Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8

Jesus Cleanses a Man with Leprosy

1

Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδού, λεπρὸς 2ἐλθὼν προσεκύνει αὐτῷ λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ 3ὁ Ἰησοῦς λέγων, Θέλω, καθαρίσθητι. καὶ εὐθέως 4ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς, 5ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ 6προσένεγκε τὸ δῶρον ὃ προσέταξε 7Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.

Jesus Heals a Centurion’s Servant

8

Εἰσελθόντι δὲ 9αὐτῷ εἰς 10Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 11καὶ λέγει αὐτῷ 12ὁ Ἰησοῦς, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 13καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ 14λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ 15ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, 16οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ εἶπεν ὁ Ἰησοῦς τῷ 17ἑκατοντάρχῃ, Ὕπαγε, 18καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς 19αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Jesus Heals Many

Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν. καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει 20αὐτῷ. ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.

Would-Be Followers of Jesus

Ἰδὼν δὲ ὁ Ἰησοῦς 21πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 22καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν 23κλίνῃ. ἕτερος δὲ τῶν μαθητῶν 24αὐτοῦ εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς 25εἶπεν αὐτῷ, Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.

Jesus Calms a Storm

Καὶ ἐμβάντι αὐτῷ εἰς 26τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε. καὶ προσελθόντες 27οἱ μαθηταὶ ἤγειραν αὐτὸν λέγοντες, Κύριε, σῶσον 28ἡμᾶς, ἀπολλύμεθα. καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα 29ὑπακούουσιν αὐτῷ;

Jesus Heals Two Demon-Possessed Men

Καὶ 30ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν 31Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ 32σοί, 33Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, 34ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. οἱ δὲ ἐξελθόντες 35ἀπῆλθον εἰς 36τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδού, ὥρμησε πᾶσα ἡ ἀγέλη 37τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς 38συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

Source notes (38)
  1. Footnote καταβαντι δε αυτω ¦ καταβαντος δε αυτου ᴄᴛ
  2. Footnote ελθων ¦ προσελθων ᴄᴛ
  3. Footnote ο ιησους ¦ — ᴄᴛ
  4. Footnote εκαθαρισθη ¦ εκαθερισθη ᴡʜ
  5. Footnote αλλα ¦ αλλ ʜꜰ ɴᴀ ᴘᴄᴋ ꜱᴄʀ ꜱᴛ
  6. Footnote προσενεγκε ¦ προσενεγκαι ᴘᴄᴋ ¦ προσενεγκον ɴᴀ ꜱʙʟ ᴡʜ
  7. Footnote μωσης ¦ μωυσης ᴄᴛ
  8. Footnote εισελθοντι δε αυτω ¦ εισελθοντος δε αυτου ᴄᴛ
  9. Footnote αυτω ¦ τω ιησου ᴛʀ
  10. Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
  11. Footnote και ¦ — ᴡʜ
  12. Footnote ο ιησους ¦ — ᴄᴛ
  13. Footnote και αποκριθεις ¦ αποκριθεις δε ᴡʜ
  14. Footnote λογω ¦ λογον ᴛʀ
  15. Footnote εξουσιαν 97.5% ¦ εξουσιαν τασσομενος ᴡʜ 0.7%
  16. Footnote ουδε εν τω ισραηλ τοσαυτην πιστιν 93.6% ¦ παρ ουδενι τοσαυτην πιστιν εν τω ισραηλ ᴄᴛ 0.4%
  17. Footnote εκατονταρχη ¦ εκατονταρχω ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  18. Footnote και ¦ — ᴄᴛ
  19. Footnote αυτου ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  20. Footnote αυτω ¦ αυτοις ᴛʀ
  21. Footnote πολλους οχλους ¦ οχλον ɴᴀ ᴡʜ
  22. Footnote και ¦ — ᴘᴄᴋ
  23. Footnote κλινη ¦ κλεινη ᴛʜ
  24. Footnote αυτου ¦ — ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴡʜ
  25. Footnote ειπεν ¦ λεγει ᴄᴛ
  26. Footnote το ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  27. Footnote οι μαθηται 79.6% ¦ οι μαθηται αυτου ᴀɴᴛ ᴛʀ 19.4% ¦ — ᴄᴛ 0.5%
  28. Footnote ημας ¦ — ᴄᴛ
  29. Footnote υπακουουσιν αυτω ¦ αυτω υπακουουσι ᴄᴛ
  30. Footnote ελθοντι αυτω ¦ ελθοντος αυτου ᴄᴛ
  31. Footnote γεργεσηνων ¦ γαδαρηνων ᴄᴛ
  32. Footnote σοι ¦ οοι ʜꜰ*
  33. Footnote ιησου ¦ — ᴄᴛ
  34. Footnote επιτρεψον ημιν απελθειν ¦ αποστειλον ημας ᴄᴛ
  35. Footnote απηλθον ¦ απηλθαν ᴡʜ
  36. Footnote την αγελην των χοιρων ¦ τους χοιρους ᴄᴛ
  37. Footnote των χοιρων ¦ — ᴄᴛ
  38. Footnote συναντησιν ¦ υπαντησιν ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.