Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20
The Parable of the Workers in the Vineyard
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 1καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ 2τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργοὺς 3καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν· οἱ δὲ ἀπῆλθον. 4πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ 5ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴν ἑνδεκάτην 6ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας 7ἀργοὺς καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, 8καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.
Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος 9αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 10καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 11ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι 12πλείονα 13λήψονται, καὶ ἔλαβον 14καὶ αὐτοὶ ἀνὰ δηνάριον. λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες 15ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους 16ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ὁ δὲ ἀποκριθεὶς 17εἶπεν ἑνὶ αὐτῶν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε. θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 18ἢ οὐκ ἔξεστί μοι 19ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; 20εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· 21πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
Jesus Predicts His Death and Resurrection a Third Time
Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν 23ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ 24ἀναστήσεται.
The Request of the Mother of James and John
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι 25παρ᾽ αὐτοῦ. ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν 26σου καὶ εἷς ἐξ εὐωνύμων 27σου ἐν τῇ βασιλείᾳ σου. ἀποκριθεὶς 28δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν 29ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; λέγουσιν αὐτῷ, Δυνάμεθα. 30καὶ λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε 31καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων 32μου οὐκ ἔστιν 33ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. οὐχ 34οὕτως 35ἔσται 36ἐν ὑμῖν, ἀλλ᾽ ὃς 37ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι 38ἔσται ὑμῶν διάκονος, καὶ ὃς 39ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος 40ἔσται ὑμῶν δοῦλος· ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Jesus Heals Two Blind Men
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ 41Ἱεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες, 42Ἐλέησον ἡμᾶς, Κύριε, 43υἱὸς 44Δαυίδ. ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον 45ἔκραζον λέγοντες, 46Ἐλέησον ἡμᾶς, Κύριε, 47υἱὸς 48Δαυίδ. καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπε, Τί θέλετε ποιήσω ὑμῖν; λέγουσιν αὐτῷ, Κύριε, ἵνα 49ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν 50ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν 51αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἠκολούθησαν αὐτῷ.
Source notes (51)
- Footnote και συμφωνησας ¦ συμφωνησας δε ᴄᴛ ᴛʀ
- Footnote τριτην ¦ την τριτην ᴛʀ
- Footnote και εκεινοις ¦ κακεινοις ᴛʀ
- Footnote παλιν ¦ παλιν δε ɴᴀ ᴛʜ ᴡʜ
- Footnote ενατην ¦ εννατην ᴛʀ
- Footnote ωραν ¦ — ᴄᴛ
- Footnote αργους ¦ — ᴄᴛ
- Footnote και ο εαν η δικαιον ληψεσθε ¦ — ᴄᴛ
- Footnote αυτοις ¦ — ᴡʜ
- Footnote και ελθοντες ¦ ελθοντες δε ᴡʜ
- Footnote ελθοντες δε ¦ και ελθοντες ᴄᴛ
- Footnote πλειονα ¦ πλειον ᴄᴛ
- Footnote ληψονται ¦ λημψονται ᴄᴛ
- Footnote και αυτοι ανα δηναριον ¦ το ανα δηναριον και αυτοι ᴄᴛ
- Footnote οτι ¦ — ᴄᴛ
- Footnote ημιν αυτους ¦ αυτους ημιν ꜱʙʟ ᴡʜ
- Footnote ειπεν ενι αυτων ¦ ενι αυτων ειπεν ᴄᴛ
- Footnote η ¦ — ꜱʙʟ ᴡʜ
- Footnote ποιησαι ο θελω ¦ ο θελω ποιησαι ᴄᴛ
- Footnote ει ¦ η ᴄᴛ ᴇʟᴢ
- Footnote πολλοι γαρ εισι κλητοι ολιγοι δε εκλεκτοι 97.5% ¦ — ᴄᴛ 1.4%
- Footnote και αναβαινων ο ¦ μελλων δε αναβαινειν ᴡʜ
- Footnote εν τη οδω και ¦ και εν τη οδω ᴄᴛ
- Footnote αναστησεται ¦ εγερθησεται ᴄᴛ
- Footnote παρ ¦ απ ɴᴀ ᴛʜ ᴡʜ
- Footnote σου ¦ — ᴡʜ
- Footnote σου ¦ — ᴛʀ
- Footnote δε ο ¦ ο δε ꜱᴛ*
- Footnote η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι ¦ και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι ᴛʀ ¦ — ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε ¦ — ᴄᴛ
- Footnote μου ¦ — ᴄᴛ
- Footnote εμον ¦ εμον τουτο ɴᴀ
- Footnote ουτως ¦ ουτω δε ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote εσται ¦ εστιν ᴡʜ
- Footnote εν ¦ — ᴘᴄᴋ
- Footnote εαν ¦ αν ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εσται ¦ εστω ᴛʀ
- Footnote εαν ¦ αν ᴄᴛ
- Footnote εσται ¦ εστω ʜꜰ ʀᴘ ᴛʀ
- Footnote ιεριχω ¦ ιερειχω ᴛʜ ᴡʜ
- Footnote ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας ꜱʙʟ ᴡʜ ¦ ελεησον ημας ιησου ᴛʜ
- Footnote υιος ¦ υιε ᴛʜ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote εκραζον ¦ εκραξαν ᴄᴛ
- Footnote ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote υιος ¦ υιε ᴛʜ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote ανοιχθωσιν ημων οι οφθαλμοι ¦ ανοιγωσιν οι οφθαλμοι ημων ᴄᴛ
- Footnote οφθαλμων ¦ ομματων ᴄᴛ
- Footnote αυτων οι οφθαλμοι ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.