Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10

The Twelve Apostles

Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά 1ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, 2Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ 3Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ 4Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ 5Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ 6Κανανίτης καὶ Ἰούδας 7Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.

Jesus Sends Out the Twelve Apostles

Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν 8Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, 9λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ 10ῥάβδους· ἄξιος γὰρ 11ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε 12αὐτήν. καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, 13ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν 14πρὸς ὑμᾶς ἐπιστραφήτω. καὶ ὃς 15ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι 16τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ 17Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.

Persecutions Will Come

Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ 18παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί 19λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί 20λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν 21ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως 22ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.

Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ 23ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην 24Βεελζεβοὺλ 25ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς 26οἰκειακοὺς αὐτοῦ;

Fear God Alone

Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. καὶ μὴ 27φοβεῖσθε ἀπὸ τῶν 28ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· 29φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ 30τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ. οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. μὴ οὖν 31φοβηθῆτε· 32πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.

Acknowledging Christ

Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν 33οὐρανοῖς. ὅστις 34δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι 35αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν 36οὐρανοῖς.

Not Peace, but a Sword

Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ 37οἰκειακοὶ αὐτοῦ. ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστι μου ἄξιος. ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.

Rewards

Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου 38λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου 39λήψεται. καὶ ὃς 40ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Source notes (40)
  1. Footnote εστι ¦ εισι ᴀɴᴛ ᴘᴄᴋ
  2. Footnote ιακωβος ¦ και ιακωβος ɴᴀ ᴡʜ
  3. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  4. Footnote ματθαιος ¦ μαθθαιος ᴄᴛ
  5. Footnote λεββαιος ο επικληθεις 97.6% ¦ — ᴄᴛ 0.4%
  6. Footnote κανανιτης ¦ καναναιος ᴄᴛ
  7. Footnote ισκαριωτης ¦ ο ισκαριωτης ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ
  8. Footnote σαμαρειτων ¦ σαμαριτων ɴᴀ ꜱʙʟ
  9. Footnote λεπρους καθαριζετε ¦ λεπρους καθαριζετε νεκρους εγειρετε ᴀɴᴛ ᴛʀ ¦ νεκρους εγειρετε λεπρους καθαριζετε ᴄᴛ
  10. Footnote ραβδους ¦ ραβδον ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ꜱᴛ
  11. Footnote ο εργατης της τροφης αυτου εστιν ¦ εστιν ο εργατης της τροφης αυτου ᴀɴᴛ ¦ ο εργατης της τροφης αυτου ᴄᴛ
  12. Footnote αυτην ¦ αυτην λεγοντες ειρηνη τω οικω τουτω ᴀɴᴛ
  13. Footnote ελθετω ¦ ελθατω ᴄᴛ
  14. Footnote προς ¦ εφ ᴡʜ
  15. Footnote εαν ¦ αν ᴄᴛ
  16. Footnote της ¦ εξω της ᴀɴᴛ ᴄᴛ
  17. Footnote γομορρων ¦ γομορρας ᴀɴᴛ
  18. Footnote παραδιδωσιν ¦ παραδωσουσιν ᴀɴᴛ ¦ παραδωσιν ᴄᴛ
  19. Footnote λαλησητε ¦ λαλησετε ᴀɴᴛ ᴘᴄᴋ
  20. Footnote λαλησετε ¦ λαλησητε ᴄᴛ
  21. Footnote αλλην 95.4% ¦ ετεραν ᴄᴛ 1.7%
  22. Footnote αν ¦ — ᴡʜ
  23. Footnote ο δουλος ¦ τω δουλω ᴀɴᴛ
  24. Footnote βεελζεβουλ ¦ βεελζεβουβ ꜱᴄʀ ¦ βεεζεβουλ ᴡʜ
  25. Footnote επεκαλεσαν ¦ εκαλεσαν ᴀɴᴛ ʀᴘ ᴛʀ ¦ απεκαλεσαν ᴘᴄᴋ
  26. Footnote οικειακους ¦ οικιακους ᴀɴᴛ ᴄᴛ ᴛʀ
  27. Footnote φοβεισθε ¦ φοβηθητε ᴀɴᴛ ᴛʀ ᴡʜ
  28. Footnote αποκτενοντων ¦ αποκτεινοντων ᴛʀ ᴡʜ ¦ αποκτεννοντων ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ
  29. Footnote φοβηθητε ¦ φοβεισθε ᴄᴛ
  30. Footnote την ψυχην και το ¦ ψυχην και ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  31. Footnote φοβηθητε ¦ φοβεισθε ᴄᴛ
  32. Footnote πολλων ¦ πολλω ᴘᴄᴋ
  33. Footnote ουρανοις ¦ τοις ουρανοις ɴᴀ ᴡʜ
  34. Footnote δ αν ¦ δε ᴡʜ
  35. Footnote αυτον καγω ¦ καγω αυτον ᴄᴛ
  36. Footnote ουρανοις ¦ τοις ουρανοις ɴᴀ ᴡʜ
  37. Footnote οικειακοι ¦ οικιακοι ᴀɴᴛ ᴄᴛ ᴛʀ
  38. Footnote ληψεται ¦ λημψεται ᴄᴛ
  39. Footnote ληψεται ¦ λημψεται ᴄᴛ
  40. Footnote εαν ¦ αν ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.