Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16
The Pharisees and Sadducees Ask For a Sign
Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ὀψίας γενομένης λέγετε, Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· καὶ πρωΐ, Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. 1ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ 2δύνασθε; γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ 3τοῦ προφήτου. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθε.
The Leaven of the Pharisees and Sadducees
Καὶ ἐλθόντες οἱ μαθηταὶ 4αὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν 5αὐτοῖς, Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ 6ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας 7σπυρίδας ἐλάβετε; πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ 8ἄρτων εἶπον ὑμῖν 9προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης 10τοῦ ἄρτου 11ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Peter Declares That Jesus Is the Christ
Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη 12Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων, Τίνα 13με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ 14εἶπον, Οἱ μὲν 15Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ 16Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε, Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 17καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. 18καὶ δώσω σοι τὰς 19κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. τότε 20διεστείλατο τοῖς μαθηταῖς 21αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν 22Ἰησοῦς ὁ Χριστός.
Jesus Predicts His Death and Resurrection
Ἀπὸ τότε ἤρξατο 23ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν 24ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων, 25Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν 26μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. ὃς γὰρ 27ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν, ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. τί γὰρ 28ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. ἀμὴν λέγω 29ὑμῖν, εἰσί τινες 30ὧδε ἑστῶτες, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Source notes (30)
- Footnote υποκριται ¦ — ᴄᴛ
- Footnote δυνασθε ¦ δυνασθε γνωναι ᴀɴᴛ
- Footnote του προφητου ¦ — ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote αυτοις ¦ — ᴄᴛ
- Footnote ελαβετε 97.4% ¦ εχετε ɴᴀ ᴛʜ ᴡʜ 1.7%
- Footnote σπυριδας ¦ σφυριδας ᴡʜ
- Footnote αρτων ¦ αρτου ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote προσεχειν ¦ προσεχετε δε ᴄᴛ
- Footnote του αρτου 93.2% ¦ των αρτων ᴄᴛ 1.2%
- Footnote αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ᴛʀ
- Footnote καισαρειας ¦ καισαριας ᴡʜ
- Footnote με ¦ — ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ηλιαν ¦ ηλειαν ᴡʜ
- Footnote και αποκριθεις ¦ αποκριθεις δε ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote κλεις ¦ κλειδας ᴄᴛ
- Footnote διεστειλατο ¦ επετιμησε ᴡʜ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote ιησους ¦ — ᴄᴛ ᴘᴄᴋ
- Footnote ο ιησους ¦ ιησους χριστος ᴡʜ
- Footnote απελθειν εις ιεροσολυμα ¦ εις ιεροσολυμα απελθειν ᴄᴛ
- Footnote ιλεως ¦ ειλεως ᴛʜ
- Footnote μου ει ¦ ει εμου ᴄᴛ
- Footnote αν ¦ εαν ᴄᴛ
- Footnote ωφελειται ¦ ωφεληθησεται ᴄᴛ
- Footnote υμιν ¦ υμιν οτι ᴄᴛ
- Footnote ωδε εστωτες ¦ των ωδε εστηκοτων ᴀɴᴛ ᴛʀ ¦ των ωδε εστωτων ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.