Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

Messengers from John the Baptist

Ὁ δὲ 1Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας 2δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε 3Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, 4νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς 5ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ 6Ἰωάννου, Τί 7ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί 8ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς 9ἱματίοις ἠμφιεσμένον; ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν 10βασιλείων 11εἰσίν. ἀλλὰ τί 12ἐξήλθετε 13ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτος 14γάρ ἐστι περὶ οὗ γέγραπται,

Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,

ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.

ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων 15Ἰωάννου τοῦ βαπτιστοῦ, ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀπὸ δὲ τῶν ἡμερῶν 16Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως 17Ἰωάννου 18προεφήτευσαν· καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν 19Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα 20ἀκούειν ἀκουέτω.

Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶ 21παιδίοις 22ἐν ἀγοραῖς καθημένοις 23καὶ προσφωνοῦσι τοῖς 24ἑταίροις αὐτῶν 25καὶ λέγουσιν,

Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε·

ἐθρηνήσαμεν 26ὑμῖν, καὶ οὐκ ἐκόψασθε.

ἦλθε γὰρ 27Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, Δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν 28τέκνων αὐτῆς.

Woe to the Unrepentant

Τότε 29ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· οὐαί σοι, 30Χοραζείν, οὐαί σοι, 31Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι 32ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ 33σποδῷ μετενόησαν. πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. καὶ σύ, 34Καπερναούμ, 35ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου 36καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις 37ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, 38ἔμειναν ἂν μέχρι τῆς σήμερον. πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.

Come to Me, and I Will Give You Rest

Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι 39ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναί, ὁ πατήρ, ὅτι οὕτως 40ἐγένετο εὐδοκία ἔμπροσθέν σου. πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι 41πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Source notes (41)
  1. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  2. Footnote δυο ¦ δια ᴄᴛ
  3. Footnote ιωαννη ¦ ιωανει ᴡʜ
  4. Footnote νεκροι 94.7% ¦ και νεκροι ᴄᴛ 3.5%
  5. Footnote εαν ¦ αν ᴡʜ
  6. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  7. Footnote εξηλθετε ¦ εξηλθατε ᴄᴛ
  8. Footnote εξηλθετε ¦ εξηλθατε ᴄᴛ
  9. Footnote ιματιοις ¦ — ᴄᴛ
  10. Footnote βασιλειων 62.6% ¦ βασιλεων ᴀɴᴛ ᴄᴛ ᴛʀ 36.9%
  11. Footnote εισιν ¦ — ᴡʜ
  12. Footnote εξηλθετε ¦ εξηλθατε ᴄᴛ
  13. Footnote ιδειν προφητην ¦ προφητην ιδειν ꜱʙʟ ᴡʜ
  14. Footnote γαρ ¦ — ᴄᴛ
  15. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  16. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  17. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  18. Footnote προεφητευσαν ¦ επροφητευσαν ᴄᴛ
  19. Footnote ηλιας ¦ ηλειας ᴡʜ
  20. Footnote ακουειν ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  21. Footnote παιδιοις ¦ παιδαριοις ᴛʀ
  22. Footnote εν αγοραις καθημενοις ¦ εν αγορα καθημενοις ᴘᴄᴋ ¦ καθημενοις εν αγοραις ᴀɴᴛ ¦ καθημενοις εν ταις αγοραις ᴄᴛ
  23. Footnote και προσφωνουσιν ¦ α προσφωνουντα ᴀɴᴛ ᴄᴛ
  24. Footnote εταιροις αυτων ¦ ετεροις αυτων ʜꜰ ¦ ετεροις ᴄᴛ
  25. Footnote και ¦ — ᴀɴᴛ ᴄᴛ
  26. Footnote υμιν 97.4% ¦ — ᴄᴛ 1.4%
  27. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  28. Footnote τεκνων 97.7% ¦ εργων ᴄᴛ 0.4%
  29. Footnote ηρξατο ¦ ηρξατο ο ιησους ᴘᴄᴋ
  30. Footnote χοραζειν ¦ χοραζιν ᴀɴᴛ ʜꜰ ɴᴀ ʀᴘ ꜱʙʟ ᴛʀ ¦ χωραζιν ᴘᴄᴋ
  31. Footnote βηθσαιδα ¦ βηθσαιδαν ᴇʟᴢ ꜱᴛ ᴡʜ
  32. Footnote εγενοντο ¦ εγενηθησαν ᴀɴᴛ
  33. Footnote σποδω ¦ σποδω καθημεναι ᴀɴᴛ
  34. Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
  35. Footnote ἡ εως του ουρανου υψωθεισα ¦ ἣ εως του ουρανου υψωθης ᴘᴄᴋ ¦ μη εως ουρανου υψωθηση ᴄᴛ
  36. Footnote καταβιβασθηση 97.8% ¦ καταβηση ɴᴀ ꜱʙʟ ᴡʜ 0.4%
  37. Footnote εγενοντο ¦ εγενηθησαν ᴀɴᴛ ᴄᴛ
  38. Footnote εμειναν ¦ εμεινεν ᴄᴛ
  39. Footnote απεκρυψας ¦ εκρυψας ᴄᴛ
  40. Footnote εγενετο ευδοκια ¦ ευδοκια εγενετο ᴄᴛ
  41. Footnote πραος ¦ πραυς ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.