Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 12

The Parable of the Vineyard Owner

Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς 1λέγειν· Ἀμπελῶνα 2ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον καὶ 3ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε. καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ 4τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 5οἱ δὲ λαβόντες αὐτὸν 6ἔδειραν καὶ ἀπέστειλαν κενόν. καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον 7λιθοβολήσαντες 8ἐκεφαλαίωσαν καὶ 9ἀπέστειλαν ἠτιμωμένον. καὶ 10πάλιν ἄλλον ἀπέστειλε, κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, 11τοὺς μὲν 12δέροντες, 13τοὺς δὲ 14ἀποκτένοντες. ἔτι 15οὖν ἕνα 16υἱὸν ἔχων ἀγαπητὸν 17αὐτοῦ, ἀπέστειλε 18καὶ αὐτὸν 19πρὸς αὐτοὺς ἔσχατον λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. ἐκεῖνοι δὲ οἱ 20γεωργοὶ 21εἶπον πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. καὶ λαβόντες 22αὐτὸν ἀπέκτειναν καὶ 23ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. τί 24οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς 25γεωργοὺς καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε·

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,

οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·

παρὰ Κυρίου ἐγένετο αὕτη,

καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν 26ἀπῆλθον.

The Question About Paying Taxes to Caesar

Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 27οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. 28ἔξεστι 29κῆνσον Καίσαρι δοῦναι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ 30εἶπον 31αὐτῷ, Καίσαρος. 32καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν 33αὐτοῖς, 34Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ 35ἐθαύμασαν ἐπ᾽ αὐτῷ.

The Sadducees Ask About the Resurrection

Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν (οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι) καὶ 36ἐπηρώτησαν αὐτὸν λέγοντες, Διδάσκαλε, 37Μωσῆς ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ 38τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα 39αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 40ἑπτὰ ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα. καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν καὶ ἀπέθανε 41καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως. καὶ 42ἔλαβον αὐτὴν οἱ ἑπτὰ καὶ οὐκ ἀφῆκαν σπέρμα. 43ἐσχάτη πάντων 44ἀπέθανε καὶ ἡ γυνή. ἐν τῇ 45ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 46

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε 47γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι 48οἱ ἐν τοῖς οὐρανοῖς. περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ 49Μωσέως, ἐπὶ 50τοῦ βάτου, 51ὡς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ 52ὁ Θεὸς Ἰσαὰκ καὶ 53ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν 54ὁ Θεὸς νεκρῶν ἀλλὰ 55Θεὸς ζώντων· 56ὑμεῖς οὖν πολὺ πλανᾶσθε.

The Most Important Commandment

Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν 57συζητούντων, 58εἰδὼς ὅτι καλῶς 59αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶ 60πρώτη πάντων ἐντολή; 61ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη 62πάντων τῶν ἐντολῶν· Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς 63ἡμῶν, Κύριος εἷς ἐστι· καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης 64τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. 65αὕτη πρώτη ἐντολή. 66καὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς 67σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 68καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας 69εἶπας ὅτι εἷς 70ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης 71τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως 72καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν 73πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ 74θυσιῶν. καὶ ὁ Ἰησοῦς ἰδὼν 75αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

Whose Son Is the Christ?

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός 76ἐστι Δαυίδ; αὐτὸς 77γὰρ 78Δαυὶδ εἶπεν ἐν 79Πνεύματι Ἁγίῳ, 80

Λέγει 81ὁ Κύριος τῷ Κυρίῳ μου,

Κάθου ἐκ δεξιῶν μου

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου 82ὑποπόδιον τῶν ποδῶν σου.

αὐτὸς 83οὖν 84Δαυὶδ λέγει αὐτὸν Κύριον, καὶ πόθεν 85υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

Beware of the Scribes

Καὶ 86ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἱ 87κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι 88λήψονται περισσότερον κρίμα.

