Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 13
Jesus Predicts the Destruction of the Temple
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. καὶ 1ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ 2ἀφεθῇ λίθος ἐπὶ 3λίθῳ ὃς οὐ μὴ καταλυθῇ.
Signs of the End of the Age
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ 4ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ 5Ἰωάννης καὶ Ἀνδρέας, 6Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ 7πάντα ταῦτα συντελεῖσθαι; ὁ δὲ Ἰησοῦς 8ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ 9γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ 10γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος 11ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 12καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, 13καὶ ἔσονται λιμοὶ 14καὶ ταραχαί· 15ἀρχαὶ ὠδίνων ταῦτα.
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι 16γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ 17εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων 18σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. καὶ εἰς πάντα τὰ ἔθνη 19δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 20ὅταν δὲ 21ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί 22λαλήσητε 23μηδὲ μελετᾶτε, ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ 24ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. 25παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. καὶ ἔσεσθε 26μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
The Great Tribulation
Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, 27τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, 28ἑστὼς ὅπου οὐ δεῖ (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, ὁ 29δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω 30εἰς τὴν οἰκίαν μηδὲ 31εἰσελθέτω 32ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ εἰς τὸν ἀγρὸν 33ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. προσεύχεσθε δὲ ἵνα μὴ γένηται 34ἡ φυγὴ ὑμῶν χειμῶνος. ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως 35ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. καὶ εἰ μὴ 36Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας. 37καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, 38Ἰδού, ὧδε ὁ Χριστός, 39ἤ, 40Ἰδού, ἐκεῖ, μὴ 41πιστεύετε. ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, 42καὶ τοὺς ἐκλεκτούς. ὑμεῖς δὲ βλέπετε· 43ἰδού, προείρηκα ὑμῖν 44πάντα.
The Coming of the Son of Man
Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες 46τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους 47αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς 48αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου 49γῆς ἕως ἄκρου 50οὐρανοῦ.
The Lesson of the Fig Tree
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν 51αὐτῆς ἤδη ὁ κλάδος 52ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, 53γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· οὕτω καὶ ὑμεῖς, ὅταν 54ταῦτα ἴδητε 55γινόμενα, 56γινώσκετε ὅτι ἐγγύς ἐστιν, ἐπὶ θύραις. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ 57πάντα ταῦτα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ 58παρελεύσεται, οἱ δὲ 59λόγοι μου οὐ 60μὴ 61παρέλθωσι.
Keep Watch
