνησωσιν εξ υμων ᴄᴛ
- Footnote αυτω ο πετρος ειπε ¦ ο πετρος ειπεν αυτω ɴᴀ ᴡʜ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote προσηνεχθη ¦ προσηχθη ᴡʜ
- Footnote αυτω εις ¦ εις αυτω ᴡʜ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote αυτου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ειχε ¦ εχει ᴄᴛ
- Footnote κυριε ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote σοι αποδωσω ¦ αποδωσω σοι ᴄᴛ
- Footnote δανειον ¦ δανιον ᴡʜ
- Footnote μοι ¦ — ᴄᴛ
- Footnote ει ¦ ο ᴛʀ
- Footnote εις τους ποδας αυτου ¦ — ᴄᴛ
- Footnote αποδωσω ¦ παντα αποδωσω ᴛʀ
- Footnote αλλα ¦ αλλ ᴇʟᴢ ɴᴀ ꜱᴄʀ
- Footnote ου ¦ — ɴᴀ ᴛʜ ᴡʜ
- Footnote δε ¦ ουν ᴄᴛ
- Footnote ἑαυτῶν ¦ αὐτῶν ᴛʀ
- Footnote και εγω ¦ καγω ᴄᴛ
- Footnote αυτω ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote επουρανιος ¦ ουρανιος ᴄᴛ
- Footnote τα παραπτωματα αυτων ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.