Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17

The Transfiguration

Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ 1Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ 2ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδού, 3ὤφθησαν αὐτοῖς 4Μωσῆς καὶ 5Ἠλίας 6μετ᾽ αὐτοῦ συλλαλοῦντες. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, 7ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ 8Μωσῇ μίαν καὶ 9μίαν Ἠλίᾳ. ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη 10φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· 11αὐτοῦ ἀκούετε. καὶ ἀκούσαντες οἱ μαθηταὶ 12ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ 13προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ 14τὸν Ἰησοῦν μόνον.

Καὶ καταβαινόντων αὐτῶν 15ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν 16ἀναστῇ. καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ 17αὐτοῦ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι 18Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ὁ δὲ 19Ἰησοῦς ἀποκριθεὶς εἶπεν 20αὐτοῖς, 21Ἠλίας μὲν ἔρχεται 22πρῶτον καὶ ἀποκαταστήσει πάντα· λέγω δὲ ὑμῖν ὅτι 23Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, 24ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν. τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ 25Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

Jesus Heals a Demon-Possessed Boy

Καὶ ἐλθόντων 26αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν 27αὐτὸν καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς 28πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε 29ἔσομαι μεθ᾽ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ 30ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν 31εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ 32Ἰησοῦς εἶπεν αὐτοῖς, Διὰ τὴν 33ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, 34Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 35τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.

Jesus Predicts His Death and Resurrection a Second Time

36

Ἀναστρεφομένων δὲ αὐτῶν 37ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.

Paying the Temple Tax

Ἐλθόντων δὲ αὐτῶν εἰς 38Καπερναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ 39εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; λέγει, Ναί. καὶ 40ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων, Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 41λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς 42τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν 43ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

Source notes (43)
  1. Footnote ιωαννην ¦ ιωανην ᴡʜ
  2. Footnote εγενετο ¦ εγενοντο ʜꜰ ʀᴘ
  3. Footnote ωφθησαν ¦ ωφθη ᴄᴛ
  4. Footnote μωσης ¦ μωυσης ᴄᴛ
  5. Footnote ηλιας ¦ ηλειας ᴡʜ
  6. Footnote μετ αυτου συλλαλουντες ¦ συλλαλουντες μετ αυτου ɴᴀ ꜱʙʟ ¦ συνλαλουντες μετ αυτου ᴛʜ ᴡʜ
  7. Footnote ποιησωμεν ¦ ποιησω ᴄᴛ
  8. Footnote μωση ¦ μωσει ᴀɴᴛ ᴘᴄᴋ ¦ μωυσει ᴄᴛ
  9. Footnote μιαν ηλια ¦ ηλια μιαν ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ηλεια μιαν ᴡʜ
  10. Footnote φωτεινη ¦ φωτινη ᴡʜ
  11. Footnote αυτου ακουετε ¦ ακουετε αυτου ᴄᴛ
  12. Footnote επεσον ¦ επεσαν ᴄᴛ
  13. Footnote προσελθων ο ιησους ηψατο αυτων και ¦ προσηλθεν ο ιησους και αψαμενος αυτων ᴄᴛ
  14. Footnote τον ¦ αυτον ᴄᴛ
  15. Footnote εκ ¦ απο ᴀɴᴛ ᴛʀ
  16. Footnote αναστη ¦ εγερθη ɴᴀ ꜱʙʟ ᴡʜ
  17. Footnote αυτου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  18. Footnote ηλιαν ¦ ηλειαν ᴡʜ
  19. Footnote ιησους ¦ — ᴄᴛ
  20. Footnote αυτοις ¦ — ᴄᴛ
  21. Footnote ηλιας ¦ ηλειας ᴡʜ
  22. Footnote πρωτον ¦ — ᴄᴛ
  23. Footnote ηλιας ¦ ηλειας ᴡʜ
  24. Footnote αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ᴛʜ ᴛʀ
  25. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  26. Footnote αυτων ¦ — ᴄᴛ
  27. Footnote αυτον ¦ αυτω ᴛʀ
  28. Footnote πασχει 99.4% ¦ εχει ᴛʜ ᴡʜ 0.6%
  29. Footnote εσομαι μεθ υμων ¦ μεθ υμων εσομαι ᴄᴛ
  30. Footnote εθεραπευθη ¦ ιαθη ᴘᴄᴋ
  31. Footnote ειπον ¦ ειπαν ᴡʜ
  32. Footnote ιησους ειπεν ¦ λεγει ᴄᴛ
  33. Footnote απιστιαν 97.6% ¦ ολιγοπιστιαν ᴄᴛ 1.5%
  34. Footnote μεταβηθι εντευθεν ¦ μεταβα ενθεν ᴄᴛ
  35. Footnote τουτο δε το γενος ουκ εκπορευεται ει μη εν προσευχη και νηστεια 87.7% ¦ τουτο δε το γενος ουκ εξερχεται ει μη εν προσευχη και νηστεια ᴍꜱꜱ 9.9% ¦ — ᴄᴛ 0.6%
  36. Footnote αναστρεφομενων ¦ συστρεφομενων ᴄᴛ
  37. Footnote εν τη γαλιλαια ¦ εις την γαλιλαιαν ᴀɴᴛ
  38. Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
  39. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  40. Footnote οτε εισηλθεν ¦ οτε εισηλθον ᴘᴄᴋ ¦ ελθοντα ᴄᴛ
  41. Footnote λεγει αυτω ο πετρος ¦ ειποντος δε ᴄᴛ
  42. Footnote την ¦ — ᴄᴛ
  43. Footnote αναβαινοντα ¦ αναβαντα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.