Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9

Jesus Heals a Paralytic

Καὶ ἐμβὰς εἰς 1τὸ πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ 2κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ, Θάρσει, τέκνον· 3ἀφέωνταί 4σοι αἱ ἁμαρτίαι σου. καὶ ἰδού, τινὲς τῶν γραμματέων 5εἶπον ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ. καὶ 6ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν, Ἵνα τί 7ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, 8Ἀφέωνταί 9σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, 10Ἔγειραι καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας—τότε λέγει τῷ παραλυτικῷ—11Ἐγερθεὶς ἆρόν σου τὴν 12κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι 13ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Jesus Calls Matthew

Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, 14Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδού, πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. καὶ ἰδόντες οἱ Φαρισαῖοι 15εἶπον τοῖς μαθηταῖς αὐτοῦ, Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν 16ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ὁ δὲ 17Ἰησοῦς ἀκούσας εἶπεν 18αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ 19ἀλλ᾽ οἱ κακῶς ἔχοντες. πορευθέντες δὲ μάθετε τί ἐστιν, 20Ἔλεον θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους 21ἀλλὰ ἁμαρτωλοὺς 22εἰς μετάνοιαν.

A Question About Fasting

Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ 23Ἰωάννου λέγοντες, Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν 24πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ 25ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ 26ἀπολοῦνται· ἀλλὰ 27βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ 28ἀμφότεροι συντηροῦνται.

A Girl Restored to Life and a Woman Healed

Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων 29εἷς 30ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· 31ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται. καὶ ἐγερθεὶς ὁ Ἰησοῦς 32ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. καὶ ἰδού, γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ, Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. ὁ δὲ Ἰησοῦς 33ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπε, Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέ σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον 34λέγει αὐτοῖς, Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανε τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.

Jesus Heals Two Blind Men

Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν 35αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, Ἐλέησον ἡμᾶς, 36υἱὲ 37Δαυίδ. ἐλθόντι δὲ εἰς τὴν οἰκίαν 38προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς 39ὁ Ἰησοῦς, Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ, Ναί, Κύριε. τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. καὶ 40ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ 41ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων, Ὁρᾶτε μηδεὶς γινωσκέτω. οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.

Jesus Heals a Mute Man

Αὐτῶν δὲ ἐξερχομένων, ἰδού, προσήνεγκαν αὐτῷ 42ἄνθρωπον κωφὸν δαιμονιζόμενον. καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι 43λέγοντες, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. οἱ δὲ Φαρισαῖοι ἔλεγον, Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

The Compassion of Jesus

Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν 44ἐν τῷ λαῷ. ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν 45ἐσκυλμένοι καὶ 46ἐρριμμένοι 47ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

Source notes (47)
  1. Footnote το ¦ — ᴀɴᴛ ᴄᴛ
  2. Footnote κλινης ¦ κλεινης ᴛʜ
  3. Footnote αφεωνται ¦ αφιενται ᴄᴛ
  4. Footnote σοι αι αμαρτιαι σου ¦ σου αι αμαρτιαι ᴄᴛ
  5. Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
  6. Footnote ιδων 64% ¦ ειδως ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴡʜ 32.7%
  7. Footnote υμεις ¦ — ᴄᴛ
  8. Footnote αφεωνται ¦ αφιενται ᴄᴛ
  9. Footnote σου ¦ σοι ᴛʀ
  10. Footnote εγειραι ¦ εγειρε ᴀɴᴛ ᴄᴛ
  11. Footnote εγερθεις ¦ εγειρε ᴡʜ
  12. Footnote κλινην ¦ κλεινην ᴛʜ
  13. Footnote εθαυμασαν 97.5% ¦ εφοβηθησαν ᴄᴛ 2%
  14. Footnote ματθαιον ¦ μαθθαιον ᴄᴛ
  15. Footnote ειπον ¦ ελεγον ᴄᴛ
  16. Footnote εσθιει ¦ εσθιει και πινει ᴘᴄᴋ
  17. Footnote ιησους ¦ — ᴄᴛ
  18. Footnote αυτοις ¦ — ᴄᴛ
  19. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ
  20. Footnote ελεον ¦ ελεος ᴄᴛ
  21. Footnote αλλα ¦ αλλ ɴᴀ ᴛʀ
  22. Footnote εις μετανοιαν ¦ — ᴄᴛ
  23. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  24. Footnote πολλα 98.3% ¦ — ᴡʜ 1.4%
  25. Footnote οσον ¦ οσον χρονον ᴀɴᴛ ᴘᴄᴋ
  26. Footnote απολουνται ¦ απολλυνται ᴄᴛ
  27. Footnote βαλλουσιν οινον νεον εις ασκους ¦ οινον νεον εις ασκους βαλλουσι ᴀɴᴛ
  28. Footnote αμφοτεροι ¦ αμφοτερα ᴛʀ
  29. Footnote εις ¦ τις ᴘᴄᴋ ¦ — ᴇʟᴢ ꜱᴛ
  30. Footnote ελθων ¦ προσελθων ᴀɴᴛ ᴡʜ
  31. Footnote αλλα ¦ αλλ ɴᴀ
  32. Footnote ηκολουθησεν ¦ ηκολουθει ꜱʙʟ ᴛʜ ᴡʜ
  33. Footnote επιστραφεις ¦ στραφεις ᴄᴛ
  34. Footnote λεγει αυτοις ¦ ελεγεν ᴄᴛ
  35. Footnote αυτω ¦ — ᴡʜ
  36. Footnote υιε ¦ υιος ʜꜰ ɴᴀ ᴘᴄᴋ
  37. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  38. Footnote προσηλθον ¦ προσηλθαν ᴡʜ
  39. Footnote ο ιησους ¦ — ᴘᴄᴋ
  40. Footnote ανεωχθησαν ¦ ηνεωχθησαν ᴄᴛ
  41. Footnote ενεβριμησατο ¦ ενεβριμηθη ᴄᴛ
  42. Footnote ανθρωπον ¦ — ᴡʜ
  43. Footnote λεγοντες ¦ λεγοντες οτι ᴀɴᴛ ᴇʟᴢ ᴘᴄᴋ ꜱᴛ
  44. Footnote εν τω λαω ¦ — ᴄᴛ
  45. Footnote εσκυλμενοι ¦ εκλελυμενοι ᴀɴᴛ ᴛʀ
  46. Footnote ερριμμενοι ¦ εριμμενοι ᴛʜ ᴡʜ
  47. Footnote ωσει ¦ ως ᴀɴᴛ ᴘᴄᴋ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.