Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 14

The Death of John the Baptist

Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ 1τετράρχης τὴν ἀκοὴν Ἰησοῦ καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν 2Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν 3Ἰωάννην ἔδησεν 4αὐτὸν καὶ 5ἔθετο ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· ἔλεγε γὰρ 6αὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ θέλων αὐτὸν ἀποκτεῖναι 7ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 8γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡρῴδῃ· ὅθεν 9μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν 10Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ 11ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι, καὶ πέμψας ἀπεκεφάλισε 12τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ 13σῶμα καὶ ἔθαψαν 14αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.

The Feeding of the Five Thousand

15

Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. καὶ ἐξελθὼν 16ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ 17αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. ὀψίας δὲ γενομένης 18προσῆλθον αὐτῷ οἱ μαθηταὶ 19αὐτοῦ λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. ὁ δὲ εἶπε, Φέρετέ μοι 20αὐτοὺς ὧδε. καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ 21τοὺς χόρτους, 22λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

Jesus Walks on Water

Καὶ εὐθέως ἠνάγκασεν 23ὁ Ἰησοῦς τοὺς 24μαθητὰς ἐμβῆναι εἰς 25τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. τὸ δὲ πλοῖον ἤδη 26μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς 27ἀπῆλθε πρὸς αὐτοὺς 28ὁ Ἰησοῦς περιπατῶν ἐπὶ 29τῆς θαλάσσης. 30καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ 31τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 32εὐθέως δὲ ἐλάλησεν 33αὐτοῖς ὁ Ἰησοῦς λέγων, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

Ἀποκριθεὶς δὲ 34αὐτῷ ὁ Πέτρος εἶπε, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με 35πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου 36ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα 37ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. βλέπων δὲ τὸν ἄνεμον 38ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων, Κύριε, σῶσόν με. 39εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; καὶ 40ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. οἱ δὲ ἐν τῷ πλοίῳ 41ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες, Ἀληθῶς Θεοῦ υἱὸς εἶ.

Jesus Heals the Sick in Gennesaret

Καὶ διαπεράσαντες 42ἦλθον 43εἰς τὴν γῆν 44Γεννησαρέτ. καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας καὶ παρεκάλουν αὐτὸν ἵνα 45μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Source notes (45)
  1. Footnote τετραρχης ¦ τετρααρχης ɴᴀ ꜱʙʟ ᴡʜ
  2. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  3. Footnote ιωαννην ¦ ιωανην ᴡʜ
  4. Footnote αυτον ¦ — ᴡʜ
  5. Footnote εθετο εν φυλακη ¦ εν φυλακη απεθετο ɴᴀ ꜱʙʟ ᴡʜ ¦ εν τη φυλακη απεθετο ᴛʜ
  6. Footnote αυτω ο ιωαννης ¦ ο ιωαννης αυτω ɴᴀ ¦ ο ιωανης αυτω ᴡʜ
  7. Footnote εφοβηθη ¦ εφοβειτο ᴘᴄᴋ
  8. Footnote γενεσιων δε αγομενων ¦ γενεσιοις δε γενομενοις ᴄᴛ
  9. Footnote μεθ ¦ μετα ꜱʙʟ ᴡʜ
  10. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  11. Footnote ελυπηθη ο βασιλευς δια δε 97.6% ¦ λυπηθεις ο βασιλευς δια ᴄᴛ 1.2%
  12. Footnote τον ιωαννην ¦ ιωανην ᴡʜ
  13. Footnote σωμα ¦ πτωμα ᴄᴛ
  14. Footnote αυτο ¦ αυτον ᴄᴛ
  15. Footnote και ακουσας ¦ ακουσας δε ᴀɴᴛ ᴄᴛ
  16. Footnote ο ιησους ¦ — ᴄᴛ
  17. Footnote αυτοις ¦ αυτους ᴛʀ
  18. Footnote προσηλθον ¦ προσηλθαν ᴡʜ
  19. Footnote αυτου ¦ — ᴄᴛ
  20. Footnote αυτους ωδε 98.1% ¦ ωδε αυτους ᴄᴛ 0.2%
  21. Footnote τους χορτους ¦ του χορτου ᴄᴛ
  22. Footnote λαβων ¦ και λαβων ᴛʀ
  23. Footnote ο ιησους ¦ — ᴄᴛ
  24. Footnote μαθητας ¦ μαθητας αυτου ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  25. Footnote το ¦ — ꜱʙʟ ᴡʜ
  26. Footnote μεσον της θαλασσης ην ¦ σταδιους πολλους απο της γης απειχε ɴᴀ ꜱʙʟ ᴡʜ
  27. Footnote απηλθε ¦ ηλθε ᴄᴛ
  28. Footnote ο ιησους ¦ — ᴄᴛ
  29. Footnote της θαλασσης ¦ την θαλασσαν ᴄᴛ
  30. Footnote και ιδοντες αυτον οι μαθηται 94.1% ¦ οι δε μαθηται ιδοντες αυτον ɴᴀ ꜱʙʟ ᴡʜ 0.9%
  31. Footnote την θαλασσαν ¦ της θαλασσης ᴄᴛ
  32. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  33. Footnote αυτοις ο ιησους ¦ ο ιησους αυτοις ɴᴀ ᴛʜ ᴡʜ
  34. Footnote αυτω ο πετρος ειπε ¦ ο πετρος ειπε ᴘᴄᴋ ¦ ο πετρος ειπεν αυτω ᴡʜ
  35. Footnote προς σε ελθειν ¦ ελθειν προς σε ᴄᴛ
  36. Footnote ο ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  37. Footnote ελθειν ¦ και ηλθε ᴄᴛ
  38. Footnote ισχυρον ¦ — ᴡʜ
  39. Footnote ευθεως δε ¦ και ευθεως ᴘᴄᴋ
  40. Footnote εμβαντων ¦ αναβαντων ᴄᴛ
  41. Footnote ελθοντες ¦ — ᴄᴛ
  42. Footnote ηλθον ¦ ηλθαν ᴡʜ
  43. Footnote εις την γην ¦ επι την γην εις ᴄᴛ
  44. Footnote γεννησαρετ ¦ γενησαρετ ᴘᴄᴋ
  45. Footnote μονον ¦ καν μονον ᴀɴᴛ ᴘᴄᴋ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.