The Widow’s Offering

Καὶ καθίσας 89ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. καὶ πολλοὶ πλούσιοι 90ἔβαλλον πολλά· καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ 91λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα 92αὕτη ἡ πτωχὴ πλεῖον πάντων 93βέβληκε τῶν 94βαλλόντων εἰς τὸ γαζοφυλάκιον· πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Source notes (94)
  1. Footnote λεγειν ¦ λαλειν ᴄᴛ
  2. Footnote εφυτευσεν ανθρωπος ¦ ανθρωπος εφυτευσε ɴᴀ ꜱʙʟ ᴡʜ
  3. Footnote εξεδοτο ¦ εξεδετο ᴄᴛ
  4. Footnote του καρπου ¦ των καρπων ᴄᴛ
  5. Footnote οι δε ¦ και ᴀɴᴛ ᴄᴛ
  6. Footnote εδειραν ¦ εδηραν ᴘᴄᴋ
  7. Footnote λιθοβολησαντες ¦ — ᴄᴛ
  8. Footnote εκεφαλαιωσαν ¦ εκεφαλιωσαν ᴄᴛ
  9. Footnote απεστειλαν ητιμωμενον ¦ ητιμασαν ᴄᴛ
  10. Footnote παλιν ¦ — ᴄᴛ
  11. Footnote τους ¦ ους ᴀɴᴛ ᴄᴛ
  12. Footnote δεροντες ¦ δαιροντες ᴘᴄᴋ
  13. Footnote τους ¦ ους ᴀɴᴛ ᴄᴛ
  14. Footnote αποκτενοντες ¦ αποκτεννοντες ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ αποκτεινοντες ᴛʀ ¦ αποκτεννυντες ᴡʜ
  15. Footnote ουν ¦ — ᴄᴛ
  16. Footnote υιον εχων ¦ ειχεν υιον ᴄᴛ
  17. Footnote αυτου ¦ — ᴄᴛ
  18. Footnote και ¦ — ᴄᴛ
  19. Footnote προς αυτους εσχατον 88.9% ¦ εσχατον προς αυτους ᴀɴᴛ ᴄᴛ 8.4%
  20. Footnote γεωργοι ¦ γεωργοι θεασαμενοι αυτον ερχομενον ᴀɴᴛ
  21. Footnote ειπον προς εαυτους ¦ προς εαυτους ειπον ᴀɴᴛ ¦ προς εαυτους ειπαν ᴄᴛ
  22. Footnote αυτον απεκτειναν ¦ απεκτειναν αυτον ᴀɴᴛ ᴄᴛ
  23. Footnote εξεβαλον ¦ εξεβαλον αυτον ᴀɴᴛ ᴄᴛ
  24. Footnote ουν ¦ — ꜱʙʟ ᴡʜ
  25. Footnote γεωργους ¦ γεωργους τουτους ᴀɴᴛ
  26. Footnote απηλθον ¦ απηλθαν ᴡʜ
  27. Footnote οι δε 98.8% ¦ και ᴄᴛ 1.1%
  28. Footnote εξεστι ¦ ειπον ουν ημιν εξεστι ᴀɴᴛ
  29. Footnote κηνσον καισαρι δουναι 90.9% ¦ δουναι κηνσον καισαρι ᴀɴᴛ ᴄᴛ 4.8%
  30. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  31. Footnote αυτω ¦ — ᴀɴᴛ
  32. Footnote και αποκριθεις ο ¦ ο δε ᴄᴛ
  33. Footnote αυτοις ¦ — ᴡʜ
  34. Footnote αποδοτε τα καισαρος ¦ τα καισαρος αποδοτε ᴄᴛ
  35. Footnote εθαυμασαν ¦ εξεθαυμαζον ᴄᴛ
  36. Footnote επηρωτησαν ¦ επηρωτων ᴀɴᴛ ᴄᴛ
  37. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ
  38. Footnote τεκνα μη αφη ¦ μη αφη τεκνον ᴄᴛ
  39. Footnote αυτου ¦ — ᴄᴛ
  40. Footnote επτα ¦ επτα ουν ᴀɴᴛ ᴇʟᴢ ꜱᴄʀ
  41. Footnote και ουδε αυτος αφηκε 93.4% ¦ μη καταλιπων ᴄᴛ 0.5% ¦ και ουδε αυτος ουκ αφηκε ᴀɴᴛ 0.1%
  42. Footnote ελαβον αυτην οι επτα και ¦ οι επτα ᴄᴛ
  43. Footnote εσχατη ¦ εσχατον ᴄᴛ
  44. Footnote απεθανε και η γυνη ¦ και η γυνη απεθανεν ᴄᴛ
