Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15

The Traditions of the Elders

Τότε προσέρχονται τῷ Ἰησοῦ 1οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες, Διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας 2αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ὁ γὰρ Θεὸς 3ἐνετείλατο λέγων, Τίμα τὸν 4πατέρα καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 5καὶ οὐ μὴ 6τιμήσῃ τὸν πατέρα αὐτοῦ 7ἢ τὴν μητέρα αὐτοῦ· καὶ ἠκυρώσατε 8τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. ὑποκριταί, καλῶς 9προεφήτευσε περὶ ὑμῶν Ἡσαΐας λέγων, 10

Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν

καὶ τοῖς χείλεσί με τιμᾷ,

ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ·

μάτην δὲ σέβονταί με,

διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε. οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. τότε προσελθόντες οἱ μαθηταὶ 11αὐτοῦ 12εἶπον αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι 13ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; ὁ δὲ ἀποκριθεὶς εἶπε, Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. ἄφετε αὐτούς· 14ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον 15πεσοῦνται.

Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν 16ταύτην. ὁ δὲ 17Ἰησοῦς εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 18οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.

A Canaanite Woman’s Faith

Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα 19ἐκραύγασεν αὐτῷ λέγουσα, Ἐλέησόν με, Κύριε, 20υἱὲ 21Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ 22ἠρώτων αὐτὸν λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ἡ δὲ ἐλθοῦσα 23προσεκύνησεν αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ εἶπε, Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

Jesus Heals Many

Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾽ ἑαυτῶν 24χωλούς, τυφλούς, κωφούς, κυλλοῦς καὶ ἑτέρους πολλούς, καὶ 25ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας 26τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς· ὥστε 27τοὺς ὄχλους θαυμάσαι βλέποντας 28κωφοὺς λαλοῦντας, 29κυλλοὺς ὑγιεῖς, 30χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ 31ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.

The Feeding of the Four Thousand

Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη 32ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς 33νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ 34αὐτοῦ, Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; οἱ δὲ 35εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. καὶ 36ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν, καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, 37εὐχαριστήσας ἔκλασε καὶ 38ἔδωκε τοῖς μαθηταῖς 39αὐτοῦ, οἱ δὲ μαθηταὶ 40τῷ ὄχλῳ. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ 41ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ 42σπυρίδας πλήρεις. οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. καὶ ἀπολύσας τοὺς ὄχλους 43ἀνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια 44Μαγδαλά.

Source notes (44)
  1. Footnote οι απο ιεροσολυμων γραμματεις και φαρισαιοι ¦ απο ιεροσολυμων φαρισαιοι και γραμματεις ᴄᴛ
  2. Footnote αυτων ¦ — ᴡʜ
  3. Footnote ενετειλατο λεγων ¦ ειπε ᴄᴛ
  4. Footnote πατερα ¦ πατερα σου ᴛʀ
  5. Footnote και ¦ — ᴄᴛ
  6. Footnote τιμηση ¦ τιμησει ᴄᴛ
  7. Footnote η την μητερα αυτου ¦ η την μητερα ᴘᴄᴋ ¦ — ᴄᴛ
  8. Footnote την εντολην 98.2% ¦ τον λογον ᴄᴛ 0.5%
  9. Footnote προεφητευσε ¦ επροφητευσε ᴄᴛ
  10. Footnote εγγιζει μοι ο λαος ουτος τω στοματι αυτων και ¦ ο λαος ουτος ᴄᴛ
  11. Footnote αυτου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  12. Footnote ειπον ¦ λεγουσιν ᴄᴛ
  13. Footnote ακουσαντες τον λογον εσκανδαλισθησαν ¦ εσκανδαλισθησαν ακουσαντες τον λογον ᴀɴᴛ
  14. Footnote οδηγοι εισι τυφλοι τυφλων ¦ τυφλοι εισιν οδηγοι τυφλων ɴᴀ ꜱʙʟ ᴛʜ ¦ τυφλοι εισιν οδηγοι ᴡʜ
  15. Footnote πεσουνται ¦ εμπεσουνται ᴘᴄᴋ
  16. Footnote ταυτην ¦ — ᴛʜ ᴡʜ
  17. Footnote ιησους ¦ — ᴄᴛ
  18. Footnote ουπω ¦ ου ᴄᴛ
  19. Footnote εκραυγασεν αυτω ¦ εκραζε ᴄᴛ
  20. Footnote υιε ¦ υιος ᴄᴛ
  21. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  22. Footnote ηρωτων ¦ ηρωτουν ᴄᴛ
  23. Footnote προσεκυνησεν ¦ προσεκυνει ᴄᴛ ᴛʀ
  24. Footnote χωλους τυφλους κωφους κυλλους ¦ χωλους τυφλους κυλλους κωφους ɴᴀ ¦ κωφους τυφλους χωλους κυλλους ꜱʙʟ ¦ χωλους κωφους τυφλους κυλλους ᴛʜ ¦ χωλους κυλλους τυφλους κωφους ᴡʜ
  25. Footnote ερριψαν ¦ εριψαν ᴡʜ
  26. Footnote του ιησου ¦ αυτου ᴄᴛ
  27. Footnote τους οχλους ¦ τον οχλον ᴄᴛ
  28. Footnote κωφους ¦ κωφους ακουοντας αλαλους ᴀɴᴛ
  29. Footnote κυλλους υγιεις ¦ — ᴡʜ
  30. Footnote χωλους ¦ και χωλους ᴄᴛ
  31. Footnote εδοξασαν ¦ εδοξαζον ᴘᴄᴋ
  32. Footnote ημεραι ¦ ημερας ᴘᴄᴋ ᴛʀ
  33. Footnote νηστεις ¦ νηστις ᴘᴄᴋ
  34. Footnote αυτου ¦ — ᴄᴛ
  35. Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
  36. Footnote εκελευσε τοις οχλοις αναπεσειν επι την γην και λαβων 76% ¦ εκελευσε τους οχλους αναπεσειν επι την γην και λαβων ᴍꜱꜱ 18.5% ¦ παραγγειλας τω οχλω αναπεσειν επι την γην ελαβε ᴄᴛ 1%
  37. Footnote ευχαριστησας ¦ και ευχαριστησας ɴᴀ ꜱʙʟ ᴡʜ
  38. Footnote εδωκε ¦ εδιδου ᴄᴛ
  39. Footnote αυτου ¦ — ᴄᴛ
  40. Footnote τω οχλω ¦ τοις οχλοις ᴀɴᴛ ᴄᴛ
  41. Footnote ηραν το περισσευον των κλασματων ¦ το περισσευον των κλασματων ηραν ᴄᴛ
  42. Footnote σπυριδας ¦ σφυριδας ᴡʜ
  43. Footnote ανεβη ¦ ενεβη ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  44. Footnote μαγδαλα ¦ μαγαδαν ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.