Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 12

Jesus Is Lord of the Sabbath

Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. οἱ δὲ Φαρισαῖοι ἰδόντες 1εἶπον αὐτῷ, Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. ὁ δὲ εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε τί ἐποίησε 2Δαυὶδ ὅτε ἐπείνασεν 3καὶ οἱ μετ᾽ αὐτοῦ, πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως 4ἔφαγεν, 5οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ εἰ μὴ 6τοῖς ἱερεῦσι μόνοις; ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι καὶ ἀναίτιοί εἰσι; λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ 7μεῖζόν ἐστιν ὧδε. εἰ δὲ ἐγνώκειτε τί ἐστιν, 8Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. Κύριος γάρ ἐστι 9τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

Jesus Heals a Man with a Withered Hand

Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν. καὶ ἰδού, ἄνθρωπος 10ἦν 11τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, Εἰ ἔξεστι τοῖς σάββασι 12θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. ὁ δὲ εἶπεν αὐτοῖς, Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἓν καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν. τότε λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον 13τὴν χεῖρά σου. καὶ ἐξέτεινε καὶ 14ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. 15οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ἐξελθόντες ὅπως αὐτὸν ἀπολέσωσιν.

God’s Chosen Servant

Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν αὐτῷ 16ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς 17πάντας καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν 18αὐτὸν ποιήσωσιν· 19ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος,

Ἰδού, ὁ παῖς μου ὃν ᾑρέτισα,

ὁ ἀγαπητός μου 20εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου·

θήσω τὸ Πνεῦμά μου ἐπ᾽ αὐτόν,

καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.

οὐκ ἐρίσει οὐδὲ κραυγάσει,

οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.

κάλαμον συντετριμμένον οὐ κατεάξει

καὶ λίνον τυφόμενον οὐ σβέσει,

ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.

καὶ 21τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.

Jesus and Beelzebul

Τότε 22προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν 23τυφλὸν καὶ κωφὸν 24καὶ λαλεῖν καὶ βλέπειν. καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, Μήτι οὗτός ἐστιν ὁ 25υἱὸς 26Δαυίδ; οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν 27τῷ 28Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. εἰδὼς δὲ 29ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ 30ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ 31ἑαυτῆς οὐ σταθήσεται. καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; καὶ εἰ ἐγὼ ἐν 32Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι 33ἐκβάλλουσι; διὰ τοῦτο αὐτοὶ 34ὑμῶν ἔσονται κριταί. εἰ δὲ 35ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ 36διαρπάσαι ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ 37διαρπάσῃ. ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει. διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται 38τοῖς ἀνθρώποις. καὶ ὃς 39ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν 40τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.

A Tree Is Known by Its Fruit

Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ 41θησαυροῦ ἐκβάλλει 42ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ 43ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.

The Sign of Jonah

Τότε 44ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες, Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ 45ἦν 46Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται 47ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ἄνδρες 48Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε. βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν 49Σολομῶνος, καὶ ἰδού, πλεῖον 50Σολομῶνος ὧδε.

An Unclean Spirit Returns

Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. τότε λέγει, 51Ἐπιστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει 52σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον. τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ 53ταύτῃ τῇ πονηρᾷ.