  45. Footnote αναστασει οταν αναστωσιν 61% ¦ ουν αναστασει οταν αναστωσιν ᴀɴᴛ ᴛʀ 31.6% ¦ αναστασει ᴛʜ ᴡʜ 0.7%
  46. Footnote και αποκριθεις ο ιησους ειπεν αυτοις ¦ εφη αυτοις ο ιησους ᴄᴛ
  47. Footnote γαμισκονται ¦ γαμιζονται ᴀɴᴛ ᴄᴛ
  48. Footnote οι ¦ — ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴡʜ
  49. Footnote μωσεως ¦ μωυσεως ᴀɴᴛ ᴄᴛ ¦ μωυσεος ᴘᴄᴋ
  50. Footnote του ¦ της ᴛʀ
  51. Footnote ως ¦ πως ᴀɴᴛ ᴄᴛ
  52. Footnote ο ¦ — ᴡʜ
  53. Footnote ο ¦ — ᴡʜ
  54. Footnote ο ¦ — ᴄᴛ
  55. Footnote θεος ¦ — ᴀɴᴛ ᴄᴛ
  56. Footnote υμεις ουν πολυ 87.9% ¦ υμεις ουν πολλοι ᴍꜱꜱ 6.5% ¦ πολυ ᴄᴛ 0.5%
  57. Footnote συζητουντων ¦ συνζητουντων ᴛʜ ᴡʜ
  58. Footnote ειδως ¦ ιδων ᴀɴᴛ ɴᴀ ꜱʙʟ
  59. Footnote αυτοις απεκριθη ¦ απεκριθη αυτοις ᴄᴛ
  60. Footnote πρωτη παντων εντολη ¦ πρωτη πασων εντολη ᴘᴄᴋ ᴛʀ ¦ εντολη πρωτη παντων ᴄᴛ
  61. Footnote ο δε ιησους απεκριθη αυτω ¦ απεκριθη ο ιησους ᴄᴛ
  62. Footnote παντων των εντολων ¦ παντων εντολη ᴀɴᴛ ¦ πασων των εντολων ᴘᴄᴋ ᴛʀ ¦ εστιν ᴄᴛ
  63. Footnote ημων ¦ υμων ᴘᴄᴋ
  64. Footnote της ¦ — ᴡʜ
  65. Footnote αυτη πρωτη εντολη 84% ¦ αυτη πρωτη παντων εντολη ᴍꜱꜱ 12% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 1%
  66. Footnote καὶ δευτέρα ὁμοία αὕτη ¦ καὶ δευτέρα ὁμοία αὐτῇ ʜꜰ ¦ δευτέρα αὕτη ɴᴀ ꜱʙʟ ᴡʜ
  67. Footnote σεαυτον ¦ εαυτον ᴀɴᴛ
  68. Footnote και ¦ — ᴡʜ
  69. Footnote ειπας ¦ ειπες ᴄᴛ
  70. Footnote εστι ¦ εστι θεος ᴛʀ
  71. Footnote της ¦ — ᴡʜ
  72. Footnote και εξ ολης της ψυχης ¦ — ᴄᴛ
  73. Footnote πλειον ¦ περισσοτερον ᴄᴛ
  74. Footnote θυσιων ¦ των θυσιων ᴛʀ
  75. Footnote αυτον ¦ — ᴀɴᴛ
  76. Footnote εστι δαυιδ ¦ εστι δαβιδ ʜꜰ ᴛʀ ¦ δαυιδ εστιν ᴀɴᴛ ɴᴀ ꜱʙʟ ¦ δαυειδ εστιν ᴛʜ ᴡʜ
  77. Footnote γαρ ¦ — ᴄᴛ
  78. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  79. Footnote πνευματι ¦ τω πνευματι τω ᴄᴛ ᴛʀ
  80. Footnote λεγει ¦ ειπε(ν) ᴄᴛ ᴛʀ
  81. Footnote ο ¦ — ꜱʙʟ ᴡʜ
  82. Footnote υποποδιον ¦ υποκατω ɴᴀ ꜱʙʟ ᴡʜ
  83. Footnote ουν ¦ — ᴄᴛ
  84. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  85. Footnote υιος αυτου εστι ¦ αυτου εστιν υιος ᴄᴛ
  86. Footnote ελεγεν αυτοις εν τη διδαχη αυτου ¦ εν τη διδαχη αυτου ελεγε ᴄᴛ
  87. Footnote κατεσθιοντες ¦ κατεσθοντες ᴡʜ
  88. Footnote ληψονται ¦ λημψονται ᴄᴛ
  89. Footnote ο ιησους ¦ — ᴄᴛ
  90. Footnote εβαλλον ¦ εβαλον ᴘᴄᴋ
  91. Footnote λεγει ¦ ειπεν ᴀɴᴛ ᴄᴛ
  92. Footnote αυτη η πτωχη ¦ η πτωχη αυτη ᴀɴᴛ
  93. Footnote βεβληκε 89.4% ¦ εβαλε ᴀɴᴛ ᴄᴛ 10.5%
  94. Footnote βαλλοντων ¦ βαλοντων ᴛʀ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.