Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13
The Parable of the Sower
Ἐν 1δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς 2ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς 3τὸ πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν 4εἱστήκει. καὶ ἐλάλησεν αὐτοῖς 5πολλὰ ἐν παραβολαῖς λέγων, Ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ 6σπείρειν. καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ 7ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά. ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ 8ἀπέπνιξαν αὐτά. ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. ὁ ἔχων ὦτα 9ἀκούειν ἀκουέτω.
The Purpose of Speaking in Parables
Καὶ προσελθόντες οἱ μαθηταὶ 10εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; ὁ δὲ ἀποκριθεὶς εἶπεν 11αὐτοῖς ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, 12ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσι· καὶ ἀναπληροῦται 13αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα,
Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε,
καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,
καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν,
μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς
καὶ τοῖς ὠσὶν ἀκούσωσι
καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι,
καὶ 14ἰάσωμαι αὐτούς.
ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν ὅτι 15ἀκούει. ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ 16εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
The Parable of the Sower Explained
Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ 17σπείροντος. παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ 18ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ 19εὐθὺς μετὰ χαρᾶς 20λαμβάνων αὐτόν, οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος 21τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου 22συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. ὁ δὲ ἐπὶ τὴν 23γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ 24συνιῶν, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ 25ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.
The Parable of the Wheat and the Tares
Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ 26σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ 27ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια. προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει 28ζιζάνια; ὁ δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ 29δοῦλοι 30εἶπον αὐτῷ, Θέλεις οὖν ἀπελθόντες 31συλλέξομεν αὐτά; ὁ δὲ 32ἔφη, Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. ἄφετε συναυξάνεσθαι ἀμφότερα 33μέχρι τοῦ θερισμοῦ, καὶ ἐν 34καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον 35συναγάγετε εἰς τὴν ἀποθήκην μου.
The Parable of the Mustard Seed
Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον 36πάντων τῶν λαχάνων ἐστὶ καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ 37κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
The Parable of the Leaven
Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ἣν λαβοῦσα γυνὴ 38ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
The Use of Parables
Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς 39οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος,
Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου·
ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς 40κόσμου.
The Parable of the Wheat and the Tares Explained
Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν 41οἰκίαν 42ὁ Ἰησοῦς· καὶ 43προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες, 44Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. ὁ δὲ ἀποκριθεὶς εἶπεν 45αὐτοῖς, Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια 46τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ 47καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος 48τούτου. ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα 49ἀκούειν ἀκουέτω.
The Parable of the Hidden Treasure
Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν 51τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ 52πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
The Parable of the Pearl of Great Price
Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν 53ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 54ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν.
The Parable of the Dragnet
Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἣν ὅτε ἐπληρώθη 55ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς 56ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
New and Old Treasures
Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, Ναί, 58Κύριε. ὁ δὲ εἶπεν αὐτοῖς, Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς 59εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
Jesus Rejected at Nazareth
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε 60ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν, Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; 61οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ 62Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι 63αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
Source notes (63)
- Footnote δε ¦ — ᴄᴛ
- Footnote απο 97.2% ¦ — ᴀɴᴛ ᴄᴛ 1.5%
- Footnote το ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote ειστηκει ¦ ιστηκει ᴛʜ ᴡʜ
- Footnote πολλα εν παραβολαις ¦ εν παραβολαις πολλα ᴘᴄᴋ
- Footnote σπειρειν ¦ σπειραι ᴀɴᴛ ᴘᴄᴋ
- Footnote ηλθε τα πετεινα και ¦ ελθοντα τα πετεινα ᴀɴᴛ ᴄᴛ
- Footnote απεπνιξαν ¦ επνιξαν ɴᴀ ꜱʙʟ
- Footnote ακουειν ¦ — ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote αυτοις ¦ — ᴡʜ
- Footnote οτι βλεποντες ου βλεπουσι και ακουοντες ουκ ακουουσιν ουδε συνιουσι και αναπληρουται ¦ ινα βλεποντες μη βλεπωσι και ακουοντες μη ακουωσι μηδε συνωσι μηποτε επιστρεψωσι και τοτε πληρωθησεται ᴀɴᴛ
- Footnote αυτοις ¦ επ αυτοις ᴛʀ
- Footnote ιασωμαι ¦ ιασομαι ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ
- Footnote ακουει ¦ ακουουσιν ᴀɴᴛ ᴄᴛ
- Footnote ειδον ¦ ειδαν ᴄᴛ
- Footnote σπειροντος ¦ σπειραντος ᴀɴᴛ ᴄᴛ
- Footnote αρπαζει ¦ αιρει ᴀɴᴛ
- Footnote ευθυς ¦ ευθεως ᴀɴᴛ
- Footnote λαμβανων ¦ δεχομενος και λαμβανων ᴀɴᴛ
- Footnote τουτου ¦ — ɴᴀ ᴛʜ ᴡʜ
- Footnote συμπνιγει ¦ συνπνιγει ᴛʜ ᴡʜ
- Footnote γην την καλην ¦ καλην γην ᴄᴛ
- Footnote συνιων ¦ συνιεις ᴄᴛ
- Footnote ὁ … ὁ … ὁ ¦ ὃ … ὃ … ὃ ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote σπειροντι ¦ σπειραντι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ꜱᴄʀ
- Footnote εσπειρε ¦ επεσπειρε ᴄᴛ
- Footnote ζιζανια ¦ τα ζιζανια ᴛʀ
- Footnote δουλοι ¦ — ᴡʜ
- Footnote ειπον αυτω ¦ λεγουσιν αυτω ɴᴀ ᴛʜ ¦ αυτω λεγουσι ꜱʙʟ ᴡʜ
- Footnote συλλεξομεν ¦ συλλεξωμεν ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote εφη ¦ φησιν ᴄᴛ
- Footnote μεχρι ¦ εως ɴᴀ ᴡʜ
- Footnote καιρω ¦ τω καιρω ᴛʀ
- Footnote συναγαγετε ¦ συναγετε ᴡʜ
- Footnote παντων ¦ — ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ
- Footnote κατασκηνουν ¦ κατασκηνοιν ᴡʜ
- Footnote εκρυψεν ¦ ενεκρυψεν ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote ουκ ¦ ουδεν ᴀɴᴛ ᴄᴛ
- Footnote κοσμου 99.2% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 0.6%
- Footnote οικιαν ¦ οικιαν αυτου ᴀɴᴛ
- Footnote ο ιησους ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote προσηλθον ¦ προσηλθαν ᴡʜ
- Footnote φρασον ¦ διασαφησον ᴄᴛ
- Footnote αυτοις ¦ — ᴄᴛ
- Footnote του ¦ — ᴄᴛ
- Footnote καιεται ¦ κατακαιεται ɴᴀ ᴛʀ ᴡʜ
- Footnote τουτου ¦ — ᴄᴛ
- Footnote ακουειν ¦ — ᴄᴛ
- Footnote παλιν ¦ — ᴄᴛ
- Footnote τω ¦ — ᴘᴄᴋ
- Footnote παντα οσα εχει πωλει 90.2% ¦ πωλει παντα οσα εχει ɴᴀ ꜱʙʟ 4.1% ¦ πωλει οσα εχει ᴡʜ 1.1%
- Footnote ανθρωπω 96.4% ¦ — ᴡʜ 2.4%
- Footnote ος ευρων ¦ ευρων δε ᴄᴛ
- Footnote αναβιβασαντες ¦ αναβιβασαντες αυτην ᴀɴᴛ
- Footnote αγγεια ¦ αγγη ᴄᴛ
- Footnote λεγει αυτοις ο ιησους ¦ — ᴄᴛ
- Footnote κυριε ¦ — ᴄᴛ
- Footnote εις την βασιλειαν ¦ τη βασιλεια ᴄᴛ
- Footnote εκπλησσεσθαι ¦ εκπληττεσθαι ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote ουχι ¦ ουχ ᴄᴛ
- Footnote ιωσης ¦ ιωσηφ ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.