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης 62ἢ 63ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι 64οἱ ἐν 65οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. βλέπετε, ἀγρυπνεῖτε 66καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν 67καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, 68ὀψὲ ἢ 69μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, μὴ ἐλθὼν 70ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 71ἃ δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.
Source notes (71)
- Footnote ο ιησους αποκριθεις ¦ αποκριθεις ο ιησους ᴘᴄᴋ ¦ ο ιησους ᴄᴛ
- Footnote αφεθη 78.4% ¦ αφεθη ωδε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 21.4%
- Footnote λιθω ¦ λιθον ᴀɴᴛ ᴄᴛ
- Footnote επηρωτων ¦ επηρωτα ᴄᴛ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ειπε ¦ ειπον ᴄᴛ
- Footnote παντα ταυτα συντελεισθαι ¦ ταυτα συντελεισθαι παντα ᴄᴛ
- Footnote αποκριθεις αυτοις ηρξατο λεγειν ¦ αποκριθεις ηρξατο λεγειν αυτοις ᴀɴᴛ ¦ ηρξατο λεγειν αυτοις ᴄᴛ
- Footnote γαρ ¦ — ᴄᴛ
- Footnote γαρ ¦ — ᴄᴛ
- Footnote επι ¦ επ ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote και ταραχαι 96% ¦ — ᴄᴛ 0.5%
- Footnote αρχαι ¦ αρχη ᴄᴛ
- Footnote γαρ ¦ — ᴄᴛ
- Footnote εις συναγωγας ¦ εν ταις συναγωγαις αυτων ᴀɴᴛ
- Footnote σταθησεσθε ¦ αχθησεσθε ᴘᴄᴋ ꜱᴄʀ
- Footnote δει πρωτον ¦ πρωτον δει ᴄᴛ
- Footnote οταν δε ¦ και οταν ᴄᴛ
- Footnote αγαγωσιν ¦ αγωσιν ᴄᴛ ᴘᴄᴋ
- Footnote λαλησητε ¦ λαλησετε ᴘᴄᴋ
- Footnote μηδε μελετατε ¦ — ᴄᴛ
- Footnote εστε υμεις ¦ υμεις εστε ᴀɴᴛ
- Footnote παραδωσει δε ¦ και παραδωσει ᴄᴛ
- Footnote μισουμενοι ¦ μεισουμενοι ᴛʜ
- Footnote το ρηθεν υπο δανιηλ του προφητου ¦ — ᴄᴛ
- Footnote εστως ¦ εστος ꜱᴛ ¦ εστηκοτα ᴄᴛ
- Footnote δε ¦ — ꜱʙʟ ᴡʜ
- Footnote εις την οικιαν 94.3% ¦ — ᴄᴛ 2.6%
- Footnote εισελθετω ¦ εισελθατω ᴄᴛ
- Footnote αραι τι ¦ τι αραι ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ων ¦ — ᴄᴛ
- Footnote η φυγη υμων ¦ — ᴄᴛ
- Footnote ης ¦ ην ᴄᴛ
- Footnote κυριος εκολοβωσε ¦ εκολοβωσε κυριος ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote και ¦ — ᴘᴄᴋ ʀᴘ
- Footnote ιδου ¦ ιδε ᴄᴛ
- Footnote η ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote ιδου ¦ ιδε ᴄᴛ
- Footnote πιστευετε ¦ πιστευσητε ᴘᴄᴋ ᴛʀ
- Footnote και ¦ — ᴄᴛ
- Footnote ιδου ¦ — ᴄᴛ
- Footnote παντα ¦ απαντα ᴀɴᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote του ουρανου εσονται εκπιπτοντες ¦ εσονται εκ του ουρανου πιπτοντες ᴀɴᴛ ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote αυτου ¦ — ꜱʙʟ
- Footnote γης ¦ της γης ᴀɴᴛ
- Footnote ουρανου ¦ του ουρανου ᴀɴᴛ
- Footnote αυτης ηδη ο κλαδος 49.8% ¦ ηδη ο κλαδος αυτης ᴄᴛ ᴘᴄᴋ 28.9% ¦ αυτης ηδη ο κλαδος ᴍꜱꜱ 8.4% ¦ αυτης ο κλαδος ηδη ᴀɴᴛ 5%
- Footnote απαλος γενηται ¦ γενηται απαλος ᴀɴᴛ
- Footnote γινωσκετε ¦ γινωσκεται ᴘᴄᴋ ¦ γεινωσκετε ᴛʜ
- Footnote ταυτα ιδητε ¦ ιδητε ταυτα ᴀɴᴛ ᴄᴛ
- Footnote γινομενα ¦ γεινομενα ᴛʜ
- Footnote γινωσκετε ¦ γεινωσκετε ᴛʜ
- Footnote παντα ταυτα ¦ ταυτα παντα ᴄᴛ
- Footnote παρελευσεται ¦ παρελευσονται ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote λογοι μου ¦ εμοι λογοι ᴀɴᴛ
- Footnote μη ¦ — ᴡʜ
- Footnote παρελθωσι ¦ παρελευσονται ᴀɴᴛ ᴄᴛ
- Footnote η ¦ και ᴛʀ
- Footnote ωρας ¦ της ωρας ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote οι εν ¦ εν ᴀɴᴛ ᴄᴛ
- Footnote ουρανω ¦ τω ουρανω ᴘᴄᴋ
- Footnote και προσευχεσθε 82% ¦ προσευχεσθε ᴘᴄᴋ 13.9% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.6%
- Footnote και ¦ — ᴄᴛ
- Footnote οψε ¦ η οψε ᴄᴛ
- Footnote μεσονυκτιου ¦ μεσονυκτιον ᴄᴛ
- Footnote εξαιφνης ¦ εξεφνης ᴡʜ
- Footnote α ¦ ο ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.