Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19

Questions About Divorce

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ 1τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.

Καὶ 2προσῆλθον αὐτῷ 3οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες 4αὐτῷ, Εἰ ἔξεστιν 5ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς εἶπεν 6αὐτοῖς, Οὐκ ἀνέγνωτε ὅτι ὁ 7ποιήσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν, 8Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν 9πατέρα καὶ τὴν μητέρα καὶ 10προσκολληθήσεται 11τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ, Τί οὖν 12Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι 13αὐτήν; λέγει αὐτοῖς ὅτι 14Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω. λέγω δὲ ὑμῖν 15ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, 16μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην μοιχᾶται· 17καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.

Λέγουσιν αὐτῷ οἱ μαθηταὶ 18αὐτοῦ, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. ὁ δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσι τὸν λόγον 19τοῦτον ἀλλ᾽ οἷς δέδοται. εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.

Let the Little Children Come to Me

Τότε 20προσηνέχθη αὐτῷ παιδία ἵνα 21τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. καὶ ἐπιθεὶς 22αὐτοῖς τὰς χεῖρας ἐπορεύθη ἐκεῖθεν.

The Rich Young Man

Καὶ ἰδού, 23εἷς προσελθὼν 24εἶπεν αὐτῷ, Διδάσκαλε 25ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα 26ἔχω ζωὴν αἰώνιον; ὁ δὲ εἶπεν αὐτῷ, Τί με 27λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. εἰ δὲ θέλεις 28εἰσελθεῖν εἰς τὴν ζωήν, 29τήρησον τὰς ἐντολάς. λέγει αὐτῷ, Ποίας; ὁ δὲ Ἰησοῦς 30εἶπε, Τὸ Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν 31πατέρα καὶ τὴν μητέρα, καί, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. λέγει αὐτῷ ὁ νεανίσκος, 32Πάντα ταῦτα 33ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς 34πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν 35οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ἀκούσας δὲ ὁ νεανίσκος τὸν 36λόγον ἀπῆλθε λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι 37δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ 38τρυπήματος ῥαφίδος 39εἰσελθεῖν ἢ πλούσιον 40εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ἀκούσαντες δὲ οἱ μαθηταὶ 41αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες, Τίς ἄρα δύναται σωθῆναι; ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα 42δυνατά. τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ 43παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, 44καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ πᾶς 45ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα 46ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ 47ὀνόματός μου, 48ἑκατονταπλασίονα 49λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Source notes (49)
  1. Footnote της ¦ — ᴇʟᴢ
  2. Footnote προσηλθον ¦ προσηλθαν ᴡʜ
  3. Footnote οι ¦ — ᴄᴛ
  4. Footnote αυτω ¦ — ᴄᴛ
  5. Footnote ανθρωπω ¦ — ᴡʜ
  6. Footnote αυτοις ¦ — ᴄᴛ
  7. Footnote ποιησας ¦ κτισας ᴄᴛ
  8. Footnote ενεκεν ¦ ενεκα ᴄᴛ
  9. Footnote πατερα ¦ πατερα αυτου ᴀɴᴛ ᴘᴄᴋ
  10. Footnote προσκολληθησεται ¦ κολληθησεται ᴀɴᴛ ᴄᴛ
  11. Footnote τη γυναικι ¦ προς την γυναικα ᴘᴄᴋ
  12. Footnote μωσης ¦ μωυσης ᴄᴛ
  13. Footnote αυτην ¦ — ᴡʜ
  14. Footnote μωσης ¦ μωυσης ᴄᴛ
  15. Footnote οτι ¦ — ᴛʜ
  16. Footnote μη ¦ ει μη ᴛʀ
  17. Footnote και ο απολελυμενην γαμησας μοιχαται ¦ — ɴᴀ ᴡʜ
  18. Footnote αυτου ¦ — ꜱʙʟ ᴡʜ
  19. Footnote τουτον ¦ — ᴡʜ
  20. Footnote προσηνεχθη ¦ προσηνεχθησαν ᴄᴛ
  21. Footnote τας χειρας επιθη αυτοις ¦ επιθη αυτοις τας χειρας ᴀɴᴛ
  22. Footnote αυτοις τας χειρας ¦ τας χειρας αυτοις ᴀɴᴛ ᴄᴛ
  23. Footnote εις ¦ εις τις ᴘᴄᴋ
  24. Footnote ειπεν αυτω ¦ αυτω ειπε ᴄᴛ
  25. Footnote αγαθε ¦ — ᴄᴛ
  26. Footnote εχω ¦ σχω ᴄᴛ
  27. Footnote λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος 97.7% ¦ ερωτας περι του αγαθου εις εστιν ο αγαθος ᴄᴛ 0.2%
  28. Footnote εισελθειν εις την ζωην ¦ εις την ζωην εισελθειν ᴄᴛ
  29. Footnote τηρησον ¦ τηρει ᴡʜ
  30. Footnote ειπε ¦ εφη ᴡʜ
  31. Footnote πατερα ¦ πατερα σου ᴛʀ
  32. Footnote παντα ταυτα ¦ ταυτα παντα ᴡʜ
  33. Footnote εφυλαξαμην εκ νεοτητος μου ¦ εφυλαξα ᴄᴛ
  34. Footnote πτωχοις ¦ τοις πτωχοις ɴᴀ ᴛʜ ᴡʜ
  35. Footnote ουρανω ¦ ουρανοις ᴄᴛ
  36. Footnote λογον ¦ λογον τουτον ᴡʜ
  37. Footnote δυσκολως πλουσιος ¦ πλουσιος δυσκολως ᴄᴛ
  38. Footnote τρυπηματος ¦ τρηματος ᴡʜ
  39. Footnote εισελθειν ¦ διελθειν ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʜ ᴛʀ
  40. Footnote εις την βασιλειαν του θεου εισελθειν ¦ εισελθειν εις την βασιλειαν του θεου ɴᴀ ᴛʜ ¦ εις την βασιλειαν του θεου ꜱʙʟ ᴡʜ
  41. Footnote αυτου ¦ — ᴄᴛ
  42. Footnote δυνατα ¦ δυνατα εστι ᴀɴᴛ ᴛʀ
  43. Footnote παλιγγενεσια ¦ παλινγενεσια ᴛʜ ᴡʜ
  44. Footnote καθισεσθε ¦ καθησεσθε ᴄᴛ
  45. Footnote ος ¦ οστις ᴄᴛ
  46. Footnote η γυναικα ¦ — ɴᴀ ᴡʜ
  47. Footnote ονοματος μου ¦ εμου ονοματος ᴡʜ
  48. Footnote εκατονταπλασιονα ¦ πολλαπλασιονα ᴡʜ
  49. Footnote ληψεται ¦ λημψεται ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.