Jesus’ Mother and Brothers

Ἔτι 54δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδού, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ 55εἱστήκεισαν ἔξω ζητοῦντες 56αὐτῷ λαλῆσαι. 57εἶπε δέ τις αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι ζητοῦντές σοι λαλῆσαι. ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ 58εἰπόντι αὐτῷ, Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ 59εἶπεν, Ἰδού, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Source notes (59)
  1. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  2. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  3. Footnote και ¦ αυτος και ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  4. Footnote εφαγεν ¦ εφαγον ɴᴀ ꜱʙʟ ᴡʜ
  5. Footnote ους ¦ ο ᴄᴛ
  6. Footnote τοις ιερευσι μονοις ¦ μονοις τοις ιερευσιν ᴀɴᴛ
  7. Footnote μειζον ¦ μειζων ᴛʀ
  8. Footnote ελεον ¦ ελεος ᴄᴛ
  9. Footnote του σαββατου ο υιος του ανθρωπου ¦ και του σαββατου ο υιος του ανθρωπου ᴛʀ ¦ ο υιος του ανθρωπου και του σαββατου ᴀɴᴛ
  10. Footnote ην ¦ ην εκει ᴀɴᴛ ¦ — ᴄᴛ
  11. Footnote την ¦ — ᴄᴛ
  12. Footnote θεραπευειν ¦ θεραπευσαι ɴᴀ
  13. Footnote την χειρα σου ¦ σου την χειρα ᴀɴᴛ ᴄᴛ
  14. Footnote απεκατεσταθη ¦ αποκατεσταθη ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  15. Footnote οι δε φαρισαιοι συμβουλιον ελαβον κατ αυτου εξελθοντες ¦ εξελθοντες δε οι φαρισαιοι συμβουλιον ελαβον κατ αυτου ᴀɴᴛ ᴄᴛ
  16. Footnote οχλοι 97.1% ¦ — ꜱʙʟ ᴡʜ 0.3%
  17. Footnote παντας ¦ απαντας ᴘᴄᴋ
  18. Footnote αυτον ποιησωσιν ¦ ποιησωσιν αυτον ᴀɴᴛ
  19. Footnote οπως ¦ ινα ᴄᴛ
  20. Footnote εις ¦ — ᴡʜ
  21. Footnote τω ¦ εν τω ᴛʀ
  22. Footnote προσηνεχθη αυτω δαιμονιζομενος τυφλος και κωφος ¦ προσηνεγκαν αυτω δαιμονιζομενον τυφλον και κωφον ᴡʜ
  23. Footnote τυφλον και ¦ — ᴄᴛ
  24. Footnote και ¦ — ᴄᴛ ᴘᴄᴋ
  25. Footnote υιος ¦ χριστος ο υιος ᴀɴᴛ ᴘᴄᴋ
  26. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  27. Footnote τω ¦ — ᴘᴄᴋ
  28. Footnote βεελζεβουλ ¦ βεεζεβουλ ᴡʜ
  29. Footnote ο ιησους ¦ — ᴄᴛ
  30. Footnote εαυτης ¦ εαυτην ᴀɴᴛ
  31. Footnote εαυτης ¦ εαυτην ᴀɴᴛ
  32. Footnote βεελζεβουλ ¦ βεεζεβουλ ᴡʜ
  33. Footnote εκβαλλουσι ¦ εκβαλουσι ᴀɴᴛ
  34. Footnote υμων εσονται κριται ¦ κριται εσονται υμων ᴀɴᴛ ᴄᴛ
  35. Footnote εν πνευματι θεου εγω ¦ εγω εν πνευματι θεου ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  36. Footnote διαρπασαι ¦ αρπασαι ᴀɴᴛ ᴄᴛ
  37. Footnote διαρπαση ¦ διαρπασει ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ
  38. Footnote τοις ανθρωποις ¦ — ᴄᴛ
  39. Footnote εαν ¦ αν ᴛʀ
  40. Footnote τω νυν ¦ τουτω τω ᴄᴛ ᴛʀ
  41. Footnote θησαυρου ¦ θησαυρου της καρδιας ᴛʀ
  42. Footnote αγαθα ¦ τα αγαθα ᴛʀ
  43. Footnote εαν λαλησωσιν 96.2% ¦ λαλησουσιν ᴄᴛ 0.3%
  44. Footnote απεκριθησαν ¦ απεκριθησαν αυτω ᴄᴛ
  45. Footnote ην ¦ εγενετο ᴀɴᴛ
  46. Footnote ιωνας ¦ ιωνας ο προφητης ᴀɴᴛ
  47. Footnote ο ¦ και ο ᴀɴᴛ
  48. Footnote νινευιται ¦ νινευειται ᴛʜ ᴡʜ
  49. Footnote σολομωνος ¦ σολομωντος ᴛʀ
  50. Footnote σολομωνος ¦ σολομωντος ᴛʀ
  51. Footnote επιστρεψω εις τον οικον μου ¦ εις τον οικον μου επιστρεψω ᴀɴᴛ ᴄᴛ
  52. Footnote σχολαζοντα ¦ σχολαζοντα και ᴀɴᴛ ᴡʜ
  53. Footnote ταυτη τη πονηρα ¦ τη πονηρα ταυτη ᴀɴᴛ
  54. Footnote δε ¦ — ɴᴀ ᴛʜ ᴡʜ
  55. Footnote ειστηκεισαν ¦ ιστηκεισαν ᴛʜ ᴡʜ
  56. Footnote αυτω λαλησαι ¦ λαλησαι αυτω ᴀɴᴛ
  57. Footnote ειπε … σου εξω εστηκασι ζητουντες σοι λαλησαι ¦ ειπε … σου εστηκασιν εξω ζητουντες σε ιδειν ᴀɴᴛ ¦ — ᴡʜ
  58. Footnote ειποντι ¦ λεγοντι ᴀɴᴛ ᴄᴛ
  59. Footnote ειπεν ¦ εφη ᴀɴᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.